<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="300"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="300" unit="page"/><milestone unit="section" resp="Stephanus" n="300a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/><said who="#Εὐθύδημος" direct="false">πότερον δὲ ὁρῶσιν,</said> ἔφη ὁ Εὐθύδημος, <said who="#Εὐθύδημος" direct="false">καὶ Σκύθαι τε καὶ οἱ ἄλλοι ἄνθρωποι τὰ δυνατὰ ὁρᾶν ἢ τὰ ἀδύνατα;</said>—<said who="#Κτήσιππος" direct="false">τὰ δυνατὰ δήπου.</said>—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν καὶ σύ,</said> ἔφη;—<said who="#Κτήσιππος" direct="false">κἀγώ.</said>—<said who="#Εὐθύδημος" direct="false">ὁρᾷς οὖν τὰ ἡμέτερα ἱμάτια;</said>—<said who="#Κτήσιππος" direct="false">ναί.</said>—<said who="#Εὐθύδημος" direct="false">δυνατὰ οὖν ὁρᾶν ἐστὶν ταῦτα.</said>—<said who="#Κτήσιππος" direct="false">ὑπερφυῶς,</said> ἔφη ὁ Κτήσιππος.—<said who="#Εὐθύδημος" direct="false">τί δέ;</said> ἦ δʼ ὅς.—<said who="#Κτήσιππος" direct="false">μηδέν. σὺ δὲ ἴσως οὐκ οἴει αὐτὰ ὁρᾶν· οὕτως ἡδὺς εἶ. ἀλλά μοι δοκεῖς, Εὐθύδημε, οὐ καθεύδων ἐπικεκοιμῆσθαι καί, <add>εἰ</add> οἷόν τε λέγοντα μηδὲν λέγειν, καὶ σὺ τοῦτο ποιεῖν.</said> <milestone unit="section" resp="Stephanus" n="300b"/>

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἦ γὰρ οὐχ οἷόν τʼ,</said> ἔφη ὁ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">σιγῶντα λέγειν;</said>—<said who="#Κτήσιππος" direct="false">οὐδʼ ὁπωστιοῦν,</said> ἦ δʼ ὃς ὁ Κτήσιππος.—<said who="#Διονυσόδωρος" direct="false">ἆρʼ οὐδὲ λέγοντα σιγᾶν;</said>—<said who="#Κτήσιππος" direct="false">ἔτι ἧττον,</said> ἔφη.—<said who="#Διονυσόδωρος" direct="false">ὅταν οὖν λίθους λέγῃς καὶ ξύλα καὶ σιδήρια, οὐ σιγῶντα λέγεις;</said>—<said who="#Κτήσιππος" direct="false">οὔκουν εἴ γε ἐγώ,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">παρέρχομαι ἐν τοῖς χαλκείοις, ἀλλὰ φθεγγόμενα καὶ βοῶντα μέγιστον τὰ σιδήρια λέγεται, ἐάν τις ἅψηται· ὥστε τοῦτο μὲν ὑπὸ σοφίας ἔλαθες οὐδὲν εἰπών. ἀλλʼ ἔτι μοι τὸ ἕτερον ἐπιδείξατον, ὅπως αὖ ἔστιν λέγοντα σιγᾶν.</said> <milestone unit="section" resp="Stephanus" n="300c"/>

<milestone unit="para" ed="P"/> καί μοι ἐδόκει ὑπεραγωνιᾶν ὁ Κτήσιππος διὰ τὰ παιδικά.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ὅταν σιγᾷς,</said> ἔφη ὁ Εὐθύδημος, <said who="#Εὐθύδημος" direct="false">οὐ πάντα σιγᾷς;</said>—<said who="#Κτήσιππος" direct="false">ἔγωγε,</said> ἦ δʼ ὅς.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς, εἴπερ τῶν ἁπάντων ἐστὶν <del>τὰ λεγόμενα</del>.</said>—<said who="#Κτήσιππος" direct="false">τί δέ;</said> ἔφη ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">οὐ σιγᾷ πάντα;</said>—<said who="#Εὐθύδημος" direct="false">οὐ δήπου,</said> ἔφη ὁ Εὐθύδημος.—<said who="#Κτήσιππος" direct="false">ἀλλʼ ἄρα, ὦ βέλτιστε, λέγει τὰ πάντα;</said>—<said who="#Εὐθύδημος" direct="false">τά γε δήπου λέγοντα.</said>—<said who="#Κτήσιππος" direct="false">ἀλλά,</said> ἦ δʼ ὅς, <said who="#Κτήσιππος" direct="false">οὐ τοῦτο ἐρωτῶ, ἀλλὰ τὰ πάντα σιγᾷ ἢ λέγει;</said> <milestone unit="section" resp="Stephanus" n="300d"/>

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐδέτερα καὶ ἀμφότερα,</said> ἔφη ὑφαρπάσας ὁ Διονυσόδωρος· <said who="#Διονυσόδωρος" direct="false">εὖ γὰρ οἶδα ὅτι τῇ ἀποκρίσει οὐχ ἕξεις ὅτι χρῇ.</said>

<milestone unit="para" ed="P"/> καὶ ὁ Κτήσιππος, ὥσπερ εἰώθει, μέγα πάνυ ἀνακαγχάσας, <said who="#Κτήσιππος" direct="false">ὦ Εὐθύδημε,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">ὁ ἀδελφός σου ἐξημφοτέρικεν τὸν λόγον, καὶ ἀπόλωλέ τε καὶ ἥττηται.</said> καὶ ὁ Κλεινίας πάνυ ἥσθη καὶ ἐγέλασεν, ὥστε ὁ Κτήσιππος ἐγένετο πλεῖον ἢ δεκαπλάσιος. ὁ δέ μοι δοκεῖ ἅτε πανοῦργος ὤν, ὁ Κτήσιππος, παρʼ αὐτῶν τούτων αὐτὰ ταῦτα παρηκηκόει· οὐ γάρ ἐστιν ἄλλων τοιαύτη σοφία τῶν νῦν ἀνθρώπων. <milestone unit="section" resp="Stephanus" n="300e"/>

<milestone unit="para" ed="P"/> κἀγὼ εἶπον· τί γελᾷς, ὦ Κλεινία, ἐπὶ σπουδαίοις οὕτω πράγμασιν καὶ καλοῖς;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">σὺ γὰρ ἤδη τι πώποτʼ εἶδες, ὦ Σώκρατες, καλὸν πρᾶγμα;</said> ἔφη ὁ Διονυσόδωρος.

<milestone unit="para" ed="P"/> ἔγωγε, ἔφην, καὶ πολλά γε, ὦ Διονυσόδωρε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="301"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="301" unit="page"/><milestone unit="section" resp="Stephanus" n="301a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/><said who="#Διονυσόδωρος" direct="false">ἆρα ἕτερα ὄντα τοῦ καλοῦ,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἢ ταὐτὰ τῷ καλῷ;</said>

<milestone unit="para" ed="P"/> κἀγὼ ἐν παντὶ ἐγενόμην ὑπὸ ἀπορίας, καὶ ἡγούμην δίκαια πεπονθέναι ὅτι ἔγρυξα, ὅμως δὲ ἕτερα ἔφην αὐτοῦ γε τοῦ καλοῦ· πάρεστιν μέντοι ἑκάστῳ αὐτῶν κάλλος τι.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἐὰν οὖν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">παραγένηταί σοι βοῦς, βοῦς εἶ, καὶ ὅτι νῦν ἐγώ σοι πάρειμι, Διονυσόδωρος εἶ;</said>

<milestone unit="para" ed="P"/> εὐφήμει τοῦτό γε, ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἀλλὰ τίνα τρόπον,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἑτέρου ἑτέρῳ παραγενομένου τὸ ἕτερον ἕτερον ἂν εἴη;</said> <milestone unit="section" resp="Stephanus" n="301b"/>

<milestone unit="para" ed="P"/> ἆρα τοῦτο, ἔφην ἐγώ, ἀπορεῖς; ἤδη δὲ τοῖν ἀνδροῖν τὴν σοφίαν ἐπεχείρουν μιμεῖσθαι, ἅτε ἐπιθυμῶν αὐτῆς.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πῶς γὰρ οὐκ ἀπορῶ,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">καὶ ἐγὼ καὶ οἱ ἄλλοι ἅπαντες ἄνθρωποι ὃ μὴ ἔστι;</said>

<milestone unit="para" ed="P"/> τί λέγεις, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε; οὐ τὸ καλὸν καλόν ἐστιν καὶ τὸ αἰσχρὸν αἰσχρόν;—<said who="#Διονυσόδωρος" direct="false">ἐὰν ἔμοιγε,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">δοκῇ.</said>—οὐκοῦν δοκεῖ;—<said who="#Διονυσόδωρος" direct="false">πάνυ γʼ,</said> ἔφη.—οὐκοῦν καὶ τὸ ταὐτὸν ταὐτὸν καὶ τὸ ἕτερον ἕτερον; οὐ γὰρ δήπου τό γε ἕτερον ταὐτόν, ἀλλʼ <milestone unit="section" resp="Stephanus" n="301c"/> ἔγωγε οὐδʼ ἂν παῖδα ᾤμην τοῦτο ἀπορῆσαι, ὡς οὐ τὸ ἕτερον ἕτερόν ἐστιν. ἀλλʼ, ὦ Διονυσόδωρε, τοῦτο μὲν ἑκὼν παρῆκας, ἐπεὶ τὰ ἄλλα μοι δοκεῖτε ὥσπερ οἱ δημιουργοὶ οἷς ἕκαστα προσήκει ἀπεργάζεσθαι, καὶ ὑμεῖς τὸ διαλέγεσθαι παγκάλως ἀπεργάζεσθαι.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οἶσθα οὖν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὅτι προσήκει ἑκάστοις τῶν δημιουργῶν; πρῶτον τίνα χαλκεύειν προσήκει, οἶσθα;</said>—ἔγωγε· ὅτι χαλκέα.—<said who="#Διονυσόδωρος" direct="false">τί δέ, κεραμεύειν;</said>—κεραμέα.—<said who="#Διονυσόδωρος" direct="false">τί δέ, σφάττειν τε καὶ ἐκδέρειν καὶ τὰ μικρὰ κρέα κατακόψαντα ἕψειν καὶ ὀπτᾶν;</said> <milestone unit="section" resp="Stephanus" n="301d"/> μάγειρον, ἦν δʼ ἐγώ.—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν ἐάν τις,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">τὰ προσήκοντα πράττῃ, ὀρθῶς πράξει;</said>—μάλιστα.—<said who="#Διονυσόδωρος" direct="false">προσήκει δέ γε, ὡς φῄς, τὸν μάγειρον κατακόπτειν καὶ ἐκδέρειν; ὡμολόγησας ταῦτα ἢ οὔ;</said>—ὡμολόγησα, ἔφην, ἀλλὰ συγγνώμην μοι ἔχε.—<said who="#Διονυσόδωρος" direct="false">δῆλον τοίνυν,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">ὅτι ἄν τις σφάξας τὸν μάγειρον καὶ κατακόψας ἑψήσῃ καὶ ὀπτήσῃ, τὰ προσήκοντα ποιήσει· καὶ ἐὰν τὸν χαλκέα τις αὐτὸν χαλκεύῃ καὶ τὸν κεραμέα κεραμεύῃ, καὶ οὗτος τὰ προσήκοντα πράξει.</said> <milestone unit="section" resp="Stephanus" n="301e"/>

<milestone unit="para" ed="P"/> ὦ Πόσειδον, ἦν δʼ ἐγώ, ἤδη κολοφῶνα ἐπιτιθεῖς τῇ σοφίᾳ. ἆρά μοί ποτε αὕτη παραγενήσεται ὥστε μοι οἰκεία γενέσθαι;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἐπιγνοίης ἂν αὐτήν, ὦ Σώκρατες,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">οἰκείαν γενομένην;</said>

<milestone unit="para" ed="P"/> ἐὰν σύ γε βούλῃ, ἔφην ἐγώ, δῆλον ὅτι.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">τί δέ,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">τὰ σαυτοῦ οἴει γιγνώσκειν;</said>

<milestone unit="para" ed="P"/> εἰ μή τι σὺ ἄλλο λέγεις· ἀπὸ σοῦ γὰρ δεῖ ἄρχεσθαι, τελευτᾶν δʼ εἰς Εὐθύδημον τόνδε.</said></p></div></div></body></text></TEI>