<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="472"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ μακάριε, ῥητορικῶς γάρ με ἐπιχειρεῖς ἐλέγχειν, ὥσπερ οἱ ἐν τοῖς δικαστηρίοις ἡγούμενοι ἐλέγχειν. καὶ γὰρ ἐκεῖ οἱ ἕτεροι τοὺς ἑτέρους δοκοῦσιν ἐλέγχειν, ἐπειδὰν τῶν λόγων ὧν ἂν λέγωσι μάρτυρας πολλοὺς παρέχωνται καὶ εὐδοκίμους, ὁ δὲ τἀναντία λέγων ἕνα τινὰ παρέχηται ἢ μηδένα. οὗτος δὲ ὁ ἔλεγχος οὐδενὸς ἄξιός ἐστιν πρὸς τὴν
<milestone n="472" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="472a"/>ἀλήθειαν· ἐνίοτε γὰρ ἂν καὶ καταψευδομαρτυρηθείη τις ὑπὸ πολλῶν καὶ δοκούντων εἶναί τι. καὶ νῦν περὶ ὧν σὺ λέγεις ὀλίγου σοι πάντες συμφήσουσιν ταὐτὰ Ἀθηναῖοι καὶ οἱ ξένοι, ἐὰν βούλῃ κατʼ ἐμοῦ μάρτυρας παρασχέσθαι ὡς οὐκ ἀληθῆ λέγω· μαρτυρήσουσί σοι, ἐὰν μὲν βούλῃ, Νικίας ὁ Νικηράτου καὶ οἱ ἀδελφοὶ μετʼ αὐτοῦ, ὧν οἱ τρίποδες οἱ ἐφεξῆς ἑστῶτές εἰσιν ἐν τῷ Διονυσίῳ, ἐὰν δὲ βούλῃ, Ἀριστοκράτης <milestone unit="section" resp="Stephanus" n="472b"/> ὁ Σκελλίου, οὗ αὖ ἐστιν ἐν Πυθίου τοῦτο τὸ καλὸν ἀνάθημα, ἐὰν δὲ βούλῃ, ἡ Περικλέους ὅλη οἰκία ἢ ἄλλη συγγένεια ἥντινα ἂν βούλῃ τῶν ἐνθάδε ἐκλέξασθαι. ἀλλʼ ἐγώ σοι εἷς ὢν οὐχ ὁμολογῶ· οὐ γάρ με σὺ ἀναγκάζεις, ἀλλὰ ψευδομάρτυρας πολλοὺς κατʼ ἐμοῦ παρασχόμενος ἐπιχειρεῖς ἐκβάλλειν με ἐκ τῆς οὐσίας καὶ τοῦ ἀληθοῦς. ἐγὼ δὲ ἂν μὴ σὲ αὐτὸν ἕνα ὄντα μάρτυρα παράσχωμαι ὁμολογοῦντα περὶ ὧν λέγω, οὐδὲν οἶμαι ἄξιον λόγου μοι πεπεράνθαι περὶ ὧν ἂν <milestone unit="section" resp="Stephanus" n="472c"/> ἡμῖν ὁ λόγος ᾖ· οἶμαι δὲ οὐδὲ σοί, ἐὰν μὴ ἐγώ σοι μαρτυρῶ εἷς ὢν μόνος, τοὺς δʼ ἄλλους πάντας τούτους χαίρειν ἐᾷς. ἔστιν μὲν οὖν οὗτός τις τρόπος ἐλέγχου, ὡς σύ τε οἴει καὶ ἄλλοι πολλοί· ἔστιν δὲ καὶ ἄλλος, ὃν ἐγὼ αὖ οἶμαι. παραβαλόντες οὖν παρʼ ἀλλήλους σκεψώμεθα εἴ τι διοίσουσιν ἀλλήλων. καὶ γὰρ καὶ τυγχάνει περὶ ὧν ἀμφισβητοῦμεν οὐ πάνυ σμικρὰ ὄντα, ἀλλὰ σχεδόν τι ταῦτα περὶ ὧν εἰδέναι τε κάλλιστον μὴ εἰδέναι τε αἴσχιστον· τὸ γὰρ κεφάλαιον αὐτῶν ἐστιν ἢ γιγνώσκειν ἢ ἀγνοεῖν ὅστις τε εὐδαίμων ἐστὶν καὶ <milestone unit="section" resp="Stephanus" n="472d"/> ὅστις μή. αὐτίκα πρῶτον, περὶ οὗ νῦν ὁ λόγος ἐστίν, σὺ ἡγῇ οἷόν τε εἶναι μακάριον ἄνδρα ἀδικοῦντά τε καὶ ἄδικον ὄντα, εἴπερ Ἀρχέλαον ἄδικον μὲν ἡγῇ εἶναι, εὐδαίμονα δέ. ἄλλο τι ὡς οὕτω σου νομίζοντος διανοώμεθα;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγὼ δέ φημι ἀδύνατον. ἓν μὲν τουτὶ ἀμφισβητοῦμεν. εἶεν· ἀδικῶν δὲ δὴ εὐδαίμων ἔσται ἆρʼ, ἂν τυγχάνῃ δίκης τε καὶ τιμωρίας;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἥκιστά γε, ἐπεὶ οὕτω γʼ ἂν ἀθλιώτατος εἴη.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="472e"/><label>ΣΩ.</label> ἀλλʼ ἐὰν ἄρα μὴ τυγχάνῃ δίκης ὁ ἀδικῶν, κατὰ τὸν σὸν λόγον εὐδαίμων ἔσται;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φημί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κατὰ δέ γε τὴν ἐμὴν δόξαν, ὦ Πῶλε, ὁ ἀδικῶν τε καὶ ὁ ἄδικος πάντως μὲν ἄθλιος, ἀθλιώτερος μέντοι ἐὰν μὴ διδῷ δίκην μηδὲ τυγχάνῃ τιμωρίας ἀδικῶν, ἧττον δὲ ἄθλιος ἐὰν διδῷ δίκην καὶ τυγχάνῃ δίκης ὑπὸ θεῶν τε καὶ ἀνθρώπων.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="473"><p><said who="#Πῶλος"><milestone n="473" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="473a"/><label>ΠΩΛ.</label> ἄτοπά γε, ὦ Σώκρατες, ἐπιχειρεῖς λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πειράσομαι δέ γε καὶ σὲ ποιῆσαι, ὦ ἑταῖρε, ταὐτὰ ἐμοὶ λέγειν· φίλον γάρ σε ἡγοῦμαι. νῦν μὲν οὖν ἃ διαφερόμεθα ταῦτʼ ἐστιν· σκόπει δὲ καὶ σύ. εἶπον ἐγώ που ἐν τοῖς ἔμπροσθεν τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι κάκιον εἶναι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σὺ δὲ τὸ ἀδικεῖσθαι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τοὺς ἀδικοῦντας ἀθλίους ἔφην εἶναι ἐγώ, καὶ ἐξηλέγχθην ὑπὸ σοῦ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναὶ μὰ Δία.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="473b"/><label>ΣΩ.</label> ὡς σύ γε οἴει, ὦ Πῶλε.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀληθῆ γε οἰόμενος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴσως. σὺ δέ γε εὐδαίμονας αὖ τοὺς ἀδικοῦντας, ἐὰν μὴ διδῶσι δίκην.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγὼ δέ γε αὐτοὺς ἀθλιωτάτους φημί, τοὺς δὲ διδόντας δίκην ἧττον. βούλει καὶ τοῦτο ἐλέγχειν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλʼ ἔτι τοῦτʼ ἐκείνου χαλεπώτερόν ἐστιν, ὦ Σώκρατες, ἐξελέγξαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ δῆτα, ὦ Πῶλε, ἀλλʼ ἀδύνατον· τὸ γὰρ ἀληθὲς οὐδέποτε ἐλέγχεται.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πῶς λέγεις; ἐὰν ἀδικῶν ἄνθρωπος ληφθῇ τυραννίδι <milestone unit="section" resp="Stephanus" n="473c"/> ἐπιβουλεύων, καὶ ληφθεὶς στρεβλῶται καὶ ἐκτέμνηται καὶ τοὺς ὀφθαλμοὺς ἐκκάηται, καὶ ἄλλας πολλὰς καὶ μεγάλας καὶ παντοδαπὰς λώβας αὐτός τε λωβηθεὶς καὶ τοὺς αὑτοῦ ἐπιδὼν παῖδάς τε καὶ γυναῖκα τὸ ἔσχατον ἀνασταυρωθῇ ἢ καταπιττωθῇ, οὗτος εὐδαιμονέστερος ἔσται ἢ ἐὰν διαφυγὼν τύραννος καταστῇ καὶ ἄρχων ἐν τῇ πόλει διαβιῷ ποιῶν ὅτι ἂν βούληται, ζηλωτὸς ὢν καὶ εὐδαιμονιζόμενος ὑπὸ τῶν <milestone unit="section" resp="Stephanus" n="473d"/> πολιτῶν καὶ τῶν ἄλλων ξένων; ταῦτα λέγεις ἀδύνατον εἶναι ἐξελέγχειν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μορμολύττῃ αὖ, ὦ γενναῖε Πῶλε, καὶ οὐκ ἐλέγχεις· ἄρτι δὲ ἐμαρτύρου. ὅμως δὲ ὑπόμνησόν με σμικρόν. ἐὰν ἀδίκως ἐπιβουλεύων τυραννίδι, εἶπες;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὐδαιμονέστερος μὲν τοίνυν οὐδέποτε ἔσται οὐδέτερος αὐτῶν, οὔτε ὁ κατειργασμένος τὴν τυραννίδα ἀδίκως οὔτε ὁ διδοὺς δίκην—δυοῖν γὰρ ἀθλίοιν εὐδαιμονέστερος μὲν <milestone unit="section" resp="Stephanus" n="473e"/> οὐκ ἂν εἴη—ἀθλιώτερος μέντοι ὁ διαφεύγων καὶ τυραννεύσας. τί τοῦτο, ὦ Πῶλε; γελᾷς; ἄλλο αὖ τοῦτο εἶδος ἐλέγχου ἐστίν, ἐπειδάν τίς τι εἴπῃ, καταγελᾶν, ἐλέγχειν δὲ μή;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐκ οἴει ἐξεληλέγχθαι, ὦ Σώκρατες, ὅταν τοιαῦτα λέγῃς ἃ οὐδεὶς ἂν φήσειεν ἀνθρώπων; ἐπεὶ ἐροῦ τινα τουτωνί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="474"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ Πῶλε, οὐκ εἰμὶ τῶν πολιτικῶν, καὶ πέρυσι βουλεύειν λαχών, ἐπειδὴ ἡ φυλὴ ἐπρυτάνευε καὶ ἔδει με ἐπιψηφίζειν, <milestone n="474" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="474a"/>γέλωτα παρεῖχον καὶ οὐκ ἠπιστάμην ἐπιψηφίζειν. μὴ οὖν μηδὲ νῦν με κέλευε ἐπιψηφίζειν τοὺς παρόντας, ἀλλʼ εἰ μὴ ἔχεις τούτων βελτίω ἔλεγχον, ὅπερ νυνδὴ ἐγὼ ἔλεγον, ἐμοὶ ἐν τῷ μέρει παράδος, καὶ πείρασαι τοῦ ἐλέγχου οἷον ἐγὼ οἶμαι δεῖν εἶναι. ἐγὼ γὰρ ὧν ἂν λέγω ἕνα μὲν παρασχέσθαι μάρτυρα ἐπίσταμαι, αὐτὸν πρὸς ὃν ἄν μοι ὁ λόγος ᾖ, τοὺς δὲ πολλοὺς ἐῶ χαίρειν, καὶ ἕνα ἐπιψηφίζειν ἐπίσταμαι, τοῖς δὲ <milestone unit="section" resp="Stephanus" n="474b"/> πολλοῖς οὐδὲ διαλέγομαι. ὅρα οὖν εἰ ἐθελήσεις ἐν τῷ μέρει διδόναι ἔλεγχον ἀποκρινόμενος τὰ ἐρωτώμενα. ἐγὼ γὰρ δὴ οἶμαι καὶ ἐμὲ καὶ σὲ καὶ τοὺς ἄλλους ἀνθρώπους τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι κάκιον ἡγεῖσθαι καὶ τὸ μὴ διδόναι δίκην τοῦ διδόναι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἐγὼ δέ γε οὔτʼ ἐμὲ οὔτʼ ἄλλον ἀνθρώπων οὐδένα. ἐπεὶ σὺ δέξαιʼ ἂν μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ σύ γʼ ἂν καὶ οἱ ἄλλοι πάντες.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πολλοῦ γε δεῖ, ἀλλʼ οὔτʼ ἐγὼ οὔτε σὺ οὔτʼ ἄλλος οὐδείς.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="474c"/><label>ΣΩ.</label> οὔκουν ἀποκρινῇ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ μὲν οὖν· καὶ γὰρ ἐπιθυμῶ εἰδέναι ὅτι ποτʼ ἐρεῖς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγε δή μοι, ἵνʼ εἰδῇς, ὥσπερ ἂν εἰ ἐξ ἀρχῆς σε ἠρώτων· πότερον δοκεῖ σοι, ὦ Πῶλε, κάκιον εἶναι, τὸ ἀδικεῖν ἢ τὸ ἀδικεῖσθαι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τὸ ἀδικεῖσθαι ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ δή; αἴσχιον πότερον τὸ ἀδικεῖν ἢ τὸ ἀδικεῖσθαι; ἀποκρίνου.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τὸ ἀδικεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ κάκιον, εἴπερ αἴσχιον.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἥκιστά γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μανθάνω· οὐ <milestone unit="section" resp="Stephanus" n="474d"/> ταὐτὸν ἡγῇ σύ, ὡς ἔοικας, καλόν τε καὶ ἀγαθὸν καὶ κακὸν καὶ αἰσχρόν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ τόδε; τὰ καλὰ πάντα, οἷον καὶ σώματα καὶ χρώματα καὶ σχήματα καὶ φωνὰς καὶ ἐπιτηδεύματα, εἰς οὐδὲν ἀποβλέπων καλεῖς ἑκάστοτε καλά; οἷον πρῶτον τὰ σώματα τὰ καλὰ οὐχὶ ἤτοι κατὰ τὴν χρείαν λέγεις καλὰ εἶναι, πρὸς ὃ ἂν ἕκαστον χρήσιμον ᾖ, πρὸς τοῦτο, ἢ κατὰ ἡδονήν τινα, ἐὰν ἐν τῷ θεωρεῖσθαι χαίρειν ποιῇ τοὺς θεωροῦντας; ἔχεις τι ἐκτὸς τούτων λέγειν περὶ σώματος κάλλους;</said></p><p><said who="#Πῶλος"><milestone unit="section" resp="Stephanus" n="474e"/><label>ΠΩΛ.</label> οὐκ ἔχω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τἆλλα πάντα οὕτω καὶ σχήματα καὶ χρώματα ἢ διὰ ἡδονήν τινα ἢ διὰ ὠφελίαν ἢ διʼ ἀμφότερα καλὰ προσαγορεύεις;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ καὶ τὰς φωνὰς καὶ τὰ κατὰ τὴν μουσικὴν πάντα ὡσαύτως;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν τά γε κατὰ τοὺς νόμους καὶ τὰ ἐπιτηδεύματα οὐ δήπου ἐκτὸς τούτων ἐστίν, τὰ καλά, τοῦ ἢ ὠφέλιμα εἶναι ἢ ἡδέα ἢ ἀμφότερα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="475"><p><said who="#Πῶλος"><milestone n="475" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="475a"/><label>ΠΩΛ.</label> οὐκ ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τὸ τῶν μαθημάτων κάλλος ὡσαύτως;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε· καὶ καλῶς γε νῦν ὁρίζῃ, ὦ Σώκρατες, ἡδονῇ τε καὶ ἀγαθῷ ὁριζόμενος τὸ καλόν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ αἰσχρὸν τῷ ἐναντίῳ, λύπῃ τε καὶ κακῷ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅταν ἄρα δυοῖν καλοῖν θάτερον κάλλιον ᾖ, ἢ τῷ ἑτέρῳ τούτοιν ἢ ἀμφοτέροις ὑπερβάλλον κάλλιόν ἐστιν, ἤτοι ἡδονῇ ἢ ὠφελίᾳ ἢ ἀμφοτέροις.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ὅταν δὲ δὴ δυοῖν αἰσχροῖν τὸ <milestone unit="section" resp="Stephanus" n="475b"/> ἕτερον αἴσχιον ᾖ, ἤτοι λύπῃ ἢ κακῷ ὑπερβάλλον αἴσχιον ἔσται· ἢ οὐκ ἀνάγκη;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή, πῶς ἐλέγετο νυνδὴ περὶ τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι; οὐκ ἔλεγες τὸ μὲν ἀδικεῖσθαι κάκιον εἶναι, τὸ δὲ ἀδικεῖν αἴσχιον;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔλεγον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἴπερ αἴσχιον τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, ἤτοι λυπηρότερόν ἐστιν καὶ λύπῃ ὑπερβάλλον αἴσχιον ἂν εἴη ἢ κακῷ ἢ ἀμφοτέροις; οὐ καὶ τοῦτο ἀνάγκη;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρῶτον <milestone unit="section" resp="Stephanus" n="475c"/> μὲν δὴ σκεψώμεθα, ἆρα λύπῃ ὑπερβάλλει τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι, καὶ ἀλγοῦσι μᾶλλον οἱ ἀδικοῦντες ἢ οἱ ἀδικούμενοι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐδαμῶς, ὦ Σώκρατες, τοῦτό γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα λύπῃ γε ὑπερέχει.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ μὴ λύπῃ, ἀμφοτέροις μὲν οὐκ ἂν ἔτι ὑπερβάλλοι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐ φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τῷ ἑτέρῳ λείπεται.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῷ κακῷ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν κακῷ ὑπερβάλλον τὸ ἀδικεῖν κάκιον ἂν εἴη τοῦ ἀδικεῖσθαι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> δῆλον δὴ ὅτι.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="475d"/><label>ΣΩ.</label> ἄλλο τι οὖν ὑπὸ μὲν τῶν πολλῶν ἀνθρώπων καὶ ὑπὸ σοῦ ὡμολογεῖτο ἡμῖν ἐν τῷ ἔμπροσθεν χρόνῳ αἴσχιον εἶναι τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν δέ γε κάκιον ἐφάνη.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔοικε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δέξαιο ἂν οὖν σὺ μᾶλλον τὸ κάκιον καὶ τὸ αἴσχιον ἀντὶ τοῦ ἧττον; μὴ ὄκνει ἀποκρίνασθαι, ὦ Πῶλε· οὐδὲν γὰρ βλαβήσῃ· ἀλλὰ γενναίως τῷ λόγῳ ὥσπερ ἰατρῷ παρέχων ἀποκρίνου, καὶ ἢ <milestone unit="section" resp="Stephanus" n="475e"/> φάθι ἢ μὴ ἃ ἐρωτῶ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλʼ οὐκ ἂν δεξαίμην, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄλλος δέ τις ἀνθρώπων;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὔ μοι δοκεῖ κατά γε τοῦτον τὸν λόγον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀληθῆ ἄρα ἐγὼ ἔλεγον, ὅτι οὔτʼ ἂν ἐγὼ οὔτʼ ἂν σὺ οὔτʼ ἄλλος οὐδεὶς ἀνθρώπων δέξαιτʼ ἂν μᾶλλον ἀδικεῖν ἢ ἀδικεῖσθαι· κάκιον γὰρ τυγχάνει ὄν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φαίνεται.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="476"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁρᾷς οὖν, ὦ Πῶλε, ὁ ἔλεγχος παρὰ τὸν ἔλεγχον παραβαλλόμενος ὅτι οὐδὲν ἔοικεν, ἀλλὰ σοὶ μὲν οἱ ἄλλοι πάντες ὁμολογοῦσιν πλὴν ἐμοῦ, ἐμοὶ δὲ σὺ ἐξαρκεῖς εἷς ὢν <milestone n="476" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="476a"/>μόνος καὶ ὁμολογῶν καὶ μαρτυρῶν, καὶ ἐγὼ σὲ μόνον ἐπιψηφίζων τοὺς ἄλλους ἐῶ χαίρειν. καὶ τοῦτο μὲν ἡμῖν οὕτως ἐχέτω· μετὰ τοῦτο δὲ περὶ οὗ τὸ δεύτερον ἠμφεσβητήσαμεν σκεψώμεθα, τὸ ἀδικοῦντα διδόναι δίκην ἆρα μέγιστον τῶν κακῶν ἐστιν, ὡς σὺ ᾤου, ἢ μεῖζον τὸ μὴ διδόναι, ὡς αὖ ἐγὼ ᾤμην.<milestone unit="para" ed="P"/>σκοπώμεθα δὲ τῇδε· τὸ διδόναι δίκην καὶ τὸ κολάζεσθαι δικαίως ἀδικοῦντα ἆρα τὸ αὐτὸ καλεῖς;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="476b"/><label>ΣΩ.</label> ἔχεις οὖν λέγειν ὡς οὐχὶ τά γε δίκαια πάντα καλά ἐστιν, καθʼ ὅσον δίκαια; καὶ διασκεψάμενος εἰπέ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλά μοι δοκεῖ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκόπει δὴ καὶ τόδε· ἆρα εἴ τίς τι ποιεῖ, ἀνάγκη τι εἶναι καὶ πάσχον ὑπὸ τούτου τοῦ ποιοῦντος;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα τοῦτο πάσχον ὃ τὸ ποιοῦν ποιεῖ, καὶ τοιοῦτον οἷον ποιεῖ τὸ ποιοῦν; λέγω δὲ τὸ τοιόνδε· εἴ τις τύπτει, ἀνάγκη τι τύπτεσθαι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ εἰ σφόδρα τύπτει ἢ ταχὺ ὁ <milestone unit="section" resp="Stephanus" n="476c"/> τύπτων, οὕτω καὶ τὸ τυπτόμενον τύπτεσθαι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοιοῦτον ἄρα πάθος τῷ τυπτομένῳ ἐστὶν οἷον ἂν τὸ τύπτον ποιῇ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ εἰ κάει τις, ἀνάγκη τι κάεσθαι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ εἰ σφόδρα γε κάει ἢ ἀλγεινῶς, οὕτω κάεσθαι τὸ καόμενον ὡς ἂν τὸ κᾶον κάῃ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ εἰ τέμνει τι, ὁ αὐτὸς λόγος; τέμνεται γάρ τι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ εἰ μέγα γε ἢ βαθὺ τὸ τμῆμα ἢ ἀλγεινόν, τοιοῦτον <milestone unit="section" resp="Stephanus" n="476d"/> τμῆμα τέμνεται τὸ τεμνόμενον οἷον τὸ τέμνον τέμνει;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> συλλήβδην δὴ ὅρα εἰ ὁμολογεῖς, ὃ ἄρτι ἔλεγον, περὶ πάντων, οἷον ἂν ποιῇ τὸ ποιοῦν, τοιοῦτον τὸ πάσχον πάσχειν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλʼ ὁμολογῶ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτων δὴ ὁμολογουμένων, τὸ δίκην διδόναι πότερον πάσχειν τί ἐστιν ἢ ποιεῖν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀνάγκη, ὦ Σώκρατες, πάσχειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὑπό τινος ποιοῦντος;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πῶς γὰρ οὔ; ὑπό γε τοῦ κολάζοντος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ δὲ ὀρθῶς κολάζων <milestone unit="section" resp="Stephanus" n="476e"/> δικαίως κολάζει;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δίκαια ποιῶν ἢ οὔ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> δίκαια.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὁ κολαζόμενος δίκην διδοὺς δίκαια πάσχει;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ δὲ δίκαιά που καλὰ ὡμολόγηται;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτων ἄρα ὁ μὲν ποιεῖ καλά, ὁ δὲ πάσχει, ὁ κολαζόμενος.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p></div></div></body></text></TEI>