<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg024.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="80"><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ὦ Σώκρατες, ἤκουον μὲν ἔγωγε πρὶν καὶ συγγενέσθαι <milestone n="80" unit="page"/><milestone unit="section" resp="Stephanus" n="80a"/> σοι ὅτι σὺ οὐδὲν ἄλλο ἢ αὐτός τε ἀπορεῖς καὶ τοὺς ἄλλους ποιεῖς ἀπορεῖν· καὶ νῦν, ὥς γέ μοι δοκεῖς, γοητεύεις με καὶ φαρμάττεις καὶ ἀτεχνῶς κατεπᾴδεις, ὥστε μεστὸν ἀπορίας γεγονέναι. καὶ δοκεῖς μοι παντελῶς, εἰ δεῖ τι καὶ σκῶψαι, ὁμοιότατος εἶναι τό τε εἶδος καὶ τἆλλα ταύτῃ τῇ πλατείᾳ νάρκῃ τῇ θαλαττίᾳ· καὶ γὰρ αὕτη τὸν ἀεὶ πλησιάζοντα καὶ ἁπτόμενον ναρκᾶν ποιεῖ, καὶ σὺ δοκεῖς μοι νῦν ἐμὲ τοιοῦτόν τι πεποιηκέναι, <del>ναρκᾶν</del>· ἀληθῶς γὰρ ἔγωγε καὶ <milestone unit="section" resp="Stephanus" n="80b"/> τὴν ψυχὴν καὶ τὸ στόμα ναρκῶ, καὶ οὐκ ἔχω ὅτι ἀποκρίνωμαί σοι. καίτοι μυριάκις γε περὶ ἀρετῆς παμπόλλους λόγους εἴρηκα καὶ πρὸς πολλούς, καὶ πάνυ εὖ, ὥς γε ἐμαυτῷ ἐδόκουν· νῦν δὲ οὐδʼ ὅτι ἐστὶν τὸ παράπαν ἔχω εἰπεῖν. καί μοι δοκεῖς εὖ βουλεύεσθαι οὐκ ἐκπλέων ἐνθένδε οὐδʼ ἀποδημῶν· εἰ γὰρ ξένος ἐν ἄλλῃ πόλει τοιαῦτα ποιοῖς, τάχʼ ἂν ὡς γόης ἀπαχθείης.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πανοῦργος εἶ, ὦ Μένων, καὶ ὀλίγου ἐξηπάτησάς με.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> τί μάλιστα, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="80c"/><label>ΣΩ.</label> γιγνώσκω οὗ ἕνεκά με ᾔκασας.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> τίνος δὴ οἴει;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἵνα σε ἀντεικάσω. ἐγὼ δὲ τοῦτο οἶδα περὶ πάντων τῶν καλῶν, ὅτι χαίρουσιν εἰκαζόμενοι—λυσιτελεῖ γὰρ αὐτοῖς· καλαὶ γὰρ οἶμαι τῶν καλῶν καὶ αἱ εἰκόνες—ἀλλʼ οὐκ ἀντεικάσομαί σε. ἐγὼ δέ, εἰ μὲν ἡ νάρκη αὐτὴ ναρκῶσα οὕτω καὶ τοὺς ἄλλους ποιεῖ ναρκᾶν, ἔοικα αὐτῇ· εἰ δὲ μή, οὔ. οὐ γὰρ εὐπορῶν αὐτὸς τοὺς ἄλλους ποιῶ ἀπορεῖν, ἀλλὰ παντὸς μᾶλλον αὐτὸς ἀπορῶν οὕτως καὶ τοὺς ἄλλους ποιῶ <milestone unit="section" resp="Stephanus" n="80d"/> ἀπορεῖν. καὶ νῦν περὶ ἀρετῆς ὃ ἔστιν ἐγὼ μὲν οὐκ οἶδα, σὺ μέντοι ἴσως πρότερον μὲν ᾔδησθα πρὶν ἐμοῦ ἅψασθαι, νῦν μέντοι ὅμοιος εἶ οὐκ εἰδότι. ὅμως δὲ ἐθέλω μετὰ σοῦ σκέψασθαι καὶ συζητῆσαι ὅτι ποτέ ἐστιν.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> καὶ τίνα τρόπον ζητήσεις, ὦ Σώκρατες, τοῦτο ὃ μὴ οἶσθα τὸ παράπαν ὅτι ἐστίν; ποῖον γὰρ ὧν οὐκ οἶσθα προθέμενος ζητήσεις; ἢ εἰ καὶ ὅτι μάλιστα ἐντύχοις αὐτῷ, πῶς εἴσῃ ὅτι τοῦτό ἐστιν ὃ σὺ οὐκ ᾔδησθα;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="80e"/><label>ΣΩ.</label> μανθάνω οἷον βούλει λέγειν, ὦ Μένων. ὁρᾷς τοῦτον ὡς ἐριστικὸν λόγον κατάγεις, ὡς οὐκ ἄρα ἔστιν ζητεῖν ἀνθρώπῳ οὔτε ὃ οἶδε οὔτε ὃ μὴ οἶδε; οὔτε γὰρ ἂν ὅ γε οἶδεν ζητοῖ—οἶδεν γάρ, καὶ οὐδὲν δεῖ τῷ γε τοιούτῳ ζητήσεως—οὔτε ὃ μὴ οἶδεν—οὐδὲ γὰρ οἶδεν ὅτι ζητήσει.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="81"><p><said who="#Μένων"><milestone n="81" unit="page"/><milestone unit="section" resp="Stephanus" n="81a"/><label>ΜΕΝ.</label> οὐκοῦν καλῶς σοι δοκεῖ λέγεσθαι ὁ λόγος οὗτος, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἔμοιγε.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔχεις λέγειν ὅπῃ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔγωγε· ἀκήκοα γὰρ ἀνδρῶν τε καὶ γυναικῶν σοφῶν περὶ τὰ θεῖα πράγματα—</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> τίνα λόγον λεγόντων;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀληθῆ, ἔμοιγε δοκεῖν, καὶ καλόν.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> τίνα τοῦτον, καὶ τίνες οἱ λέγοντες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἱ μὲν λέγοντές εἰσι τῶν ἱερέων τε καὶ τῶν ἱερειῶν ὅσοις μεμέληκε περὶ ὧν μεταχειρίζονται λόγον οἵοις τʼ εἶναι <milestone unit="section" resp="Stephanus" n="81b"/> διδόναι· λέγει δὲ καὶ Πίνδαρος καὶ ἄλλοι πολλοὶ τῶν ποιητῶν ὅσοι θεῖοί εἰσιν. ἃ δὲ λέγουσιν, ταυτί ἐστιν· ἀλλὰ σκόπει εἴ σοι δοκοῦσιν ἀληθῆ λέγειν. φασὶ γὰρ τὴν ψυχὴν τοῦ ἀνθρώπου εἶναι ἀθάνατον, καὶ τοτὲ μὲν τελευτᾶν—ὃ δὴ ἀποθνῄσκειν καλοῦσι—τοτὲ δὲ πάλιν γίγνεσθαι, ἀπόλλυσθαι δʼ οὐδέποτε· δεῖν δὴ διὰ ταῦτα ὡς ὁσιώτατα διαβιῶναι τὸν βίον· οἷσιν γὰρ ἂν—
	<cit><quote type="verse"><l>Φερσεφόνα ποινὰν παλαιοῦ πένθεος</l><l>δέξεται, εἰς τὸν ὕπερθεν ἅλιον κείνων ἐνάτῳ ἔτεϊ</l><l>ἀνδιδοῖ ψυχὰς πάλιν,</l><milestone unit="section" resp="Stephanus" n="81c"/><l>ἐκ τᾶν βασιλῆες ἀγαυοὶ</l><l>καὶ σθένει κραιπνοὶ σοφίᾳ τε μέγιστοι</l><l>ἄνδρες αὔξοντʼ· ἐς δὲ τὸν λοιπὸν χρόνον ἥρωες ἁγνοὶ πρὸς ἀνθρώπων καλεῦνται.</l></quote><bibl>Pind. fr. 133 Bergk</bibl></cit> 
	ἅτε οὖν ἡ ψυχὴ ἀθάνατός τε οὖσα καὶ πολλάκις γεγονυῖα, καὶ ἑωρακυῖα καὶ τὰ ἐνθάδε καὶ τὰ ἐν Ἅιδου καὶ πάντα χρήματα, οὐκ ἔστιν ὅτι οὐ μεμάθηκεν· ὥστε οὐδὲν θαυμαστὸν καὶ περὶ ἀρετῆς καὶ περὶ ἄλλων οἷόν τʼ εἶναι αὐτὴν ἀναμνησθῆναι, ἅ γε καὶ πρότερον ἠπίστατο. ἅτε γὰρ τῆς φύσεως <milestone unit="section" resp="Stephanus" n="81d"/> ἁπάσης συγγενοῦς οὔσης, καὶ μεμαθηκυίας τῆς ψυχῆς ἅπαντα, οὐδὲν κωλύει ἓν μόνον ἀναμνησθέντα—ὃ δὴ μάθησιν καλοῦσιν ἄνθρωποι—τἆλλα πάντα αὐτὸν ἀνευρεῖν, ἐάν τις ἀνδρεῖος ᾖ καὶ μὴ ἀποκάμνῃ ζητῶν· τὸ γὰρ ζητεῖν ἄρα καὶ τὸ μανθάνειν ἀνάμνησις ὅλον ἐστίν. οὔκουν δεῖ πείθεσθαι τούτῳ τῷ ἐριστικῷ λόγῳ· οὗτος μὲν γὰρ ἂν ἡμᾶς ἀργοὺς ποιήσειεν καὶ ἔστιν τοῖς μαλακοῖς τῶν ἀνθρώπων ἡδὺς ἀκοῦσαι, ὅδε <milestone unit="section" resp="Stephanus" n="81e"/> δὲ ἐργατικούς τε καὶ ζητητικοὺς ποιεῖ· ᾧ ἐγὼ πιστεύων ἀληθεῖ εἶναι ἐθέλω μετὰ σοῦ ζητεῖν ἀρετὴ ὅτι ἐστίν.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί, ὦ Σώκρατες· ἀλλὰ πῶς λέγεις τοῦτο, ὅτι οὐ μανθάνομεν, ἀλλὰ ἣν καλοῦμεν μάθησιν ἀνάμνησίς ἐστιν; ἔχεις με τοῦτο διδάξαι ὡς οὕτως ἔχει;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="82"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἄρτι εἶπον, ὦ Μένων, ὅτι πανοῦργος εἶ, καὶ <milestone n="82" unit="page"/><milestone unit="section" resp="Stephanus" n="82a"/> νῦν ἐρωτᾷς εἰ ἔχω σε διδάξαι, ὃς οὔ φημι διδαχὴν εἶναι ἀλλʼ ἀνάμνησιν, ἵνα δὴ εὐθὺς φαίνωμαι αὐτὸς ἐμαυτῷ τἀναντία λέγων.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐ μὰ τὸν Δία, ὦ Σώκρατες, οὐ πρὸς τοῦτο βλέψας εἶπον, ἀλλʼ ὑπὸ τοῦ ἔθους· ἀλλʼ εἴ πώς μοι ἔχεις ἐνδείξασθαι ὅτι ἔχει ὥσπερ λέγεις, ἔνδειξαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἔστι μὲν οὐ ῥᾴδιον, ὅμως δὲ ἐθέλω προθυμηθῆναι σοῦ ἕνεκα. ἀλλά μοι προσκάλεσον τῶν πολλῶν <milestone unit="section" resp="Stephanus" n="82b"/> ἀκολούθων τουτωνὶ τῶν σαυτοῦ ἕνα, ὅντινα βούλει, ἵνα ἐν τούτῳ σοι ἐπιδείξωμαι.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε. δεῦρο πρόσελθε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Ἕλλην μέν ἐστι καὶ ἑλληνίζει;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> πάνυ γε σφόδρα, οἰκογενής γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρόσεχε δὴ τὸν νοῦν ὁπότερʼ ἄν σοι φαίνηται, ἢ ἀναμιμνῃσκόμενος ἢ μανθάνων παρʼ ἐμοῦ.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἀλλὰ προσέξω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰπὲ δή μοι, ὦ παῖ, γιγνώσκεις τετράγωνον χωρίον ὅτι τοιοῦτόν ἐστιν;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστιν οὖν <milestone unit="section" resp="Stephanus" n="82c"/> τετράγωνον χωρίον ἴσας ἔχον τὰς γραμμὰς ταύτας πάσας, τέτταρας οὔσας;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ καὶ ταυτασὶ τὰς διὰ μέσου ἐστὶν ἴσας ἔχον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἴη ἂν τοιοῦτον χωρίον καὶ μεῖζον καὶ ἔλαττον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ οὖν εἴη αὕτη ἡ πλευρὰ δυοῖν ποδοῖν καὶ αὕτη δυοῖν, πόσων ἂν εἴη ποδῶν τὸ ὅλον; ὧδε δὲ σκόπει· εἰ ἦν ταύτῃ δυοῖν ποδοῖν, ταύτῃ δὲ ἑνὸς ποδὸς μόνον, ἄλλο τι ἅπαξ ἂν ἦν δυοῖν ποδοῖν τὸ χωρίον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label><milestone unit="section" resp="Stephanus" n="82d"/> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπειδὴ δὲ δυοῖν ποδοῖν καὶ ταύτῃ, ἄλλο τι ἢ δὶς δυοῖν γίγνεται;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> γίγνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δυοῖν ἄρα δὶς γίγνεται ποδῶν;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πόσοι οὖν εἰσιν οἱ δύο δὶς πόδες; λογισάμενος εἰπέ.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> τέτταρες, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν γένοιτʼ ἂν τούτου τοῦ χωρίου ἕτερον διπλάσιον, τοιοῦτον δέ, ἴσας ἔχον πάσας τὰς γραμμὰς ὥσπερ τοῦτο;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πόσων οὖν ἔσται ποδῶν;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ὀκτώ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή, πειρῶ μοι εἰπεῖν πηλίκη τις ἔσται <milestone unit="section" resp="Stephanus" n="82e"/> ἐκείνου ἡ γραμμὴ ἑκάστη. ἡ μὲν γὰρ τοῦδε δυοῖν ποδοῖν· τί δὲ ἡ ἐκείνου τοῦ διπλασίου;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> δῆλον δή, ὦ Σώκρατες, ὅτι διπλασία.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁρᾷς, ὦ Μένων, ὡς ἐγὼ τοῦτον οὐδὲν διδάσκω, ἀλλʼ ἐρωτῶ πάντα; καὶ νῦν οὗτος οἴεται εἰδέναι ὁποία ἐστὶν ἀφʼ ἧς τὸ ὀκτώπουν χωρίον γενήσεται· ἢ οὐ δοκεῖ σοι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶδεν οὖν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἴεται δέ γε ἀπὸ τῆς διπλασίας;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="83"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> θεῶ δὴ αὐτὸν ἀναμιμνῃσκόμενον ἐφεξῆς, ὡς δεῖ ἀναμιμνῄσκεσθαι.<milestone unit="para" ed="P"/>σὺ δέ μοι λέγε· ἀπὸ τῆς διπλασίας γραμμῆς φῂς τὸ <milestone n="83" unit="page"/><milestone unit="section" resp="Stephanus" n="83a"/> διπλάσιον χωρίον γίγνεσθαι; τοιόνδε λέγω, μὴ ταύτῃ μὲν μακρόν, τῇ δὲ βραχύ, ἀλλὰ ἴσον πανταχῇ ἔστω ὥσπερ τουτί, διπλάσιον δὲ τούτου, ὀκτώπουν· ἀλλʼ ὅρα εἰ ἔτι σοι ἀπὸ τῆς διπλασίας δοκεῖ ἔσεσθαι.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν διπλασία αὕτη ταύτης γίγνεται, ἂν ἑτέραν τοσαύτην προσθῶμεν ἐνθένδε;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀπὸ ταύτης δή, φῄς, ἔσται τὸ ὀκτώπουν χωρίον, ἂν τέτταρες τοσαῦται <milestone unit="section" resp="Stephanus" n="83b"/> γένωνται;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀναγραψώμεθα δὴ ἀπʼ αὐτῆς ἴσας τέτταρας. ἄλλο τι ἢ τουτὶ ἂν εἴη ὃ φῂς τὸ ὀκτώπουν εἶναι;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐν αὐτῷ ἐστιν ταυτὶ τέτταρα, ὧν ἕκαστον ἴσον τούτῳ ἐστὶν τῷ τετράποδι;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πόσον οὖν γίγνεται; οὐ τετράκις τοσοῦτον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διπλάσιον οὖν ἐστιν τὸ τετράκις τοσοῦτον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> οὐ μὰ Δία.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ ποσαπλάσιον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> τετραπλάσιον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀπὸ τῆς διπλασίας <milestone unit="section" resp="Stephanus" n="83c"/> ἄρα, ὦ παῖ, οὐ διπλάσιον ἀλλὰ τετραπλάσιον γίγνεται χωρίον.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τεττάρων γὰρ τετράκις ἐστὶν ἑκκαίδεκα. οὐχί;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀκτώπουν δʼ ἀπὸ ποίας γραμμῆς; οὐχὶ ἀπὸ μὲν ταύτης τετραπλάσιον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> φημί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τετράπουν δὲ ἀπὸ τῆς ἡμισέας ταυτησὶ τουτί;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶεν· τὸ δὲ ὀκτώπουν οὐ τοῦδε μὲν διπλάσιόν ἐστιν, τούτου δὲ ἥμισυ;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label><add>ναί.</add></said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἀπὸ μὲν μείζονος ἔσται ἢ τοσαύτης γραμμῆς, ἀπὸ ἐλάττονος δὲ ἢ <milestone unit="section" resp="Stephanus" n="83d"/> τοσησδί; ἢ οὔ;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἔμοιγε δοκεῖ οὕτω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς· τὸ γάρ σοι δοκοῦν τοῦτο ἀποκρίνου. καί μοι λέγε· οὐχ ἥδε μὲν δυοῖν ποδοῖν ἦν, ἡ δὲ τεττάρων;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δεῖ ἄρα τὴν τοῦ ὀκτώποδος χωρίου γραμμὴν μείζω μὲν εἶναι τῆσδε τῆς δίποδος, ἐλάττω δὲ τῆς τετράποδος.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> δεῖ.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="83e"/><label>ΣΩ.</label> πειρῶ δὴ λέγειν πηλίκην τινὰ φῂς αὐτὴν εἶναι.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> τρίποδα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἄνπερ τρίπους ᾖ, τὸ ἥμισυ ταύτης προσληψόμεθα καὶ ἔσται τρίπους; δύο μὲν γὰρ οἵδε, ὁ δὲ εἷς· καὶ ἐνθένδε ὡσαύτως δύο μὲν οἵδε, ὁ δὲ εἷς· καὶ γίγνεται τοῦτο τὸ χωρίον ὃ φῄς.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἂν ᾖ τῇδε τριῶν καὶ τῇδε τριῶν, τὸ ὅλον χωρίον τριῶν τρὶς ποδῶν γίγνεται;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τρεῖς δὲ τρὶς πόσοι εἰσὶ πόδες;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἐννέα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔδει δὲ τὸ διπλάσιον πόσων εἶναι ποδῶν;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ὀκτώ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ ἄρʼ ἀπὸ τῆς τρίποδός πω τὸ ὀκτώπουν χωρίον γίγνεται.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> οὐ δῆτα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="84"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἀπὸ ποίας; πειρῶ ἡμῖν εἰπεῖν ἀκριβῶς· καὶ <milestone n="84" unit="page"/><milestone unit="section" resp="Stephanus" n="84a"/> εἰ μὴ βούλει ἀριθμεῖν, ἀλλὰ δεῖξον ἀπὸ ποίας.</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἀλλὰ μὰ τὸν Δία, ὦ Σώκρατες, ἔγωγε οὐκ οἶδα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐννοεῖς αὖ, ὦ Μένων, οὗ ἐστιν ἤδη βαδίζων ὅδε τοῦ ἀναμιμνῄσκεσθαι; ὅτι τὸ μὲν πρῶτον ᾔδει μὲν οὔ, ἥτις ἐστὶν ἡ τοῦ ὀκτώποδος χωρίου γραμμή, ὥσπερ οὐδὲ νῦν πω οἶδεν, ἀλλʼ οὖν ᾤετό γʼ αὐτὴν τότε εἰδέναι, καὶ θαρραλέως ἀπεκρίνετο ὡς εἰδώς, καὶ οὐχ ἡγεῖτο ἀπορεῖν· νῦν δὲ ἡγεῖται <milestone unit="section" resp="Stephanus" n="84b"/> ἀπορεῖν ἤδη, καὶ ὥσπερ οὐκ οἶδεν, οὐδʼ οἴεται εἰδέναι.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν νῦν βέλτιον ἔχει περὶ τὸ πρᾶγμα ὃ οὐκ ᾔδει;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> καὶ τοῦτό μοι δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀπορεῖν οὖν αὐτὸν ποιήσαντες καὶ ναρκᾶν ὥσπερ ἡ νάρκη, μῶν τι ἐβλάψαμεν;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὐκ ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> προὔργου γοῦν τι πεποιήκαμεν, ὡς ἔοικε, πρὸς τὸ ἐξευρεῖν ὅπῃ ἔχει· νῦν μὲν γὰρ καὶ ζητήσειεν ἂν ἡδέως οὐκ εἰδώς, τότε δὲ ῥᾳδίως ἂν καὶ πρὸς πολλοὺς καὶ πολλάκις <milestone unit="section" resp="Stephanus" n="84c"/> ᾤετʼ ἂν εὖ λέγειν περὶ τοῦ διπλασίου χωρίου, ὡς δεῖ διπλασίαν τὴν γραμμὴν ἔχειν μήκει.</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἴει οὖν ἂν αὐτὸν πρότερον ἐπιχειρῆσαι ζητεῖν ἢ μανθάνειν τοῦτο ὃ ᾤετο εἰδέναι οὐκ εἰδώς, πρὶν εἰς ἀπορίαν κατέπεσεν ἡγησάμενος μὴ εἰδέναι, καὶ ἐπόθησεν τὸ εἰδέναι;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> οὔ μοι δοκεῖ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὤνητο ἄρα ναρκήσας;</said></p><p><said who="#Μένων"><label>ΜΕΝ.</label> δοκεῖ μοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκέψαι δὴ ἐκ ταύτης τῆς ἀπορίας ὅτι καὶ ἀνευρήσει ζητῶν μετʼ ἐμοῦ, οὐδὲν ἀλλʼ ἢ ἐρωτῶντος ἐμοῦ καὶ οὐ διδάσκοντος· <milestone unit="section" resp="Stephanus" n="84d"/> φύλαττε δὲ ἄν που εὕρῃς με διδάσκοντα καὶ διεξιόντα αὐτῷ, ἀλλὰ μὴ τὰς τούτου δόξας ἀνερωτῶντα.<milestone unit="para" ed="P"/>λέγε γάρ μοι σύ· οὐ τὸ μὲν τετράπουν τοῦτο ἡμῖν ἐστι χωρίον; μανθάνεις;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἕτερον δὲ αὐτῷ προσθεῖμεν ἂν τουτὶ ἴσον;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τρίτον τόδε ἴσον ἑκατέρῳ τούτων;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν προσαναπληρωσαίμεθʼ ἂν τὸ ἐν τῇ γωνίᾳ τόδε;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄλλο τι οὖν γένοιτʼ ἂν τέτταρα ἴσα χωρία <milestone unit="section" resp="Stephanus" n="84e"/> τάδε;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; τὸ ὅλον τόδε ποσαπλάσιον τοῦδε γίγνεται;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> τετραπλάσιον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔδει δέ γε διπλάσιον ἡμῖν γενέσθαι· ἢ οὐ μέμνησαι;</said></p><p><said who="#Παῖς"><label>ΠΑΙ.</label> πάνυ γε.</said></p></div></div></body></text></TEI>