<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg022.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="311"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><said who="#Ἱπποκράτης" direct="false" rend="merge">ἀλλὰ γάρ, ὦ Σώκρατες, πάντες τὸν ἄνδρα ἐπαινοῦσιν καί φασιν σοφώτατον εἶναι λέγειν· ἀλλὰ τί οὐ βαδίζομεν παρʼ αὐτόν, ἵνα
<milestone n="311" unit="page"/><milestone unit="section" resp="Stephanus" n="311a"/>ἔνδον καταλάβωμεν; καταλύει δʼ, ὡς ἐγὼ ἤκουσα, παρὰ Καλλίᾳ τῷ Ἱππονίκου· ἀλλʼ ἴωμεν.</said> καὶ ἐγὼ εἶπον· <q type="emph">μήπω, ἀγαθέ, ἐκεῖσε ἴωμεν—πρῲ γάρ ἐστιν—ἀλλὰ δεῦρο ἐξαναστῶμεν εἰς τὴν αὐλήν, καὶ περιιόντες αὐτοῦ διατρίψωμεν ἕως ἂν φῶς γένηται· εἶτα ἴωμεν. καὶ γὰρ τὰ πολλὰ Πρωταγόρας ἔνδον διατρίβει, ὥστε, θάρρει, καταληψόμεθα αὐτόν, ὡς τὸ εἰκός, ἔνδον.</q>

<milestone unit="para" ed="P"/>μετὰ ταῦτα ἀναστάντες εἰς τὴν αὐλὴν περιῇμεν· καὶ ἐγὼ <milestone unit="section" resp="Stephanus" n="311b"/> ἀποπειρώμενος τοῦ Ἱπποκράτους τῆς ῥώμης διεσκόπουν αὐτὸν καὶ ἠρώτων, εἰπέ μοι, ἔφην ἐγώ, ὦ Ἱππόκρατες, παρὰ Πρωταγόραν νῦν ἐπιχειρεῖς ἰέναι, ἀργύριον τελῶν ἐκείνῳ μισθὸν ὑπὲρ σεαυτοῦ, ὡς παρὰ τίνα ἀφιξόμενος καὶ τίς γενησόμενος; ὥσπερ ἂν εἰ ἐπενόεις παρὰ τὸν σαυτοῦ ὁμώνυμον ἐλθὼν Ἱπποκράτη τὸν Κῷον, τὸν τῶν Ἀσκληπιαδῶν, ἀργύριον τελεῖν ὑπὲρ σαυτοῦ μισθὸν ἐκείνῳ, εἴ τίς σε ἤρετο· <q type="spoken">εἰπέ μοι, μέλλεις τελεῖν, ὦ Ἱππόκρατες, Ἱπποκράτει <milestone unit="section" resp="Stephanus" n="311c"/> μισθὸν ὡς τίνι ὄντι;</q> τί ἂν ἀπεκρίνω;—<said who="#Ἱπποκράτης" direct="false">εἶπον ἄν,</said> ἔφη, <said who="#Ἱπποκράτης" direct="false">ὅτι ὡς ἰατρῷ.</said>—<q type="spoken">ὡς τίς γενησόμενος;</q>—<said who="#Ἱπποκράτης" direct="false">ὡς ἰατρός,</said> ἔφη.—εἰ δὲ παρὰ Πολύκλειτον τὸν Ἀργεῖον ἢ Φειδίαν τὸν Ἀθηναῖον ἐπενόεις ἀφικόμενος μισθὸν ὑπὲρ σαυτοῦ τελεῖν ἐκείνοις, εἴ τίς σε ἤρετο· <q type="spoken">τελεῖν τοῦτο τὸ ἀργύριον ὡς τίνι ὄντι ἐν νῷ ἔχεις Πολυκλείτῳ τε καὶ Φειδίᾳ;</q> τί ἂν ἀπεκρίνω;—<said who="#Ἱπποκράτης" direct="false">εἶπον ἂν ὡς ἀγαλματοποιοῖς.</said>—<q type="spoken">ὡς τίς δὲ γενησόμενος αὐτός;</q>—<said who="#Ἱπποκράτης" direct="false">δῆλον ὅτι ἀγαλματοποιός.</said>—εἶεν, ἦν δʼ ἐγώ· <milestone unit="section" resp="Stephanus" n="311d"/> παρὰ δὲ δὴ Πρωταγόραν νῦν ἀφικόμενοι ἐγώ τε καὶ σὺ ἀργύριον ἐκείνῳ μισθὸν ἕτοιμοι ἐσόμεθα τελεῖν ὑπὲρ σοῦ, ἂν μὲν ἐξικνῆται τὰ ἡμέτερα χρήματα καὶ τούτοις πείθωμεν αὐτόν, εἰ δὲ μή, καὶ τὰ τῶν φίλων προσαναλίσκοντες. εἰ οὖν τις ἡμᾶς περὶ ταῦτα οὕτω σφόδρα σπουδάζοντας ἔροιτο· <q type="spoken">εἰπέ μοι, ὦ Σώκρατές τε καὶ Ἱππόκρατες, ὡς τίνι ὄντι τῷ Πρωταγόρᾳ ἐν νῷ ἔχετε χρήματα τελεῖν;</q> τί ἂν αὐτῷ <milestone unit="section" resp="Stephanus" n="311e"/> ἀποκριναίμεθα; τί ὄνομα ἄλλο γε λεγόμενον περὶ Πρωταγόρου ἀκούομεν; ὥσπερ περὶ Φειδίου ἀγαλματοποιὸν καὶ περὶ Ὁμήρου ποιητήν, τί τοιοῦτον περὶ Πρωταγόρου ἀκούομεν;—<said who="#Ἱπποκράτης" direct="false">σοφιστὴν δή τοι ὀνομάζουσί γε, ὦ Σώκρατες, τὸν ἄνδρα εἶναι,</said> ἔφη.—ὡς σοφιστῇ ἄρα ἐρχόμεθα τελοῦντες τὰ χρήματα;—<said who="#Ἱπποκράτης" direct="false">μάλιστα.</said>—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="312"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label>  
               εἰ οὖν καὶ τοῦτό τίς σε προσέροιτο·
               
<milestone n="312" unit="page"/><milestone unit="section" resp="Stephanus" n="312a"/><q type="spoken">αὐτὸς δὲ δὴ ὡς τίς γενησόμενος ἔρχῃ παρὰ τὸν Πρωταγόραν;</q>—καὶ ὃς εἶπεν ἐρυθριάσας—ἤδη γὰρ ὑπέφαινέν τι ἡμέρας, ὥστε καταφανῆ αὐτὸν γενέσθαι—<said who="#Ἱπποκράτης" direct="false">εἰ μέν τι τοῖς ἔμπροσθεν ἔοικεν, δῆλον ὅτι σοφιστὴς γενησόμενος.</said>—σὺ δέ, ἦν δʼ ἐγώ, πρὸς θεῶν, οὐκ ἂν αἰσχύνοιο εἰς τοὺς Ἕλληνας σαυτὸν σοφιστὴν παρέχων;—<said who="#Ἱπποκράτης" direct="false">νὴ τὸν Δία, ὦ Σώκρατες, εἴπερ γε ἃ διανοοῦμαι χρὴ λέγειν.</said>—ἀλλʼ ἄρα, ὦ Ἱππόκρατες, μὴ οὐ τοιαύτην ὑπολαμβάνεις σου τὴν παρὰ Πρωταγόρου μάθησιν <milestone unit="section" resp="Stephanus" n="312b"/> ἔσεσθαι, ἀλλʼ οἵαπερ ἡ παρὰ τοῦ γραμματιστοῦ ἐγένετο καὶ κιθαριστοῦ καὶ παιδοτρίβου; τούτων γὰρ σὺ ἑκάστην οὐκ ἐπὶ τέχνῃ ἔμαθες, ὡς δημιουργὸς ἐσόμενος, ἀλλʼ ἐπὶ παιδείᾳ, ὡς τὸν ἰδιώτην καὶ τὸν ἐλεύθερον πρέπει.—<said who="#Ἱπποκράτης" direct="false">πάνυ μὲν οὖν μοι δοκεῖ,</said> ἔφη, <said who="#Ἱπποκράτης" direct="false">τοιαύτη μᾶλλον εἶναι ἡ παρὰ Πρωταγόρου μάθησις.</said>

<milestone unit="para" ed="P"/>οἶσθα οὖν ὃ μέλλεις νῦν πράττειν, ἤ σε λανθάνει; ἦν δʼ ἐγώ.—<said who="#Ἱπποκράτης" direct="false">τοῦ πέρι;</said>—ὅτι μέλλεις τὴν ψυχὴν τὴν σαυτοῦ παρασχεῖν <milestone unit="section" resp="Stephanus" n="312c"/> θεραπεῦσαι ἀνδρί, ὡς φῄς, σοφιστῇ· ὅτι δέ ποτε ὁ σοφιστής ἐστιν, θαυμάζοιμʼ ἂν εἰ οἶσθα. καίτοι εἰ τοῦτʼ ἀγνοεῖς, οὐδὲ ὅτῳ παραδίδως τὴν ψυχὴν οἶσθα, οὔτʼ εἰ ἀγαθῷ οὔτʼ εἰ κακῷ πράγματι.—<said who="#Ἱπποκράτης" direct="false">οἶμαί γʼ,</said> ἔφη, <said who="#Ἱπποκράτης" direct="false">εἰδέναι.</said>—λέγε δή, τί ἡγῇ εἶναι τὸν σοφιστήν;—<said who="#Ἱπποκράτης" direct="false">ἐγὼ μέν,</said> ἦ δʼ ὅς, <said who="#Ἱπποκράτης" direct="false">ὥσπερ τοὔνομα λέγει, τοῦτον εἶναι τὸν τῶν σοφῶν ἐπιστήμονα.</said>—οὐκοῦν, ἦν δʼ ἐγώ, τοῦτο μὲν ἔξεστι λέγειν καὶ περὶ ζωγράφων καὶ περὶ τεκτόνων, ὅτι οὗτοί εἰσιν οἱ τῶν σοφῶν ἐπιστήμονες· ἀλλʼ <milestone unit="section" resp="Stephanus" n="312d"/> εἴ τις ἔροιτο ἡμᾶς, <q type="spoken">τῶν τί σοφῶν εἰσιν οἱ ζωγράφοι ἐπιστήμονες,</q> εἴποιμεν ἄν που αὐτῷ ὅτι τῶν πρὸς τὴν ἀπεργασίαν τὴν τῶν εἰκόνων, καὶ τἆλλα οὕτως. εἰ δέ τις ἐκεῖνο ἔροιτο, <q type="spoken">ὁ δὲ σοφιστὴς τῶν τί σοφῶν ἐστιν;</q> τί ἂν ἀποκρινοίμεθα αὐτῷ; ποίας ἐργασίας ἐπιστάτης;—<said who="#Ἱπποκράτης" direct="false">τί ἂν εἴποιμεν αὐτὸν εἶναι, ὦ Σώκρατες, ἢ ἐπιστάτην τοῦ ποιῆσαι δεινὸν λέγειν;</said>—ἴσως ἄν, ἦν δʼ ἐγώ, ἀληθῆ λέγοιμεν, οὐ μέντοι ἱκανῶς γε· ἐρωτήσεως γὰρ ἔτι ἡ ἀπόκρισις ἡμῖν δεῖται, περὶ ὅτου ὁ σοφιστὴς δεινὸν ποιεῖ λέγειν· ὥσπερ ὁ κιθαριστὴς <milestone unit="section" resp="Stephanus" n="312e"/> δεινὸν δήπου ποιεῖ λέγειν περὶ οὗπερ καὶ ἐπιστήμονα, περὶ κιθαρίσεως· ἦ γάρ;—<said who="#Ἱπποκράτης" direct="false">ναί.</said>—εἶεν· ὁ δὲ δὴ σοφιστὴς περὶ τίνος δεινὸν ποιεῖ λέγειν;—<said who="#Ἱπποκράτης" direct="false">δῆλον ὅτι περὶ οὗπερ καὶ ἐπίστασθαι;</said>—εἰκός γε. τί δή ἐστιν τοῦτο περὶ οὗ αὐτός τε ἐπιστήμων ἐστὶν ὁ σοφιστὴς καὶ τὸν μαθητὴν ποιεῖ;—<said who="#Ἱπποκράτης" direct="false">μὰ Δίʼ,</said> ἔφη, <said who="#Ἱπποκράτης" direct="false">οὐκέτι ἔχω σοι λέγειν.</said></said></p></div></div></body></text></TEI>