ΣΩ. τί δέ; νοῦν ἔχοντα λυπούμενον καὶ χαίροντα; ΚΑΛ. φημί. ΣΩ. πότεροι δὲ μᾶλλον χαίρουσι καὶ λυποῦνται, οἱ φρόνιμοι ἢ οἱ ἄφρονες; ΚΑΛ. οἶμαι ἔγωγε οὐ πολύ τι διαφέρειν. ΣΩ. ἀλλʼ ἀρκεῖ καὶ τοῦτο. ἐν πολέμῳ δὲ ἤδη εἶδες ἄνδρα δειλόν; ΚΑΛ. πῶς γὰρ οὔ; ΣΩ. τί οὖν; ἀπιόντων τῶν πολεμίων πότεροί σοι ἐδόκουν μᾶλλον χαίρειν, οἱ δειλοὶ ἢ οἱ ἀνδρεῖοι; ΚΑΛ. ἀμφότεροι ἔμοιγε μᾶλλον · εἰ δὲ μή, παραπλησίως γε. ΣΩ. οὐδὲν διαφέρει. χαίρουσιν δʼ οὖν καὶ οἱ δειλοί; ΚΑΛ. σφόδρα γε. ΣΩ. καὶ οἱ ἄφρονες, ὡς ἔοικεν. ΚΑΛ. ναί. ΣΩ. προσιόντων δὲ οἱ δειλοὶ μόνον λυποῦνται ἢ καὶ οἱ ἀνδρεῖοι; ΚΑΛ. ἀμφότεροι. ΣΩ. ἆρα ὁμοίως; ΚΑΛ. μᾶλλον ἴσως οἱ δειλοί. ΣΩ. ἀπιόντων δʼ οὐ μᾶλλον χαίρουσιν; ΚΑΛ. ἴσως. ΣΩ. οὐκοῦν λυποῦνται μὲν καὶ χαίρουσιν καὶ οἱ ἄφρονες καὶ οἱ φρόνιμοι καὶ οἱ δειλοὶ καὶ οἱ ἀνδρεῖοι παραπλησίως, ὡς σὺ φῄς, μᾶλλον δὲ οἱ δειλοὶ τῶν ἀνδρείων; ΚΑΛ. φημί. ΣΩ. ἀλλὰ μὴν οἵ γε φρόνιμοι καὶ οἱ ἀνδρεῖοι ἀγαθοί, οἱ δὲ δειλοὶ καὶ ἄφρονες κακοί; ΚΑΛ. ναί. ΣΩ. παραπλησίως ἄρα χαίρουσιν καὶ λυποῦνται οἱ ἀγαθοὶ καὶ οἱ κακοί; ΚΑΛ. φημί. ΣΩ. ἆρʼ οὖν παραπλησίως εἰσὶν ἀγαθοὶ καὶ κακοὶ οἱ ἀγαθοί τε καὶ οἱ κακοί; ἢ καὶ ἔτι μᾶλλον ἀγαθοὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοί εἰσιν οἱ κακοί; ΚΑΛ. ἀλλὰ μὰ Δίʼ οὐκ οἶδʼ ὅτι λέγεις. ΣΩ. οὐκ οἶσθʼ ὅτι τοὺς ἀγαθοὺς ἀγαθῶν φῂς παρουσίᾳ εἶναι ἀγαθούς, καὶ κακοὺς δὲ κακῶν; τὰ δὲ ἀγαθὰ εἶναι τὰς ἡδονάς, κακὰ δὲ τὰς ἀνίας; ΚΑΛ. ἔγωγε. ΣΩ. οὐκοῦν τοῖς χαίρουσιν πάρεστιν τἀγαθά, αἱ ἡδοναί, εἴπερ χαίρουσιν; ΚΑΛ. πῶς γὰρ οὔ; ΣΩ. οὐκοῦν ἀγαθῶν παρόντων ἀγαθοί εἰσιν οἱ χαίροντες; ΚΑΛ. ναί. ΣΩ. τί δέ; τοῖς ἀνιωμένοις οὐ πάρεστιν τὰ κακά, αἱ λῦπαι; ΚΑΛ. πάρεστιν. ΣΩ. κακῶν δέ γε παρουσίᾳ φῂς σὺ εἶναι κακοὺς τοὺς κακούς· ἢ οὐκέτι φῄς; ΚΑΛ. ἔγωγε. ΣΩ. ἀγαθοὶ ἄρα οἳ ἂν χαίρωσι, κακοὶ δὲ οἳ ἂν ἀνιῶνται; ΚΑΛ. πάνυ γε. ΣΩ. οἳ μέν γε μᾶλλον μᾶλλον, οἳ δʼ ἧττον ἧττον, οἳ δὲ παραπλησίως παραπλησίως; ΚΑΛ. ναί. ΣΩ. οὐκοῦν φῂς παραπλησίως χαίρειν καὶ λυπεῖσθαι τοὺς φρονίμους καὶ τοὺς ἄφρονας καὶ τοὺς δειλοὺς καὶ τοὺς ἀνδρείους, ἢ καὶ μᾶλλον ἔτι τοὺς δειλούς; ΚΑΛ. ἔγωγε.