<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="462"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> ἀλλὰ ἀντίθες τοι· σοῦ μακρὰ λέγοντος καὶ μὴ ἐθέλοντος τὸ ἐρωτώμενον ἀποκρίνεσθαι, οὐ δεινὰ ἂν αὖ ἐγὼ πάθοιμι, εἰ μὴ ἐξέσται <milestone n="462" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="462a"/>μοι ἀπιέναι καὶ μὴ ἀκούειν σου; ἀλλʼ εἴ τι κήδῃ τοῦ λόγου τοῦ εἰρημένου καὶ ἐπανορθώσασθαι αὐτὸν βούλει, ὥσπερ νυνδὴ ἔλεγον, ἀναθέμενος ὅτι σοι δοκεῖ, ἐν τῷ μέρει ἐρωτῶν τε καὶ ἐρωτώμενος, ὥσπερ ἐγώ τε καὶ Γοργίας, ἔλεγχέ τε καὶ ἐλέγχου. φῂς γὰρ δήπου καὶ σὺ ἐπίστασθαι ἅπερ Γοργίας· ἢ οὔ;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ σὺ κελεύεις σαυτὸν ἐρωτᾶν ἑκάστοτε ὅτι ἄν τις βούληται, ὡς ἐπιστάμενος ἀποκρίνεσθαι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="462b"/><label>ΣΩ.</label> καὶ νῦν δὴ τούτων ὁπότερον βούλει ποίει, ἐρώτα ἢ ἀποκρίνου.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλὰ ποιήσω ταῦτα. καί μοι ἀπόκριναι, ὦ Σώκρατες· ἐπειδὴ Γοργίας ἀπορεῖν σοι δοκεῖ περὶ τῆς ῥητορικῆς, σὺ αὐτὴν τίνα φῂς εἶναι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα ἐρωτᾷς ἥντινα τέχνην φημὶ εἶναι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδεμία ἔμοιγε δοκεῖ, ὦ Πῶλε, ὥς γε πρὸς σὲ τἀληθῆ εἰρῆσθαι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλὰ τί σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρᾶγμα ὃ φῂς σὺ ποιῆσαι τέχνην ἐν τῷ συγγράμματι <milestone unit="section" resp="Stephanus" n="462c"/> ὃ ἐγὼ ἔναγχος ἀνέγνων.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τί τοῦτο λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐμπειρίαν ἔγωγέ τινα.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἐμπειρία ἄρα σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔμοιγε, εἰ μή τι σὺ ἄλλο λέγεις.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τίνος ἐμπειρία;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> χάριτός τινος καὶ ἡδονῆς ἀπεργασίας.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐκοῦν καλόν σοι δοκεῖ ἡ ῥητορικὴ εἶναι, χαρίζεσθαι οἷόν τε εἶναι ἀνθρώποις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ, ὦ Πῶλε; ἤδη πέπυσαι παρʼ ἐμοῦ ὅτι φημὶ <milestone unit="section" resp="Stephanus" n="462d"/> αὐτὴν εἶναι, ὥστε τὸ μετὰ τοῦτο ἐρωτᾷς εἰ οὐ καλή μοι δοκεῖ εἶναι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐ γὰρ πέπυσμαι ὅτι ἐμπειρίαν τινὰ αὐτὴν φῂς εἶναι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βούλει οὖν, ἐπειδὴ τιμᾷς τὸ χαρίζεσθαι, σμικρόν τί μοι χαρίσασθαι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐροῦ νῦν με, ὀψοποιία ἥτις μοι δοκεῖ τέχνη εἶναι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἐρωτῶ δή, τίς τέχνη ὀψοποιία;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδεμία, ὦ Πῶλε.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλὰ τί; φάθι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φημὶ δή, ἐμπειρία τις.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τίς; φάθι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φημὶ δή, χάριτος καὶ ἡδονῆς <milestone unit="section" resp="Stephanus" n="462e"/> ἀπεργασίας, ὦ Πῶλε.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ταὐτὸν ἄρʼ ἐστὶν ὀψοποιία καὶ ῥητορική;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδαμῶς γε, ἀλλὰ τῆς αὐτῆς μὲν ἐπιτηδεύσεως μόριον.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τίνος λέγεις ταύτης;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="463"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μὴ ἀγροικότερον ᾖ τὸ ἀληθὲς εἰπεῖν· ὀκνῶ γὰρ Γοργίου ἕνεκα λέγειν, μὴ οἴηταί με διακωμῳδεῖν τὸ ἑαυτοῦ ἐπιτήδευμα. ἐγὼ δέ, εἰ μὲν τοῦτό ἐστιν ἡ ῥητορικὴ ἣν Γοργίας
<milestone n="463" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="463a"/>ἐπιτηδεύει, οὐκ οἶδα—καὶ γὰρ ἄρτι ἐκ τοῦ λόγου οὐδὲν ἡμῖν καταφανὲς ἐγένετο τί ποτε οὗτος ἡγεῖται—ὃ δʼ ἐγὼ καλῶ τὴν ῥητορικήν, πράγματός τινός ἐστι μόριον οὐδενὸς τῶν καλῶν.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> τίνος, ὦ Σώκρατες; εἰπέ· μηδὲν ἐμὲ αἰσχυνθῇς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δοκεῖ τοίνυν μοι, ὦ Γοργία, εἶναί τι ἐπιτήδευμα τεχνικὸν μὲν οὔ, ψυχῆς δὲ στοχαστικῆς καὶ ἀνδρείας καὶ φύσει δεινῆς προσομιλεῖν τοῖς ἀνθρώποις· καλῶ δὲ αὐτοῦ <milestone unit="section" resp="Stephanus" n="463b"/> ἐγὼ τὸ κεφάλαιον κολακείαν. ταύτης μοι δοκεῖ τῆς ἐπιτηδεύσεως πολλὰ μὲν καὶ ἄλλα μόρια εἶναι, ἓν δὲ καὶ ἡ ὀψοποιική· ὃ δοκεῖ μὲν εἶναι τέχνη, ὡς δὲ ὁ ἐμὸς λόγος, οὐκ ἔστιν τέχνη ἀλλʼ ἐμπειρία καὶ τριβή. ταύτης μόριον καὶ τὴν ῥητορικὴν ἐγὼ καλῶ καὶ τήν γε κομμωτικὴν καὶ τὴν σοφιστικήν, τέτταρα ταῦτα μόρια ἐπὶ τέτταρσιν πράγμασιν. εἰ οὖν βούλεται πῶλος πυνθάνεσθαι, πυνθανέσθω· οὐ γάρ <milestone unit="section" resp="Stephanus" n="463c"/> πω πέπυσται ὁποῖόν φημι ἐγὼ τῆς κολακείας μόριον εἶναι τὴν ῥητορικήν, ἀλλʼ αὐτὸν λέληθα οὔπω ἀποκεκριμένος, ὁ δὲ ἐπανερωτᾷ εἰ οὐ καλὸν ἡγοῦμαι εἶναι. ἐγὼ δὲ αὐτῷ οὐκ ἀποκρινοῦμαι πρότερον εἴτε καλὸν εἴτε αἰσχρὸν ἡγοῦμαι εἶναι τὴν ῥητορικὴν πρὶν ἂν πρῶτον ἀποκρίνωμαι ὅτι ἐστίν. οὐ γὰρ δίκαιον, ὦ Πῶλε· ἀλλʼ εἴπερ βούλει πυθέσθαι, ἐρώτα ὁποῖον μόριον τῆς κολακείας φημὶ εἶναι τὴν ῥητορικήν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἐρωτῶ δή, καὶ ἀπόκριναι ὁποῖον μόριον.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="463d"/><label>ΣΩ.</label> ἆρʼ οὖν ἂν μάθοις ἀποκριναμένου; ἔστιν γὰρ ἡ ῥητορικὴ κατὰ τὸν ἐμὸν λόγον πολιτικῆς μορίου εἴδωλον.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τί οὖν; καλὸν ἢ αἰσχρὸν λέγεις αὐτὴν εἶναι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> αἰσχρὸν ἔγωγε—τὰ γὰρ κακὰ αἰσχρὰ καλῶ—ἐπειδὴ δεῖ σοι ἀποκρίνασθαι ὡς ἤδη εἰδότι ἃ ἐγὼ λέγω.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> μὰ τὸν Δία, ὦ Σώκρατες, ἀλλʼ ἐγὼ οὐδὲ αὐτὸς συνίημι ὅτι λέγεις.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="463e"/><label>ΣΩ.</label> εἰκότως γε, ὦ Γοργία· οὐδὲν γάρ πω σαφὲς λέγω, πῶλος δὲ ὅδε νέος ἐστὶ καὶ ὀξύς.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀλλὰ τοῦτον μὲν ἔα, ἐμοὶ δʼ εἰπὲ πῶς λέγεις πολιτικῆς μορίου εἴδωλον εἶναι τὴν ῥητορικήν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="464"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἐγὼ πειράσομαι φράσαι ὅ γέ μοι φαίνεται εἶναι ἡ ῥητορική· εἰ δὲ μὴ τυγχάνει ὂν τοῦτο, πῶλος ὅδε <milestone n="464" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="464a"/>ἐλέγξει. σῶμά που καλεῖς τι καὶ ψυχήν;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τούτων οἴει τινὰ εἶναι ἑκατέρου εὐεξίαν;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; δοκοῦσαν μὲν εὐεξίαν, οὖσαν δʼ οὔ; οἷον τοιόνδε λέγω· πολλοὶ δοκοῦσιν εὖ ἔχειν τὰ σώματα, οὓς οὐκ ἂν ῥᾳδίως αἴσθοιτό τις ὅτι οὐκ εὖ ἔχουσιν, ἀλλʼ ἢ ἰατρός τε καὶ τῶν γυμναστικῶν τις.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ τοιοῦτον λέγω καὶ ἐν σώματι εἶναι καὶ ἐν ψυχῇ, ὃ ποιεῖ μὲν δοκεῖν εὖ ἔχειν τὸ σῶμα καὶ τὴν ψυχήν, <milestone unit="section" resp="Stephanus" n="464b"/> ἔχει δὲ οὐδὲν μᾶλλον.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή σοι, ἐὰν δύνωμαι, σαφέστερον ἐπιδείξω ὃ λέγω. δυοῖν ὄντοιν τοῖν πραγμάτοιν δύο λέγω τέχνας· τὴν μὲν ἐπὶ τῇ ψυχῇ πολιτικὴν καλῶ, τὴν δὲ ἐπὶ σώματι μίαν μὲν οὕτως ὀνομάσαι οὐκ ἔχω σοι, μιᾶς δὲ οὔσης τῆς τοῦ σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικήν, τὴν δὲ ἰατρικήν· τῆς δὲ πολιτικῆς ἀντὶ μὲν τῆς γυμναστικῆς τὴν νομοθετικήν, ἀντίστροφον δὲ τῇ ἰατρικῇ τὴν δικαιοσύνην. <milestone unit="section" resp="Stephanus" n="464c"/> ἐπικοινωνοῦσι μὲν δὴ ἀλλήλαις, ἅτε περὶ τὸ αὐτὸ οὖσαι, ἑκάτεραι τούτων, ἥ τε ἰατρικὴ τῇ γυμναστικῇ καὶ ἡ δικαιοσύνη τῇ νομοθετικῇ· ὅμως δὲ διαφέρουσίν τι ἀλλήλων. τεττάρων δὴ τούτων οὐσῶν, καὶ ἀεὶ πρὸς τὸ βέλτιστον θεραπευουσῶν τῶν μὲν τὸ σῶμα, τῶν δὲ τὴν ψυχήν, ἡ κολακευτικὴ αἰσθομένη —οὐ γνοῦσα λέγω ἀλλὰ στοχασαμένη—τέτραχα ἑαυτὴν διανείμασα, ὑποδῦσα ὑπὸ ἕκαστον τῶν μορίων, προσποιεῖται <milestone unit="section" resp="Stephanus" n="464d"/> εἶναι τοῦτο ὅπερ ὑπέδυ, καὶ τοῦ μὲν βελτίστου οὐδὲν φροντίζει, τῷ δὲ ἀεὶ ἡδίστῳ θηρεύεται τὴν ἄνοιαν καὶ ἐξαπατᾷ, ὥστε δοκεῖ πλείστου ἀξία εἶναι. ὑπὸ μὲν οὖν τὴν ἰατρικὴν ἡ ὀψοποιικὴ ὑποδέδυκεν, καὶ προσποιεῖται τὰ βέλτιστα σιτία τῷ σώματι εἰδέναι, ὥστʼ εἰ δέοι ἐν παισὶ διαγωνίζεσθαι ὀψοποιόν τε καὶ ἰατρόν, ἢ ἐν ἀνδράσιν οὕτως ἀνοήτοις ὥσπερ οἱ παῖδες, πότερος ἐπαΐει περὶ τῶν χρηστῶν σιτίων καὶ <milestone unit="section" resp="Stephanus" n="464e"/> πονηρῶν, ὁ ἰατρὸς ἢ ὁ ὀψοποιός, λιμῷ ἂν ἀποθανεῖν τὸν ἰατρόν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="465"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> κολακείαν μὲν οὖν αὐτὸ καλῶ, καὶ αἰσχρόν φημι
<milestone n="465" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="465a"/>εἶναι τὸ τοιοῦτον, ὦ Πῶλε—τοῦτο γὰρ πρὸς σὲ λέγω—ὅτι τοῦ ἡδέος στοχάζεται ἄνευ τοῦ βελτίστου· τέχνην δὲ αὐτὴν οὔ φημι εἶναι ἀλλʼ ἐμπειρίαν, ὅτι οὐκ ἔχει λόγον οὐδένα ᾧ προσφέρει ἃ προσφέρει ὁποῖʼ ἄττα τὴν φύσιν ἐστίν, ὥστε τὴν αἰτίαν ἑκάστου μὴ ἔχειν εἰπεῖν. ἐγὼ δὲ τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα· τούτων δὲ πέρι εἰ ἀμφισβητεῖς, ἐθέλω ὑποσχεῖν λόγον. <milestone unit="section" resp="Stephanus" n="465b"/> <milestone unit="para" ed="P"/>τῇ μὲν οὖν ἰατρικῇ, ὥσπερ λέγω, ἡ ὀψοποιικὴ κολακεία ὑπόκειται· τῇ δὲ γυμναστικῇ κατὰ τὸν αὐτὸν τρόπον τοῦτον ἡ κομμωτική, κακοῦργός τε καὶ ἀπατηλὴ καὶ ἀγεννὴς καὶ ἀνελεύθερος, σχήμασιν καὶ χρώμασιν καὶ λειότητι καὶ ἐσθῆσιν ἀπατῶσα, ὥστε ποιεῖν ἀλλότριον κάλλος ἐφελκομένους τοῦ οἰκείου τοῦ διὰ τῆς γυμναστικῆς ἀμελεῖν. ἵνʼ οὖν μὴ μακρολογῶ, ἐθέλω σοι εἰπεῖν ὥσπερ οἱ γεωμέτραι—ἤδη γὰρ <milestone unit="section" resp="Stephanus" n="465c"/> ἂν ἴσως ἀκολουθήσαις—ὅτι ὃ κομμωτικὴ πρὸς γυμναστικήν, τοῦτο σοφιστικὴ πρὸς νομοθετικήν, καὶ ὅτι ὃ ὀψοποιικὴ πρὸς ἰατρικήν, τοῦτο ῥητορικὴ πρὸς δικαιοσύνην. ὅπερ μέντοι λέγω, διέστηκε μὲν οὕτω φύσει, ἅτε δʼ ἐγγὺς ὄντων φύρονται ἐν τῷ αὐτῷ καὶ περὶ ταὐτὰ σοφισταὶ καὶ ῥήτορες, καὶ οὐκ ἔχουσιν ὅτι χρήσονται οὔτε αὐτοὶ ἑαυτοῖς οὔτε οἱ ἄλλοι ἄνθρωποι τούτοις. καὶ γὰρ ἄν, εἰ μὴ ἡ ψυχὴ τῷ σώματι <milestone unit="section" resp="Stephanus" n="465d"/> ἐπεστάτει, ἀλλʼ αὐτὸ αὑτῷ, καὶ μὴ ὑπὸ ταύτης κατεθεωρεῖτο καὶ διεκρίνετο ἥ τε ὀψοποιικὴ καὶ ἡ ἰατρική, ἀλλʼ αὐτὸ τὸ σῶμα ἔκρινε σταθμώμενον ταῖς χάρισι ταῖς πρὸς αὑτό, τὸ τοῦ Ἀναξαγόρου ἂν πολὺ ἦν, ὦ φίλε Πῶλε—σὺ γὰρ τούτων ἔμπειρος—ὁμοῦ ἂν πάντα χρήματα ἐφύρετο ἐν τῷ αὐτῷ, ἀκρίτων ὄντων τῶν τε ἰατρικῶν καὶ ὑγιεινῶν καὶ ὀψοποιικῶν. ὃ μὲν οὖν ἐγώ φημι τὴν ῥητορικὴν εἶναι, ἀκήκοας· ἀντίστροφον <milestone unit="section" resp="Stephanus" n="465e"/> ὀψοποιίας ἐν ψυχῇ, ὡς ἐκεῖνο ἐν σώματι. ἴσως μὲν οὖν ἄτοπον πεποίηκα, ὅτι σε οὐκ ἐῶν μακροὺς λόγους λέγειν αὐτὸς συχνὸν λόγον ἀποτέτακα. ἄξιον μὲν οὖν ἐμοὶ συγγνώμην ἔχειν ἐστίν· λέγοντος γάρ μου βραχέα οὐκ ἐμάνθανες, οὐδὲ χρῆσθαι τῇ ἀποκρίσει ἥν σοι ἀπεκρινάμην οὐδὲν οἷός τʼ ἦσθα, ἀλλʼ ἐδέου διηγήσεως.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="466"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> ἐὰν μὲν οὖν καὶ <milestone n="466" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="466a"/>ἐγὼ σοῦ ἀποκρινομένου μὴ ἔχω ὅτι χρήσωμαι, ἀπότεινε καὶ σὺ λόγον, ἐὰν δὲ ἔχω, ἔα με χρῆσθαι· δίκαιον γάρ. καὶ νῦν ταύτῃ τῇ ἀποκρίσει εἴ τι ἔχεις χρῆσθαι, χρῶ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τί οὖν φῄς; κολακεία δοκεῖ σοι εἶναι ἡ ῥητορική;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κολακείας μὲν οὖν ἔγωγε εἶπον μόριον. ἀλλʼ οὐ μνημονεύεις τηλικοῦτος ὤν, ὦ Πῶλε; τί τάχα δράσεις;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἆρʼ οὖν δοκοῦσί σοι ὡς κόλακες ἐν ταῖς πόλεσι φαῦλοι νομίζεσθαι οἱ ἀγαθοὶ ῥήτορες;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="466b"/><label>ΣΩ.</label> ἐρώτημα τοῦτʼ ἐρωτᾷς ἢ λόγου τινὸς ἀρχὴν λέγεις;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἐρωτῶ ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲ νομίζεσθαι ἔμοιγε δοκοῦσιν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πῶς οὐ νομίζεσθαι; οὐ μέγιστον δύνανται ἐν ταῖς πόλεσιν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔκ, εἰ τὸ δύνασθαί γε λέγεις ἀγαθόν τι εἶναι τῷ δυναμένῳ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλὰ μὴν λέγω γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐλάχιστον τοίνυν μοι δοκοῦσι τῶν ἐν τῇ πόλει δύνασθαι οἱ ῥήτορες.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> τί δέ; οὐχ, ὥσπερ οἱ τύραννοι, ἀποκτεινύασίν τε <milestone unit="section" resp="Stephanus" n="466c"/> ὃν ἂν βούλωνται, καὶ ἀφαιροῦνται χρήματα καὶ ἐκβάλλουσιν ἐκ τῶν πόλεων ὃν ἂν δοκῇ αὐτοῖς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νὴ τὸν κύνα, ἀμφιγνοῶ μέντοι, ὦ Πῶλε, ἐφʼ ἑκάστου ὧν λέγεις πότερον αὐτὸς ταῦτα λέγεις καὶ γνώμην σαυτοῦ ἀποφαίνῃ, ἢ ἐμὲ ἐρωτᾷς.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἀλλʼ ἔγωγε σὲ ἐρωτῶ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶεν, ὦ φίλε· ἔπειτα δύο ἅμα με ἐρωτᾷς;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πῶς δύο;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρτι οὕτω πως ἔλεγες· <q>ἦ οὐχὶ ἀποκτεινύασιν <milestone unit="section" resp="Stephanus" n="466d"/> οἱ ῥήτορες οὓς ἂν βούλωνται, ὥσπερ οἱ τύραννοι, καὶ χρήματα ἀφαιροῦνται καὶ ἐξελαύνουσιν ἐκ τῶν πόλεων ὃν ἂν δοκῇ αὐτοῖς;</q></said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγω τοίνυν σοι ὅτι δύο ταῦτʼ ἐστιν τὰ ἐρωτήματα, καὶ ἀποκρινοῦμαί γέ σοι πρὸς ἀμφότερα. φημὶ γάρ, ὦ Πῶλε, ἐγὼ καὶ τοὺς ῥήτορας καὶ τοὺς τυράννους δύνασθαι μὲν ἐν ταῖς πόλεσιν σμικρότατον, ὥσπερ νυνδὴ ἔλεγον· οὐδὲν <milestone unit="section" resp="Stephanus" n="466e"/> γὰρ ποιεῖν ὧν βούλονται ὡς ἔπος εἰπεῖν, ποιεῖν μέντοι ὅτι ἂν αὐτοῖς δόξῃ βέλτιστον εἶναι.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐκοῦν τοῦτο ἔστιν τὸ μέγα δύνασθαι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔχ, ὥς γέ φησιν πῶλος.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ἐγὼ οὔ φημι; φημὶ μὲν οὖν ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μὰ τὸν—οὐ σύ γε, ἐπεὶ τὸ μέγα δύνασθαι ἔφης ἀγαθὸν εἶναι τῷ δυναμένῳ.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> φημὶ γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀγαθὸν οὖν οἴει εἶναι, ἐάν τις ποιῇ ταῦτα ἃ ἂν δοκῇ αὐτῷ βέλτιστα εἶναι, νοῦν μὴ ἔχων; καὶ τοῦτο καλεῖς σὺ μέγα δύνασθαι;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐκ ἔγωγε.</said></p></div></div></body></text></TEI>