<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="479"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὗτος τυγχάνει ὢν ὃς ἂν τὰ μέγιστα ἀδικῶν καὶ χρώμενος μεγίστῃ ἀδικίᾳ διαπράξηται ὥστε μήτε νουθετεῖσθαι <milestone n="479" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="479a"/>μήτε κολάζεσθαι μήτε δίκην διδόναι, ὥσπερ σὺ φῂς Ἀρχέλαον παρεσκευάσθαι καὶ τοὺς ἄλλους τυράννους καὶ ῥήτορας καὶ δυνάστας;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔοικε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σχεδὸν γάρ που οὗτοι, ὦ ἄριστε, τὸ αὐτὸ διαπεπραγμένοι εἰσὶν ὥσπερ ἂν εἴ τις τοῖς μεγίστοις νοσήμασιν συνισχόμενος διαπράξαιτο μὴ διδόναι δίκην τῶν περὶ τὸ σῶμα ἁμαρτημάτων τοῖς ἰατροῖς μηδὲ ἰατρεύεσθαι, φοβούμενος ὡσπερανεὶ παῖς τὸ κάεσθαι καὶ τὸ τέμνεσθαι, ὅτι <milestone unit="section" resp="Stephanus" n="479b"/> ἀλγεινόν. ἢ οὐ δοκεῖ καὶ σοὶ οὕτω;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀγνοῶν γε, ὡς ἔοικεν, οἷόν ἐστιν ἡ ὑγίεια καὶ ἀρετὴ σώματος. κινδυνεύουσι γὰρ ἐκ τῶν νῦν ἡμῖν ὡμολογημένων τοιοῦτόν τι ποιεῖν καὶ οἱ τὴν δίκην φεύγοντες, ὦ Πῶλε, τὸ ἀλγεινὸν αὐτοῦ καθορᾶν, πρὸς δὲ τὸ ὠφέλιμον τυφλῶς ἔχειν καὶ ἀγνοεῖν ὅσῳ ἀθλιώτερόν ἐστι μὴ ὑγιοῦς σώματος μὴ ὑγιεῖ ψυχῇ συνοικεῖν, ἀλλὰ σαθρᾷ καὶ ἀδίκῳ <milestone unit="section" resp="Stephanus" n="479c"/> καὶ ἀνοσίῳ, ὅθεν καὶ πᾶν ποιοῦσιν ὥστε δίκην μὴ διδόναι μηδʼ ἀπαλλάττεσθαι τοῦ μεγίστου κακοῦ, καὶ χρήματα παρασκευαζόμενοι καὶ φίλους καὶ ὅπως ἂν ὦσιν ὡς πιθανώτατοι λέγειν· εἰ δὲ ἡμεῖς ἀληθῆ ὡμολογήκαμεν, ὦ Πῶλε, ἆρʼ αἰσθάνῃ τὰ συμβαίνοντα ἐκ τοῦ λόγου; ἢ βούλει συλλογισώμεθα αὐτά;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> εἰ σοί γε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν συμβαίνει μέγιστον κακὸν ἡ ἀδικία καὶ τὸ <milestone unit="section" resp="Stephanus" n="479d"/> ἀδικεῖν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φαίνεταί γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν ἀπαλλαγή γε ἐφάνη τούτου τοῦ κακοῦ τὸ δίκην διδόναι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> κινδυνεύει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δέ γε μὴ διδόναι ἐμμονὴ τοῦ κακοῦ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δεύτερον ἄρα ἐστὶν τῶν κακῶν μεγέθει τὸ ἀδικεῖν· τὸ δὲ ἀδικοῦντα μὴ διδόναι δίκην πάντων μέγιστόν τε καὶ πρῶτον κακῶν πέφυκεν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὐ περὶ τούτου, ὦ φίλε, ἠμφεσβητήσαμεν, σὺ μὲν τὸν Ἀρχέλαον εὐδαιμονίζων τὸν τὰ μέγιστα ἀδικοῦντα <milestone unit="section" resp="Stephanus" n="479e"/> δίκην οὐδεμίαν διδόντα, ἐγὼ δὲ τοὐναντίον οἰόμενος, εἴτε Ἀρχέλαος εἴτʼ ἄλλος ἀνθρώπων ὁστισοῦν μὴ δίδωσι δίκην ἀδικῶν, τούτῳ προσήκειν ἀθλίῳ εἶναι διαφερόντως τῶν ἄλλων ἀνθρώπων, καὶ ἀεὶ τὸν ἀδικοῦντα τοῦ ἀδικουμένου ἀθλιώτερον εἶναι καὶ τὸν μὴ διδόντα δίκην τοῦ διδόντος; οὐ ταῦτʼ ἦν τὰ ὑπʼ ἐμοῦ λεγόμενα;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἀποδέδεικται ὅτι ἀληθῆ ἐλέγετο;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φαίνεται.</said></p></div></div></body></text></TEI>