<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg022.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="309"><p><said who="#Ἑταῖρος"><milestone n="309" unit="page"/><milestone unit="section" resp="Stephanus" n="309a"/><label>ΕΤ.</label> πόθεν, ὦ Σώκρατες, φαίνῃ; ἢ δῆλα δὴ ὅτι ἀπὸ κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιβιάδου ὥραν; καὶ μήν μοι καὶ πρῴην ἰδόντι καλὸς μὲν ἐφαίνετο ἀνὴρ ἔτι, ἀνὴρ μέντοι, ὦ Σώκρατες, ὥς γʼ ἐν αὐτοῖς ἡμῖν εἰρῆσθαι, καὶ πώγωνος ἤδη ὑποπιμπλάμενος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶτα τί τοῦτο; οὐ σὺ μέντοι Ὁμήρου ἐπαινέτης εἶ, <milestone unit="section" resp="Stephanus" n="309b"/> ὃς ἔφη χαριεστάτην ἥβην εἶναι τοῦ <add>πρῶτον</add> ὑπηνήτου, ἣν νῦν Ἀλκιβιάδης ἔχει;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> τί οὖν τὰ νῦν; ἦ παρʼ ἐκείνου φαίνῃ; καὶ πῶς πρός σε ὁ νεανίας διάκειται;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εὖ, ἔμοιγε ἔδοξεν, οὐχ ἥκιστα δὲ καὶ τῇ νῦν ἡμέρᾳ· καὶ γὰρ πολλὰ ὑπὲρ ἐμοῦ εἶπε βοηθῶν ἐμοί, καὶ οὖν καὶ ἄρτι ἀπʼ ἐκείνου ἔρχομαι. ἄτοπον μέντοι τί σοι ἐθέλω εἰπεῖν· παρόντος γὰρ ἐκείνου, οὔτε προσεῖχον τὸν νοῦν, ἐπελανθανόμην τε αὐτοῦ θαμά. <milestone unit="section" resp="Stephanus" n="309c"/> </said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> καὶ τί ἂν γεγονὸς εἴη περὶ σὲ κἀκεῖνον τοσοῦτον πρᾶγμα; οὐ γὰρ δήπου τινὶ καλλίονι ἐνέτυχες ἄλλῳ ἔν γε τῇδε τῇ πόλει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ πολύ γε.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> τί φῄς; ἀστῷ ἢ ξένῳ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ξένῳ.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ποδαπῷ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Ἀβδηρίτῃ.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> καὶ οὕτω καλός τις ὁ ξένος ἔδοξέν σοι εἶναι, ὥστε τοῦ Κλεινίου ὑέος καλλίων σοι φανῆναι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς δʼ οὐ μέλλει, ὦ μακάριε, τὸ σοφώτατον κάλλιον φαίνεσθαι;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ἀλλʼ ἦ σοφῷ τινι ἡμῖν, ὦ Σώκρατες, ἐντυχὼν πάρει; <milestone unit="section" resp="Stephanus" n="309d"/> </said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σοφωτάτῳ μὲν οὖν δήπου τῶν γε νῦν, εἴ σοι δοκεῖ σοφώτατος εἶναι Πρωταγόρας.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ὢ τί λέγεις; Πρωταγόρας ἐπιδεδήμηκεν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τρίτην γε ἤδη ἡμέραν.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> καὶ ἄρτι ἄρα ἐκείνῳ συγγεγονὼς ἥκεις;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="310"><p><said who="#Σωκράτης"><milestone n="310" unit="page"/><milestone unit="section" resp="Stephanus" n="310a"/><label>ΣΩ.</label> πάνυ γε, πολλὰ καὶ εἰπὼν καὶ ἀκούσας.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> τί οὖν οὐ διηγήσω ἡμῖν τὴν συνουσίαν, εἰ μή σέ τι κωλύει, καθεζόμενος ἐνταυθί, ἐξαναστήσας τὸν παῖδα τουτονί;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάνυ μὲν οὖν· καὶ χάριν γε εἴσομαι, ἐὰν ἀκούητε.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> καὶ μὴν καὶ ἡμεῖς σοί, ἐὰν λέγῃς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διπλῆ ἂν εἴη ἡ χάρις. ἀλλʼ οὖν ἀκούετε.

<milestone unit="para" ed="P"/>τῆς γὰρ παρελθούσης νυκτὸς ταυτησί, ἔτι βαθέος ὄρθρου, Ἱπποκράτης, ὁ Ἀπολλοδώρου ὑὸς Φάσωνος δὲ ἀδελφός, τὴν <milestone unit="section" resp="Stephanus" n="310b"/> θύραν τῇ βακτηρίᾳ πάνυ σφόδρα ἔκρουε, καὶ ἐπειδὴ αὐτῷ ἀνέῳξέ τις, εὐθὺς εἴσω ᾔει ἐπειγόμενος, καὶ τῇ φωνῇ μέγα λέγων, <said who="#Ἱπποκράτης" direct="false">ὦ Σώκρατες,</said> ἔφη, <said who="#Ἱπποκράτης" direct="false">ἐγρήγορας ἢ καθεύδεις;</said> καὶ ἐγὼ τὴν φωνὴν γνοὺς αὐτοῦ, <q type="emph">Ἱπποκράτης,</q> ἔφην, <q type="emph">οὗτος· μή τι νεώτερον ἀγγέλλεις;</q> <said who="#Ἱπποκράτης" direct="false">οὐδέν γʼ,</said> ἦ δʼ ὅς, <said who="#Ἱπποκράτης" direct="false">εἰ μὴ ἀγαθά γε.</said> <q type="emph">εὖ ἂν λέγοις,</q> ἦν δʼ ἐγώ· <q type="emph">ἔστι δὲ τί, καὶ τοῦ ἕνεκα τηνικάδε ἀφίκου;</q> <said who="#Ἱπποκράτης" direct="false">Πρωταγόρας,</said> ἔφη, <said who="#Ἱπποκράτης" direct="false">ἥκει,</said> στὰς παρʼ ἐμοί. <q type="emph">πρῴην,</q> ἔφην ἐγώ· <q type="emph">σὺ δὲ ἄρτι πέπυσαι;</q> <said who="#Ἱπποκράτης" direct="false">νὴ τοὺς θεούς,</said> ἔφη, <said who="#Ἱπποκράτης" direct="false">ἑσπέρας γε.</said> <milestone unit="section" resp="Stephanus" n="310c"/> καὶ ἅμα ἐπιψηλαφήσας τοῦ σκίμποδος ἐκαθέζετο παρὰ τοὺς πόδας μου, καὶ εἶπεν· <said who="#Ἱπποκράτης" direct="false">ἑσπέρας δῆτα, μάλα γε ὀψὲ ἀφικόμενος ἐξ Οἰνόης. ὁ γάρ τοι παῖς με ὁ Σάτυρος ἀπέδρα· καὶ δῆτα μέλλων σοι φράζειν ὅτι διωξοίμην αὐτόν, ὑπό τινος ἄλλου ἐπελαθόμην. ἐπειδὴ δὲ ἦλθον καὶ δεδειπνηκότες ἦμεν καὶ ἐμέλλομεν ἀναπαύεσθαι, τότε μοι ἁδελφὸς λέγει ὅτι ἥκει Πρωταγόρας. καὶ ἔτι μὲν ἐνεχείρησα εὐθὺς παρὰ σὲ ἰέναι, ἔπειτά μοι λίαν πόρρω ἔδοξε τῶν νυκτῶν εἶναι· ἐπειδὴ <milestone unit="section" resp="Stephanus" n="310d"/> δὲ τάχιστά με ἐκ τοῦ κόπου ὁ ὕπνος ἀνῆκεν, εὐθὺς ἀναστὰς οὕτω δεῦρο ἐπορευόμην.</said> καὶ ἐγὼ γιγνώσκων αὐτοῦ τὴν ἀνδρείαν καὶ τὴν πτοίησιν, <q type="emph">τί οὖν σοι,</q> ἦν δʼ ἐγώ, <q type="emph">τοῦτο; μῶν τί σε ἀδικεῖ Πρωταγόρας;</q> καὶ ὃς γελάσας, <said who="#Ἱπποκράτης" direct="false">νὴ τοὺς θεούς,</said> ἔφη, <said who="#Ἱπποκράτης" direct="false">ὦ Σώκρατες, ὅτι γε μόνος ἐστὶ σοφός, ἐμὲ δὲ οὐ ποιεῖ.</said> <q type="emph">ἀλλὰ ναὶ μὰ Δία,</q> ἔφην ἐγώ, <q type="emph">ἂν αὐτῷ διδῷς ἀργύριον καὶ πείθῃς ἐκεῖνον, ποιήσει καὶ σὲ σοφόν.</q> <said who="#Ἱπποκράτης" direct="false">εἰ γάρ,</said> ἦ δʼ ὅς, <said who="#Ἱπποκράτης" direct="false">ὦ Ζεῦ καὶ θεοί, ἐν <milestone unit="section" resp="Stephanus" n="310e"/> τούτῳ εἴη· ὡς οὔτʼ ἂν τῶν ἐμῶν ἐπιλίποιμι οὐδὲν οὔτε τῶν φίλων· ἀλλʼ αὐτὰ ταῦτα καὶ νῦν ἥκω παρὰ σέ, ἵνα ὑπὲρ ἐμοῦ διαλεχθῇς αὐτῷ. ἐγὼ γὰρ ἅμα μὲν καὶ νεώτερός εἰμι, ἅμα δὲ οὐδὲ ἑώρακα Πρωταγόραν πώποτε οὐδʼ ἀκήκοα οὐδέν· ἔτι γὰρ παῖς ἦ ὅτε τὸ πρότερον ἐπεδήμησε.</said></said></p></div></div></body></text></TEI>