ΣΩ. οἷον περὶ ὅτου βούλει τοῦ σώματος ἀπολαβὼν σκόπει. νοσεῖ που ἄνθρωπος ὀφθαλμούς, ᾧ ὄνομα ὀφθαλμία; ΚΑΛ. πῶς γὰρ οὔ; ΣΩ. οὐ δήπου καὶ ὑγιαίνει γε ἅμα τοὺς αὐτούς; ΚΑΛ. οὐδʼ ὁπωστιοῦν. ΣΩ. τί δὲ ὅταν τῆς ὀφθαλμίας ἀπαλλάττηται; ἆρα τότε καὶ τῆς ὑγιείας ἀπαλλάττεται τῶν ὀφθαλμῶν καὶ τελευτῶν ἅμα ἀμφοτέρων ἀπήλλακται; ΚΑΛ. ἥκιστά γε. ΣΩ. θαυμάσιον γὰρ οἶμαι καὶ ἄλογον γίγνεται· ἦ γάρ; ΚΑΛ. σφόδρα γε. ΣΩ. ἀλλʼ ἐν μέρει οἶμαι ἑκάτερον καὶ λαμβάνει καὶ ἀπολλύει; ΚΑΛ. φημί. ΣΩ. οὐκοῦν καὶ ἰσχὺν καὶ ἀσθένειαν ὡσαύτως; ΚΑΛ. ναί. ΣΩ. καὶ τάχος καὶ βραδυτῆτα; ΚΑΛ. πάνυ γε. ΣΩ. ἦ καὶ τἀγαθὰ καὶ τὴν εὐδαιμονίαν καὶ τἀναντία τούτων, κακά τε καὶ ἀθλιότητα, ἐν μέρει λαμβάνει καὶ ἐν μέρει ἀπαλλάττεται ἑκατέρου; ΚΑΛ. πάντως δήπου. ΣΩ. ἐὰν εὕρωμεν ἄρα ἄττα ὧν ἅμα τε ἀπαλλάττεται ἄνθρωπος καὶ ἅμα ἔχει, δῆλον ὅτι ταῦτά γε οὐκ ἂν εἴη τό τε ἀγαθὸν καὶ τὸ κακόν. ὁμολογοῦμεν ταῦτα; καὶ εὖ μάλα σκεψάμενος ἀποκρίνου. ΚΑΛ. ἀλλʼ ὑπερφυῶς ὡς ὁμολογῶ. ΣΩ. ἴθι δὴ ἐπὶ τὰ ἔμπροσθεν ὡμολογημένα. τὸ πεινῆν ἔλεγες πότερον ἡδὺ ἢ ἀνιαρὸν εἶναι; αὐτὸ λέγω τὸ πεινῆν. ΚΑΛ. ἀνιαρὸν ἔγωγε· τὸ μέντοι πεινῶντα ἐσθίειν ἡδὺ λέγω. ΣΩ. μανθάνω· ἀλλʼ οὖν τό γε πεινῆν αὐτὸ ἀνιαρόν. ἢ οὐχί; ΚΑΛ. φημί. ΣΩ. οὐκοῦν καὶ τὸ διψῆν; ΚΑΛ. σφόδρα γε. ΣΩ. πότερον οὖν ἔτι πλείω ἐρωτῶ, ἢ ὁμολογεῖς ἅπασαν ἔνδειαν καὶ ἐπιθυμίαν ἀνιαρὸν εἶναι; ΚΑΛ. ὁμολογῶ, ἀλλὰ μὴ ἐρώτα. ΣΩ. εἶεν· διψῶντα δὲ δὴ πίνειν ἄλλο τι ἢ ἡδὺ φῂς εἶναι; ΚΑΛ. ἔγωγε. ΣΩ. οὐκοῦν τούτου οὗ λέγεις τὸ μὲν διψῶντα λυπούμενον δήπου ἐστίν; ΚΑΛ. ναί. ΣΩ. τὸ δὲ πίνειν πλήρωσίς τε τῆς ἐνδείας καὶ ἡδονή; ΚΑΛ. ναί. ΣΩ. οὐκοῦν κατὰ τὸ πίνειν χαίρειν λέγεις; ΚΑΛ. μάλιστα. ΣΩ. διψῶντά γε. ΚΑΛ. φημί. ΣΩ. λυπούμενον; ΚΑΛ. ναί. ΣΩ. αἰσθάνῃ οὖν τὸ συμβαῖνον, ὅτι λυπούμενον χαίρειν λέγεις ἅμα, ὅταν διψῶντα πίνειν λέγῃς; ἢ οὐχ ἅμα τοῦτο γίγνεται κατὰ τὸν αὐτὸν τόπον καὶ χρόνον εἴτε ψυχῆς εἴτε σώματος βούλει; οὐδὲν γὰρ οἶμαι διαφέρει. ἔστι ταῦτα ἢ οὔ; ΚΑΛ. ἔστιν. ΣΩ. ἀλλὰ μὴν εὖ γε πράττοντα κακῶς πράττειν ἅμα ἀδύνατον φῂς εἶναι.