<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg023.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="447"><p><said who="#Καλλίκλης"><milestone n="447" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="447a"/><label>ΚΑΛ.</label> πολέμου καὶ μάχης φασὶ χρῆναι, ὦ Σώκρατες, οὕτω μεταλαγχάνειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἦ, τὸ λεγόμενον, κατόπιν ἑορτῆς ἥκομεν καὶ ὑστεροῦμεν;</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> καὶ μάλα γε ἀστείας ἑορτῆς· πολλὰ γὰρ καὶ καλὰ Γοργίας ἡμῖν ὀλίγον πρότερον ἐπεδείξατο.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτων μέντοι, ὦ Καλλίκλεις, αἴτιος Χαιρεφῶν ὅδε, ἐν ἀγορᾷ ἀναγκάσας ἡμᾶς διατρῖψαι.</said></p><p><said who="#Χαιρεφῶν"><milestone unit="section" resp="Stephanus" n="447b"/><label>ΧΑΙ.</label> οὐδὲν πρᾶγμα, ὦ Σώκρατες· ἐγὼ γὰρ καὶ ἰάσομαι. φίλος γάρ μοι Γοργίας, ὥστʼ ἐπιδείξεται ἡμῖν, εἰ μὲν δοκεῖ, νῦν, ἐὰν δὲ βούλῃ, εἰς αὖθις.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> τί δέ, ὦ Χαιρεφῶν; ἐπιθυμεῖ Σωκράτης ἀκοῦσαι Γοργίου;</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> ἐπʼ αὐτό γέ τοι τοῦτο πάρεσμεν.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> οὐκοῦν ὅταν βούλησθε παρʼ ἐμὲ ἥκειν οἴκαδε· παρʼ ἐμοὶ γὰρ Γοργίας καταλύει καὶ ἐπιδείξεται ὑμῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὖ λέγεις, ὦ Καλλίκλεις. ἀλλʼ ἆρα ἐθελήσειεν ἂν <milestone unit="section" resp="Stephanus" n="447c"/> ἡμῖν διαλεχθῆναι; βούλομαι γὰρ πυθέσθαι παρʼ αὐτοῦ τίς ἡ δύναμις τῆς τέχνης τοῦ ἀνδρός, καὶ τί ἐστιν ὃ ἐπαγγέλλεταί τε καὶ διδάσκει· τὴν δὲ ἄλλην ἐπίδειξιν εἰς αὖθις, ὥσπερ σὺ λέγεις, ποιησάσθω.</said></p><p><said who="#Καλλίκλης"><label>ΚΑΛ.</label> οὐδὲν οἷον τὸ αὐτὸν ἐρωτᾶν, ὦ Σώκρατες. καὶ γὰρ αὐτῷ ἓν τοῦτʼ ἦν τῆς ἐπιδείξεως· ἐκέλευε γοῦν νυνδὴ ἐρωτᾶν ὅτι τις βούλοιτο τῶν ἔνδον ὄντων, καὶ πρὸς ἅπαντα ἔφη ἀποκρινεῖσθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καλῶς λέγεις. ὦ Χαιρεφῶν, ἐροῦ αὐτόν.</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> τί ἔρωμαι;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="447d"/><label>ΣΩ.</label> ὅστις ἐστίν.</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> πῶς λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὥσπερ ἂν εἰ ἐτύγχανεν ὢν ὑποδημάτων δημιουργός, ἀπεκρίνατο ἂν δήπου σοι ὅτι σκυτοτόμος· ἢ οὐ μανθάνεις ὡς λέγω;</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> μανθάνω καὶ ἐρήσομαι. εἰπέ μοι, ὦ Γοργία, ἀληθῆ λέγει Καλλικλῆς ὅδε ὅτι ἐπαγγέλλῃ ἀποκρίνεσθαι ὅτι ἄν τίς σε ἐρωτᾷ;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="448"><p><said who="#Γοργίας"><milestone n="448" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="448a"/><label>ΓΟΡ.</label> ἀληθῆ, ὦ Χαιρεφῶν· καὶ γὰρ νυνδὴ αὐτὰ ταῦτα ἐπηγγελλόμην, καὶ λέγω ὅτι οὐδείς μέ πω ἠρώτηκε καινὸν οὐδὲν πολλῶν ἐτῶν.</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> ἦ που ἄρα ῥᾳδίως ἀποκρινῇ, ὦ Γοργία.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> πάρεστι τούτου πεῖραν, ὦ Χαιρεφῶν, λαμβάνειν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> νὴ Δία· ἂν δέ γε βούλῃ, ὦ Χαιρεφῶν, ἐμοῦ. Γοργίας μὲν γὰρ καὶ ἀπειρηκέναι μοι δοκεῖ· πολλὰ γὰρ ἄρτι διελήλυθεν.</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> τί δέ, ὦ Πῶλε; οἴει σὺ κάλλιον ἂν Γοργίου ἀποκρίνασθαι;</said></p><p><said who="#Πῶλος"><milestone unit="section" resp="Stephanus" n="448b"/><label>ΠΩΛ.</label> τί δὲ τοῦτο, ἐὰν σοί γε ἱκανῶς;</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> οὐδέν· ἀλλʼ ἐπειδὴ σὺ βούλει, ἀποκρίνου.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> Ἐρώτα.</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> ἐρωτῶ δή. εἰ ἐτύγχανε Γοργίας ἐπιστήμων ὢν τῆς τέχνης ἧσπερ ὁ ἀδελφὸς αὐτοῦ Ἡρόδικος, τί ἂν αὐτὸν ὠνομάζομεν δικαίως; οὐχ ὅπερ ἐκεῖνον;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> πάνυ γε.</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> ἰατρὸν ἄρα φάσκοντες αὐτὸν εἶναι καλῶς ἂν ἐλέγομεν.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ναί.</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> εἰ δέ γε ἧσπερ Ἀριστοφῶν ὁ Ἀγλαοφῶντος ἢ ὁ ἀδελφὸς αὐτοῦ ἔμπειρος ἦν τέχνης, τίνα ἂν αὐτὸν ὀρθῶς ἐκαλοῦμεν;</said></p><p><said who="#Πῶλος"><milestone unit="section" resp="Stephanus" n="448c"/><label>ΠΩΛ.</label> δῆλον ὅτι ζωγράφον.</said></p><p><said who="#Χαιρεφῶν"><label>ΧΑΙ.</label> νῦν δʼ ἐπειδὴ τίνος τέχνης ἐπιστήμων ἐστίν, τίνα ἂν καλοῦντες αὐτὸν ὀρθῶς καλοῖμεν;</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> ὦ Χαιρεφῶν, πολλαὶ τέχναι ἐν ἀνθρώποις εἰσὶν ἐκ τῶν ἐμπειριῶν ἐμπείρως ηὑρημέναι· ἐμπειρία μὲν γὰρ ποιεῖ τὸν αἰῶνα ἡμῶν πορεύεσθαι κατὰ τέχνην, ἀπειρία δὲ κατὰ τύχην. ἑκάστων δὲ τούτων μεταλαμβάνουσιν ἄλλοι ἄλλων ἄλλως, τῶν δὲ ἀρίστων οἱ ἄριστοι· ὧν καὶ Γοργίας ἐστὶν ὅδε, καὶ μετέχει τῆς καλλίστης τῶν τεχνῶν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="448d"/><label>ΣΩ.</label> καλῶς γε, ὦ Γοργία, φαίνεται πῶλος παρεσκευάσθαι εἰς λόγους· ἀλλὰ γὰρ ὃ ὑπέσχετο Χαιρεφῶντι οὐ ποιεῖ.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> τί μάλιστα, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ ἐρωτώμενον οὐ πάνυ μοι φαίνεται ἀποκρίνεσθαι.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀλλὰ σύ, εἰ βούλει, ἐροῦ αὐτόν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔκ, εἰ αὐτῷ γε σοὶ βουλομένῳ ἐστὶν ἀποκρίνεσθαι, ἀλλὰ πολὺ ἂν ἥδιον σέ. δῆλος γάρ μοι πῶλος καὶ ἐξ ὧν εἴρηκεν ὅτι τὴν καλουμένην ῥητορικὴν μᾶλλον μεμελέτηκεν ἢ διαλέγεσθαι.</said></p><p><said who="#Πῶλος"><milestone unit="section" resp="Stephanus" n="448e"/><label>ΠΩΛ.</label> τί δή, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι, ὦ Πῶλε, ἐρομένου Χαιρεφῶντος τίνος Γοργίας ἐπιστήμων τέχνης, ἐγκωμιάζεις μὲν αὐτοῦ τὴν τέχνην ὥσπερ τινὸς ψέγοντος, ἥτις δέ ἐστιν οὐκ ἀπεκρίνω.</said></p><p><said who="#Πῶλος"><label>ΠΩΛ.</label> οὐ γὰρ ἀπεκρινάμην ὅτι εἴη ἡ καλλίστη;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="449"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μάλα. ἀλλʼ οὐδεὶς ἐρωτᾷ ποία τις ἡ Γοργίου τέχνη, ἀλλὰ τίς, καὶ ὅντινα δέοι καλεῖν τὸν Γοργίαν· ὥσπερ τὰ ἔμπροσθέν σοι ὑπετείνατο Χαιρεφῶν καὶ αὐτῷ καλῶς <milestone n="449" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="449a"/> καὶ διὰ βραχέων ἀπεκρίνω, καὶ νῦν οὕτως εἰπὲ τίς ἡ τέχνη καὶ τίνα Γοργίαν καλεῖν χρὴ ἡμᾶς. μᾶλλον δέ, ὦ Γοργία, αὐτὸς ἡμῖν εἰπὲ τίνα σε χρὴ καλεῖν ὡς τίνος ἐπιστήμονα τέχνης.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> τῆς ῥητορικῆς, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ῥήτορα ἄρα χρή σε καλεῖν;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀγαθόν γε, ὦ Σώκρατες, εἰ δὴ ὅ γε εὔχομαι εἶναι, ὡς ἔφη Ὅμηρος, βούλει με καλεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ βούλομαι.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> κάλει δή.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="449b"/><label>ΣΩ.</label> οὐκοῦν καὶ ἄλλους σε φῶμεν δυνατὸν εἶναι ποιεῖν;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἐπαγγέλλομαί γε δὴ ταῦτα οὐ μόνον ἐνθάδε ἀλλὰ καὶ ἄλλοθι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἐθελήσαις ἄν, ὦ Γοργία, ὥσπερ νῦν διαλεγόμεθα, διατελέσαι τὸ μὲν ἐρωτῶν, τὸ δʼ ἀποκρινόμενος, τὸ δὲ μῆκος τῶν λόγων τοῦτο, οἷον καὶ πῶλος ἤρξατο, εἰς αὖθις ἀποθέσθαι; ἀλλʼ ὅπερ ὑπισχνῇ, μὴ ψεύσῃ, ἀλλὰ ἐθέλησον κατὰ βραχὺ τὸ ἐρωτώμενον ἀποκρίνεσθαι.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> εἰσὶ μέν, ὦ Σώκρατες, ἔνιαι τῶν ἀποκρίσεων ἀναγκαῖαι διὰ μακρῶν τοὺς λόγους ποιεῖσθαι· οὐ μὴν ἀλλὰ <milestone unit="section" resp="Stephanus" n="449c"/> πειράσομαί γε ὡς διὰ βραχυτάτων. καὶ γὰρ αὖ καὶ τοῦτο ἕν ἐστιν ὧν φημι, μηδένα ἂν ἐν βραχυτέροις ἐμοῦ τὰ αὐτὰ εἰπεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτου μὴν δεῖ, ὦ Γοργία· καί μοι ἐπίδειξιν αὐτοῦ τούτου ποίησαι, τῆς βραχυλογίας, μακρολογίας δὲ εἰς αὖθις.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀλλὰ ποιήσω, καὶ οὐδενὸς φήσεις βραχυλογωτέρου ἀκοῦσαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή· ῥητορικῆς γὰρ φῂς ἐπιστήμων τέχνης <milestone unit="section" resp="Stephanus" n="449d"/> εἶναι καὶ ποιῆσαι ἂν καὶ ἄλλον ῥήτορα· ἡ ῥητορικὴ περὶ τί τῶν ὄντων τυγχάνει οὖσα; ὥσπερ ἡ ὑφαντικὴ περὶ τὴν τῶν ἱματίων ἐργασίαν· ἦ γάρ;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ἡ μουσικὴ περὶ τὴν τῶν μελῶν ποίησιν;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νὴ τὴν Ἥραν, ὦ Γοργία, ἄγαμαί γε τὰς ἀποκρίσεις, ὅτι ἀποκρίνῃ ὡς οἷόν τε διὰ βραχυτάτων.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> πάνυ γὰρ οἶμαι, ὦ Σώκρατες, ἐπιεικῶς τοῦτο ποιεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὖ λέγεις. ἴθι δή μοι ἀπόκριναι οὕτως καὶ περὶ τῆς ῥητορικῆς, περὶ τί τῶν ὄντων ἐστὶν ἐπιστήμη;</said></p><p><said who="#Γοργίας"><milestone unit="section" resp="Stephanus" n="449e"/><label>ΓΟΡ.</label> περὶ λόγους.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ποίους τούτους, ὦ Γοργία; ἆρα οἳ δηλοῦσι τοὺς κάμνοντας, ὡς ἂν διαιτώμενοι ὑγιαίνοιεν;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα περὶ πάντας γε τοὺς λόγους ἡ ῥητορική ἐστιν.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν λέγειν γε ποιεῖ δυνατούς.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν περὶ ὧνπερ λέγειν, καὶ φρονεῖν;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> πῶς γὰρ οὔ;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="450"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν,<milestone n="450" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="450a"/>ἣν νυνδὴ ἐλέγομεν, ἡ ἰατρικὴ περὶ τῶν καμνόντων ποιεῖ δυνατοὺς εἶναι φρονεῖν καὶ λέγειν;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἡ ἰατρικὴ ἄρα, ὡς ἔοικεν, περὶ λόγους ἐστίν.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούς γε περὶ τὰ νοσήματα;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> μάλιστα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ἡ γυμναστικὴ περὶ λόγους ἐστὶν τοὺς περὶ εὐεξίαν τε τῶν σωμάτων καὶ καχεξίαν;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν καὶ αἱ ἄλλαι τέχναι, ὦ Γοργία, οὕτως <milestone unit="section" resp="Stephanus" n="450b"/> ἔχουσιν· ἑκάστη αὐτῶν περὶ λόγους ἐστὶν τούτους, οἳ τυγχάνουσιν ὄντες περὶ τὸ πρᾶγμα οὗ ἑκάστη ἐστὶν ἡ τέχνη.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν δή ποτε τὰς ἄλλας τέχνας οὐ ῥητορικὰς καλεῖς, οὔσας περὶ λόγους, εἴπερ ταύτην ῥητορικὴν καλεῖς, ἣ ἂν ᾖ περὶ λόγους;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ὅτι, ὦ Σώκρατες, τῶν μὲν ἄλλων τεχνῶν περὶ χειρουργίας τε καὶ τοιαύτας πράξεις ὡς ἔπος εἰπεῖν πᾶσά ἐστιν ἡ ἐπιστήμη, τῆς δὲ ῥητορικῆς οὐδέν ἐστιν τοιοῦτον χειρούργημα, ἀλλὰ πᾶσα ἡ πρᾶξις καὶ ἡ κύρωσις διὰ λόγων <milestone unit="section" resp="Stephanus" n="450c"/> ἐστίν. διὰ ταῦτʼ ἐγὼ τὴν ῥητορικὴν τέχνην ἀξιῶ εἶναι περὶ λόγους, ὀρθῶς λέγων, ὡς ἐγώ φημι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν μανθάνω οἵαν αὐτὴν βούλει καλεῖν; τάχα δὲ εἴσομαι σαφέστερον. ἀλλʼ ἀπόκριναι· εἰσὶν ἡμῖν τέχναι. ἦ γάρ;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πασῶν δὴ οἶμαι τῶν τεχνῶν τῶν μὲν ἐργασία τὸ πολύ ἐστιν καὶ λόγου βραχέος δέονται, ἔνιαι δὲ οὐδενὸς ἀλλὰ τὸ τῆς τέχνης περαίνοιτο ἂν καὶ διὰ σιγῆς, οἷον γραφικὴ καὶ ἀνδριαντοποιία καὶ ἄλλαι πολλαί. τὰς τοιαύτας <milestone unit="section" resp="Stephanus" n="450d"/> μοι δοκεῖς λέγειν, περὶ ἃς οὐ φῂς τὴν ῥητορικὴν εἶναι· ἢ οὔ;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> πάνυ μὲν οὖν καλῶς ὑπολαμβάνεις, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἕτεραι δέ γέ εἰσι τῶν τεχνῶν αἳ διὰ λόγου πᾶν περαίνουσι, καὶ ἔργου ὡς ἔπος εἰπεῖν ἢ οὐδενὸς προσδέονται ἢ βραχέος πάνυ, οἷον ἡ ἀριθμητικὴ καὶ λογιστικὴ καὶ γεωμετρικὴ καὶ πεττευτική γε καὶ ἄλλαι πολλαὶ τέχναι, ὧν ἔνιαι σχεδόν τι ἴσους τοὺς λόγους ἔχουσι ταῖς πράξεσιν, αἱ δὲ πολλαὶ πλείους, καὶ τὸ παράπαν πᾶσα ἡ πρᾶξις καὶ τὸ <milestone unit="section" resp="Stephanus" n="450e"/> κῦρος αὐταῖς διὰ λόγων ἐστίν. τῶν τοιούτων τινά μοι δοκεῖς λέγειν τὴν ῥητορικήν.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οὔτοι τούτων γε οὐδεμίαν οἶμαί σε βούλεσθαι ῥητορικὴν καλεῖν, οὐχ ὅτι τῷ ῥήματι οὕτως εἶπες, ὅτι ἡ διὰ λόγου τὸ κῦρος ἔχουσα ῥητορική ἐστιν, καὶ ὑπολάβοι ἄν τις, εἰ βούλοιτο δυσχεραίνειν ἐν τοῖς λόγοις, <q>τὴν ἀριθμητικὴν ἄρα ῥητορικήν, ὦ Γοργία, λέγεις;</q> ἀλλʼ οὐκ οἶμαί σε οὔτε τὴν ἀριθμητικὴν οὔτε τὴν γεωμετρίαν ῥητορικὴν λέγειν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="451"><p><said who="#Γοργίας"><milestone n="451" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="451a"/><label>ΓΟΡ.</label> ὀρθῶς γὰρ οἴει, ὦ Σώκρατες, καὶ δικαίως ὑπολαμβάνεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι νυν καὶ σὺ τὴν ἀπόκρισιν ἣν ἠρόμην διαπέρανον. ἐπεὶ γὰρ ῥητορικὴ τυγχάνει μὲν οὖσα τούτων τις τῶν τεχνῶν τῶν τὸ πολὺ λόγῳ χρωμένων, τυγχάνουσιν δὲ καὶ ἄλλαι τοιαῦται οὖσαι, πειρῶ εἰπεῖν ἡ περὶ τί ἐν λόγοις τὸ κῦρος ἔχουσα ῥητορική ἐστιν. ὥσπερ ἂν εἴ τίς με ἔροιτο ὧν νυνδὴ ἔλεγον περὶ ἡστινοσοῦν τῶν τεχνῶν· <q>ὦ Σώκρατες, τίς <milestone unit="section" resp="Stephanus" n="451b"/> ἐστιν ἡ ἀριθμητικὴ τέχνη;</q> εἴποιμʼ ἂν αὐτῷ, ὥσπερ σὺ ἄρτι, ὅτι τῶν διὰ λόγου τις τὸ κῦρος ἐχουσῶν. καὶ εἴ με ἐπανέροιτο· <q>τῶν περὶ τί;</q> εἴποιμʼ ἂν ὅτι τῶν περὶ τὸ ἄρτιόν τε καὶ περιττὸν <del>γνῶσις</del>, ὅσα ἂν ἑκάτερα τυγχάνῃ ὄντα. εἰ δʼ αὖ ἔροιτο· <q>τὴν δὲ λογιστικὴν τίνα καλεῖς τέχνην;</q> εἴποιμʼ ἂν ὅτι καὶ αὕτη ἐστὶν τῶν λόγῳ τὸ πᾶν κυρουμένων· καὶ εἰ ἐπανέροιτο· <q>ἡ περὶ τί;</q> εἴποιμʼ ἂν ὥσπερ οἱ ἐν τῷ δήμῳ <milestone unit="section" resp="Stephanus" n="451c"/> συγγραφόμενοι, ὅτι τὰ μὲν ἄλλα καθάπερ ἡ ἀριθμητικὴ ἡ λογιστικὴ ἔχει—περὶ τὸ αὐτὸ γάρ ἐστιν, τό τε ἄρτιον καὶ τὸ περιττόν—διαφέρει δὲ τοσοῦτον, ὅτι καὶ πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα πῶς ἔχει πλήθους ἐπισκοπεῖ τὸ περιττὸν καὶ τὸ ἄρτιον ἡ λογιστική. καὶ εἴ τις τὴν ἀστρονομίαν ἀνέροιτο, ἐμοῦ λέγοντος ὅτι καὶ αὕτη λόγῳ κυροῦται τὰ πάντα, <q>οἱ δὲ λόγοι οἱ τῆς ἀστρονομίας,</q> εἰ φαίη, <q>περὶ τί εἰσιν, ὦ Σώκρατες;</q> εἴποιμʼ ἂν ὅτι περὶ τὴν τῶν ἄστρων φορὰν καὶ ἡλίου καὶ σελήνης, πῶς πρὸς ἄλληλα τάχους ἔχει.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ὀρθῶς γε λέγων σύ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="451d"/><label>ΣΩ.</label> ἴθι δὴ καὶ σύ, ὦ Γοργία. τυγχάνει μὲν γὰρ δὴ ἡ ῥητορικὴ οὖσα τῶν λόγῳ τὰ πάντα διαπραττομένων τε καὶ κυρουμένων· ἦ γάρ;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγε δὴ τῶν περὶ τί; <add>τί</add> ἐστι τοῦτο τῶν ὄντων, περὶ οὗ οὗτοι οἱ λόγοι εἰσὶν οἷς ἡ ῥητορικὴ χρῆται;</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> τὰ μέγιστα τῶν ἀνθρωπείων πραγμάτων, ὦ Σώκρατες, καὶ ἄριστα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ, ὦ Γοργία, ἀμφισβητήσιμον καὶ τοῦτο λέγεις <milestone unit="section" resp="Stephanus" n="451e"/> καὶ οὐδέν πω σαφές. οἴομαι γάρ σε ἀκηκοέναι ἐν τοῖς συμποσίοις ᾀδόντων ἀνθρώπων τοῦτο τὸ σκολιόν, ἐν ᾧ καταριθμοῦνται ᾁδοντες ὅτι <quote type="paraphrase">ὑγιαίνειν μὲν ἄριστόν</quote> ἐστιν, τὸ δὲ <quote type="continued">δεύτερον καλὸν γενέσθαι, τρίτον δέ</quote>, ὥς φησιν ὁ ποιητὴς τοῦ σκολιοῦ, <quote type="continued">τὸ πλουτεῖν ἀδόλως</quote>.</said></p><p><said who="#Γοργίας"><label>ΓΟΡ.</label> ἀκήκοα γάρ· ἀλλὰ πρὸς τί τοῦτο λέγεις;</said></p></div></div></body></text></TEI>