<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg022.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="359"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone unit="para" ed="P"/>οὕτω δὴ τούτων ὑποκειμένων, ἦν δʼ ἐγώ, Πρόδικέ τε καὶ Ἱππία, ἀπολογείσθω ἡμῖν Πρωταγόρας ὅδε ἃ τὸ πρῶτον ἀπεκρίνατο πῶς ὀρθῶς ἔχει—μὴ ἃ τὸ πρῶτον παντάπασι· τότε μὲν γὰρ δὴ πέντε ὄντων μορίων τῆς ἀρετῆς οὐδὲν ἔφη εἶναι τὸ ἕτερον οἷον τὸ ἕτερον, ἰδίαν δὲ αὑτοῦ ἕκαστον ἔχειν δύναμιν· ἀλλʼ οὐ ταῦτα λέγω, ἀλλʼ ἃ τὸ ὕστερον εἶπεν. τὸ γὰρ ὕστερον ἔφη τὰ μὲν τέτταρα ἐπιεικῶς παραπλήσια ἀλλήλοις <milestone unit="section" resp="Stephanus" n="359b"/> εἶναι, τὸ δὲ ἓν πάνυ πολὺ διαφέρειν τῶν ἄλλων, τὴν ἀνδρείαν, γνώσεσθαι δέ μʼ ἔφη τεκμηρίῳ τῷδε· <said who="#Πρωταγόρας" direct="false">εὑρήσεις γάρ, ὦ Σώκρατες, ἀνθρώπους ἀνοσιωτάτους μὲν ὄντας καὶ ἀδικωτάτους καὶ ἀκολαστοτάτους καὶ ἀμαθεστάτους, ἀνδρειοτάτους δέ· ᾧ γνώσῃ ὅτι πολὺ διαφέρει ἡ ἀνδρεία τῶν ἄλλων μορίων τῆς ἀρετῆς.</said> καὶ ἐγὼ εὐθὺς τότε πάνυ ἐθαύμασα τὴν ἀπόκρισιν, καὶ ἔτι μᾶλλον ἐπειδὴ ταῦτα μεθʼ ὑμῶν διεξῆλθον. ἠρόμην δʼ οὖν τοῦτον εἰ τοὺς ἀνδρείους λέγοι θαρραλέους· ὁ δέ, <said who="#Πρωταγόρας" direct="false">καὶ <milestone unit="section" resp="Stephanus" n="359c"/> ἴτας γʼ,</said> ἔφη. μέμνησαι, ἦν δʼ ἐγώ, ὦ Πρωταγόρα, ταῦτα ἀποκρινόμενος;—ὡμολόγει.—ἴθι δή, ἔφην ἐγώ, εἰπὲ ἡμῖν, ἐπὶ τί λέγεις ἴτας εἶναι τοὺς ἀνδρείους; ἦ ἐφʼ ἅπερ οἱ δειλοί;—οὐκ ἔφη.—οὐκοῦν ἐφʼ ἕτερα.—<said who="#Πρωταγόρας" direct="false">ναί,</said> ἦ δʼ ὅς.—πότερον οἱ μὲν δειλοὶ ἐπὶ τὰ θαρραλέα ἔρχονται, οἱ δὲ ἀνδρεῖοι ἐπὶ τὰ δεινά;—<said who="#Πρωταγόρας" direct="false">λέγεται δή, ὦ Σώκρατες, οὕτως ὑπὸ τῶν ἀνθρώπων.</said>—ἀληθῆ, ἔφην ἐγώ, λέγεις· ἀλλʼ οὐ τοῦτο <milestone unit="section" resp="Stephanus" n="359d"/> ἐρωτῶ, ἀλλὰ σὺ ἐπὶ τί φῂς ἴτας εἶναι τοὺς ἀνδρείους; ἆρʼ ἐπὶ τὰ δεινά, ἡγουμένους δεινὰ εἶναι, ἢ ἐπὶ τὰ μή;—<said who="#Πρωταγόρας" direct="false">ἀλλὰ τοῦτό γʼ,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">ἐν οἷς σὺ ἔλεγες τοῖς λόγοις ἀπεδείχθη ἄρτι ὅτι ἀδύνατον.</said>—καὶ τοῦτο, ἔφην ἐγώ, ἀληθὲς λέγεις· ὥστʼ εἰ τοῦτο ὀρθῶς ἀπεδείχθη, ἐπὶ μὲν ἃ δεινὰ ἡγεῖται εἶναι οὐδεὶς ἔρχεται, ἐπειδὴ τὸ ἥττω εἶναι ἑαυτοῦ ηὑρέθη ἀμαθία οὖσα.—ὡμολόγει.—ἀλλὰ μὴν ἐπὶ ἅ γε θαρροῦσι πάντες αὖ ἔρχονται, καὶ δειλοὶ καὶ ἀνδρεῖοι, καὶ ταύτῃ γε ἐπὶ τὰ αὐτὰ <milestone unit="section" resp="Stephanus" n="359e"/> ἔρχονται οἱ δειλοί τε καὶ οἱ ἀνδρεῖοι.—<said who="#Πρωταγόρας" direct="false">ἀλλὰ μέντοι,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">ὦ Σώκρατες, πᾶν γε τοὐναντίον ἐστὶν ἐπὶ ἃ οἵ τε δειλοὶ ἔρχονται καὶ οἱ ἀνδρεῖοι. αὐτίκα εἰς τὸν πόλεμον οἱ μὲν ἐθέλουσιν ἰέναι, οἱ δὲ οὐκ ἐθέλουσιν.</said>—πότερον, ἔφην ἐγώ, καλὸν ὂν ἰέναι ἢ αἰσχρόν;—<said who="#Πρωταγόρας" direct="false">καλόν,</said> ἔφη.—οὐκοῦν εἴπερ καλόν, καὶ ἀγαθὸν ὡμολογήσαμεν ἐν τοῖς ἔμπροσθεν· τὰς γὰρ καλὰς πράξεις ἁπάσας ἀγαθὰς ὡμολογήσαμεν.—<said who="#Πρωταγόρας" direct="false">ἀληθῆ λέγεις, καὶ ἀεὶ ἔμοιγε δοκεῖ οὕτως.</said>—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="360"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> ὀρθῶς γε, ἔφην ἐγώ.
<milestone n="360" unit="page"/><milestone unit="section" resp="Stephanus" n="360a"/>ἀλλὰ ποτέρους φῂς εἰς τὸν πόλεμον οὐκ ἐθέλειν ἰέναι, καλὸν ὂν καὶ ἀγαθόν;—<said who="#Πρωταγόρας" direct="false">τοὺς δειλούς,</said> ἦ δʼ ὅς.—οὐκοῦν, ἦν δʼ ἐγώ, εἴπερ καλὸν καὶ ἀγαθόν, καὶ ἡδύ;—<said who="#Πρωταγόρας" direct="false">ὡμολόγηται γοῦν,</said> ἔφη.—ἆρʼ οὖν γιγνώσκοντες οἱ δειλοὶ οὐκ ἐθέλουσιν ἰέναι ἐπὶ τὸ κάλλιόν τε καὶ ἄμεινον καὶ ἥδιον;—<said who="#Πρωταγόρας" direct="false">ἀλλὰ καὶ τοῦτο ἐὰν ὁμολογῶμεν,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">διαφθεροῦμεν τὰς ἔμπροσθεν ὁμολογίας.</said>—τί δʼ ὁ ἀνδρεῖος; οὐκ ἐπὶ τὸ κάλλιόν τε καὶ ἄμεινον καὶ ἥδιον ἔρχεται;—<said who="#Πρωταγόρας" direct="false">ἀνάγκη,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">ὁμολογεῖν.</said>—οὐκοῦν ὅλως οἱ <milestone unit="section" resp="Stephanus" n="360b"/> ἀνδρεῖοι οὐκ αἰσχροὺς φόβους φοβοῦνται, ὅταν φοβῶνται, οὐδὲ αἰσχρὰ θάρρη θαρροῦσιν;—<said who="#Πρωταγόρας" direct="false">ἀληθῆ,</said> ἔφη.—εἰ δὲ μὴ αἰσχρά, ἆρʼ οὐ καλά;—ὡμολόγει.—εἰ δὲ καλά, καὶ ἀγαθά;—<said who="#Πρωταγόρας" direct="false">ναί.</said>—οὐκοῦν καὶ οἱ δειλοὶ καὶ οἱ θρασεῖς καὶ οἱ μαινόμενοι τοὐναντίον αἰσχρούς τε φόβους φοβοῦνται καὶ αἰσχρὰ θάρρη θαρροῦσιν;—ὡμολόγει.—θαρροῦσιν δὲ τὰ αἰσχρὰ καὶ κακὰ διʼ ἄλλο τι ἢ διʼ ἄγνοιαν καὶ ἀμαθίαν;—<said who="#Πρωταγόρας" direct="false">οὕτως <milestone unit="section" resp="Stephanus" n="360c"/> ἔχει,</said> ἔφη.—τί οὖν; τοῦτο διʼ ὃ δειλοί εἰσιν οἱ δειλοί, δειλίαν ἢ ἀνδρείαν καλεῖς;—<said who="#Πρωταγόρας" direct="false">δειλίαν ἔγωγʼ,</said> ἔφη.—δειλοὶ δὲ οὐ διὰ τὴν τῶν δεινῶν ἀμαθίαν ἐφάνησαν ὄντες;—<said who="#Πρωταγόρας" direct="false">πάνυ γʼ,</said> ἔφη.—διὰ ταύτην ἄρα τὴν ἀμαθίαν δειλοί εἰσιν;—ὡμολόγει.—διʼ ὃ δὲ δειλοί εἰσιν, δειλία ὁμολογεῖται παρὰ σοῦ;—συνέφη.—οὐκοῦν ἡ τῶν δεινῶν καὶ μὴ δεινῶν ἀμαθία δειλία ἂν εἴη;—ἐπένευσε.—ἀλλὰ μήν, ἦν δʼ ἐγώ, ἐναντίον <milestone unit="section" resp="Stephanus" n="360d"/> ἀνδρεία δειλίᾳ.—ἔφη.—οὐκοῦν ἡ τῶν δεινῶν καὶ μὴ δεινῶν σοφία ἐναντία τῇ τούτων ἀμαθίᾳ ἐστίν;—καὶ ἐνταῦθα ἔτι ἐπένευσεν.—ἡ δὲ τούτων ἀμαθία δειλία;—πάνυ μόγις ἐνταῦθα ἐπένευσεν.—ἡ σοφία ἄρα τῶν δεινῶν καὶ μὴ δεινῶν ἀνδρεία ἐστίν, ἐναντία οὖσα τῇ τούτων ἀμαθίᾳ;—οὐκέτι ἐνταῦθα οὔτʼ ἐπινεῦσαι ἠθέλησεν ἐσίγα τε.—καὶ ἐγὼ εἶπον· τί δή, ὦ Πρωταγόρα, οὔτε σὺ φῂς ἃ ἐρωτῶ οὔτε ἀπόφῃς;—<said who="#Πρωταγόρας" direct="false">αὐτός,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">πέρανον.</said>—ἕν γʼ, ἔφην ἐγώ, μόνον <milestone unit="section" resp="Stephanus" n="360e"/> ἐρόμενος ἔτι σέ, εἴ σοι ὥσπερ τὸ πρῶτον ἔτι δοκοῦσιν εἶναί τινες ἄνθρωποι ἀμαθέστατοι μέν, ἀνδρειότατοι δέ.—<said who="#Πρωταγόρας" direct="false">φιλονικεῖν μοι,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">δοκεῖς, ὦ Σώκρατες, τὸ ἐμὲ εἶναι τὸν ἀποκρινόμενον· χαριοῦμαι οὖν σοι, καὶ λέγω ὅτι ἐκ τῶν ὡμολογημένων ἀδύνατόν μοι δοκεῖ εἶναι.</said>

<milestone unit="para" ed="P"/>οὔτοι, ἦν δʼ ἐγώ, ἄλλου ἕνεκα ἐρωτῶ πάντα ταῦτα ἢ σκέψασθαι βουλόμενος πῶς ποτʼ ἔχει τὰ περὶ τῆς ἀρετῆς καὶ τί ποτʼ ἐστὶν αὐτό, ἡ ἀρετή.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="361"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> οἶδα γὰρ ὅτι τούτου φανεροῦ
<milestone n="361" unit="page"/><milestone unit="section" resp="Stephanus" n="361a"/>γενομένου μάλιστʼ ἂν κατάδηλον γένοιτο ἐκεῖνο περὶ οὗ ἐγώ τε καὶ σὺ μακρὸν λόγον ἑκάτερος ἀπετείναμεν, ἐγὼ μὲν λέγων ὡς οὐ διδακτὸν ἀρετή, σὺ δʼ ὡς διδακτόν. καί μοι δοκεῖ ἡμῶν ἡ ἄρτι ἔξοδος τῶν λόγων ὥσπερ ἄνθρωπος κατηγορεῖν τε καὶ καταγελᾶν, καὶ εἰ φωνὴν λάβοι, εἰπεῖν ἂν ὅτι <q type="emph">ἄτοποί γʼ ἐστέ, ὦ Σώκρατές τε καὶ Πρωταγόρα· σὺ μὲν λέγων ὅτι οὐ διδακτόν ἐστιν ἀρετὴ ἐν τοῖς ἔμπροσθεν, νῦν σεαυτῷ τἀναντία <milestone unit="section" resp="Stephanus" n="361b"/> σπεύδεις, ἐπιχειρῶν ἀποδεῖξαι ὡς πάντα χρήματά ἐστιν ἐπιστήμη, καὶ ἡ δικαιοσύνη καὶ σωφροσύνη καὶ ἡ ἀνδρεία, ᾧ τρόπῳ μάλιστʼ ἂν διδακτὸν φανείη ἡ ἀρετή. εἰ μὲν γὰρ ἄλλο τι ἦν ἢ ἐπιστήμη ἡ ἀρετή, ὥσπερ Πρωταγόρας ἐπεχείρει λέγειν, σαφῶς οὐκ ἂν ἦν διδακτόν· νῦν δὲ εἰ φανήσεται ἐπιστήμη ὅλον, ὡς σὺ σπεύδεις, ὦ Σώκρατες, θαυμάσιον ἔσται μὴ διδακτὸν ὄν. Πρωταγόρας δʼ αὖ διδακτὸν τότε ὑποθέμενος, νῦν τοὐναντίον ἔοικεν σπεύδοντι ὀλίγου πάντα <milestone unit="section" resp="Stephanus" n="361c"/> μᾶλλον φανῆναι αὐτὸ ἢ ἐπιστήμην· καὶ οὕτως ἂν ἥκιστα εἴη διδακτόν.</q> ἐγὼ οὖν, ὦ Πρωταγόρα, πάντα ταῦτα καθορῶν ἄνω κάτω ταραττόμενα δεινῶς, πᾶσαν προθυμίαν ἔχω καταφανῆ αὐτὰ γενέσθαι, καὶ βουλοίμην ἂν ταῦτα διεξελθόντας ἡμᾶς ἐξελθεῖν καὶ ἐπὶ τὴν ἀρετὴν ὅτι ἔστιν, καὶ πάλιν ἐπισκέψασθαι περὶ αὐτοῦ εἴτε διδακτὸν εἴτε μὴ διδακτόν, μὴ πολλάκις ἡμᾶς ὁ Ἐπιμηθεὺς ἐκεῖνος καὶ ἐν τῇ σκέψει <milestone unit="section" resp="Stephanus" n="361d"/> σφήλῃ ἐξαπατήσας, ὥσπερ καὶ ἐν τῇ διανομῇ ἠμέλησεν ἡμῶν, ὡς φῂς σύ. ἤρεσεν οὖν μοι καὶ ἐν τῷ μύθῳ ὁ Προμηθεὺς μᾶλλον τοῦ Ἐπιμηθέως· ᾧ χρώμενος ἐγὼ καὶ προμηθούμενος ὑπὲρ τοῦ βίου τοῦ ἐμαυτοῦ παντὸς πάντα ταῦτα πραγματεύομαι, καὶ εἰ σὺ ἐθέλοις, ὅπερ καὶ κατʼ ἀρχὰς ἔλεγον, μετὰ σοῦ ἂν ἥδιστα ταῦτα συνδιασκοποίην.

<milestone unit="para" ed="P"/>καὶ ὁ Πρωταγόρας, <said who="#Πρωταγόρας" direct="false">ἐγὼ μέν,</said> ἔφη, <said who="#Πρωταγόρας" direct="false">ὦ Σώκρατες, ἐπαινῶ σου τὴν προθυμίαν καὶ τὴν διέξοδον τῶν λόγων. καὶ γὰρ οὔτε <milestone unit="section" resp="Stephanus" n="361e"/> τἆλλα οἶμαι κακὸς εἶναι ἄνθρωπος, φθονερός τε ἥκιστʼ ἀνθρώπων, ἐπεὶ καὶ περὶ σοῦ πρὸς πολλοὺς δὴ εἴρηκα ὅτι ὧν ἐντυγχάνω πολὺ μάλιστα ἄγαμαι σέ, τῶν μὲν τηλικούτων καὶ πάνυ· καὶ λέγω γε ὅτι οὐκ ἂν θαυμάζοιμι εἰ τῶν ἐλλογίμων γένοιο ἀνδρῶν ἐπὶ σοφίᾳ. καὶ περὶ τούτων δὲ εἰς αὖθις, ὅταν βούλῃ, διέξιμεν· νῦν δʼ ὥρα ἤδη καὶ ἐπʼ ἄλλο τι τρέπεσθαι.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="362"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="362" unit="page"/><milestone unit="section" resp="Stephanus" n="362a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/>ἀλλʼ, ἦν δʼ ἐγώ, οὕτω χρὴ ποιεῖν, εἴ σοι δοκεῖ. καὶ γὰρ ἐμοὶ οἷπερ ἔφην ἰέναι πάλαι ὥρα, ἀλλὰ Καλλίᾳ τῷ καλῷ χαριζόμενος παρέμεινα.

<milestone unit="para" ed="P"/>ταῦτʼ εἰπόντες καὶ ἀκούσαντες ἀπῇμεν.</said></p></div></div></body></text></TEI>