ΣΩ. πότερον δὲ ὁρῶσιν, ἔφη ὁ Εὐθύδημος, καὶ Σκύθαι τε καὶ οἱ ἄλλοι ἄνθρωποι τὰ δυνατὰ ὁρᾶν ἢ τὰ ἀδύνατα; — τὰ δυνατὰ δήπου. — οὐκοῦν καὶ σύ, ἔφη;— κἀγώ. — ὁρᾷς οὖν τὰ ἡμέτερα ἱμάτια; — ναί. — δυνατὰ οὖν ὁρᾶν ἐστὶν ταῦτα. — ὑπερφυῶς, ἔφη ὁ Κτήσιππος.— τί δέ; ἦ δʼ ὅς.— μηδέν. σὺ δὲ ἴσως οὐκ οἴει αὐτὰ ὁρᾶν· οὕτως ἡδὺς εἶ. ἀλλά μοι δοκεῖς, Εὐθύδημε, οὐ καθεύδων ἐπικεκοιμῆσθαι καί, εἰ οἷόν τε λέγοντα μηδὲν λέγειν, καὶ σὺ τοῦτο ποιεῖν. ἦ γὰρ οὐχ οἷόν τʼ, ἔφη ὁ Διονυσόδωρος, σιγῶντα λέγειν; — οὐδʼ ὁπωστιοῦν, ἦ δʼ ὃς ὁ Κτήσιππος.— ἆρʼ οὐδὲ λέγοντα σιγᾶν; — ἔτι ἧττον, ἔφη.— ὅταν οὖν λίθους λέγῃς καὶ ξύλα καὶ σιδήρια, οὐ σιγῶντα λέγεις; — οὔκουν εἴ γε ἐγώ, ἔφη, παρέρχομαι ἐν τοῖς χαλκείοις, ἀλλὰ φθεγγόμενα καὶ βοῶντα μέγιστον τὰ σιδήρια λέγεται, ἐάν τις ἅψηται· ὥστε τοῦτο μὲν ὑπὸ σοφίας ἔλαθες οὐδὲν εἰπών. ἀλλʼ ἔτι μοι τὸ ἕτερον ἐπιδείξατον, ὅπως αὖ ἔστιν λέγοντα σιγᾶν. καί μοι ἐδόκει ὑπεραγωνιᾶν ὁ Κτήσιππος διὰ τὰ παιδικά. ὅταν σιγᾷς, ἔφη ὁ Εὐθύδημος, οὐ πάντα σιγᾷς; — ἔγωγε, ἦ δʼ ὅς.— οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς, εἴπερ τῶν ἁπάντων ἐστὶν τὰ λεγόμενα . — τί δέ; ἔφη ὁ Κτήσιππος, οὐ σιγᾷ πάντα; — οὐ δήπου, ἔφη ὁ Εὐθύδημος.— ἀλλʼ ἄρα, ὦ βέλτιστε, λέγει τὰ πάντα; — τά γε δήπου λέγοντα. — ἀλλά, ἦ δʼ ὅς, οὐ τοῦτο ἐρωτῶ, ἀλλὰ τὰ πάντα σιγᾷ ἢ λέγει; οὐδέτερα καὶ ἀμφότερα, ἔφη ὑφαρπάσας ὁ Διονυσόδωρος· εὖ γὰρ οἶδα ὅτι τῇ ἀποκρίσει οὐχ ἕξεις ὅτι χρῇ. καὶ ὁ Κτήσιππος, ὥσπερ εἰώθει, μέγα πάνυ ἀνακαγχάσας, ὦ Εὐθύδημε, ἔφη, ὁ ἀδελφός σου ἐξημφοτέρικεν τὸν λόγον, καὶ ἀπόλωλέ τε καὶ ἥττηται. καὶ ὁ Κλεινίας πάνυ ἥσθη καὶ ἐγέλασεν, ὥστε ὁ Κτήσιππος ἐγένετο πλεῖον ἢ δεκαπλάσιος. ὁ δέ μοι δοκεῖ ἅτε πανοῦργος ὤν, ὁ Κτήσιππος, παρʼ αὐτῶν τούτων αὐτὰ ταῦτα παρηκηκόει· οὐ γάρ ἐστιν ἄλλων τοιαύτη σοφία τῶν νῦν ἀνθρώπων. κἀγὼ εἶπον· τί γελᾷς, ὦ Κλεινία, ἐπὶ σπουδαίοις οὕτω πράγμασιν καὶ καλοῖς; σὺ γὰρ ἤδη τι πώποτʼ εἶδες, ὦ Σώκρατες, καλὸν πρᾶγμα; ἔφη ὁ Διονυσόδωρος. ἔγωγε, ἔφην, καὶ πολλά γε, ὦ Διονυσόδωρε. ΣΩ. ἆρα ἕτερα ὄντα τοῦ καλοῦ, ἔφη, ἢ ταὐτὰ τῷ καλῷ; κἀγὼ ἐν παντὶ ἐγενόμην ὑπὸ ἀπορίας, καὶ ἡγούμην δίκαια πεπονθέναι ὅτι ἔγρυξα, ὅμως δὲ ἕτερα ἔφην αὐτοῦ γε τοῦ καλοῦ· πάρεστιν μέντοι ἑκάστῳ αὐτῶν κάλλος τι. ἐὰν οὖν, ἔφη, παραγένηταί σοι βοῦς, βοῦς εἶ, καὶ ὅτι νῦν ἐγώ σοι πάρειμι, Διονυσόδωρος εἶ; εὐφήμει τοῦτό γε, ἦν δʼ ἐγώ. ἀλλὰ τίνα τρόπον, ἔφη, ἑτέρου ἑτέρῳ παραγενομένου τὸ ἕτερον ἕτερον ἂν εἴη; ἆρα τοῦτο, ἔφην ἐγώ, ἀπορεῖς; ἤδη δὲ τοῖν ἀνδροῖν τὴν σοφίαν ἐπεχείρουν μιμεῖσθαι, ἅτε ἐπιθυμῶν αὐτῆς. πῶς γὰρ οὐκ ἀπορῶ, ἔφη, καὶ ἐγὼ καὶ οἱ ἄλλοι ἅπαντες ἄνθρωποι ὃ μὴ ἔστι; τί λέγεις, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε; οὐ τὸ καλὸν καλόν ἐστιν καὶ τὸ αἰσχρὸν αἰσχρόν;— ἐὰν ἔμοιγε, ἔφη, δοκῇ. —οὐκοῦν δοκεῖ;— πάνυ γʼ, ἔφη.—οὐκοῦν καὶ τὸ ταὐτὸν ταὐτὸν καὶ τὸ ἕτερον ἕτερον; οὐ γὰρ δήπου τό γε ἕτερον ταὐτόν, ἀλλʼ ἔγωγε οὐδʼ ἂν παῖδα ᾤμην τοῦτο ἀπορῆσαι, ὡς οὐ τὸ ἕτερον ἕτερόν ἐστιν. ἀλλʼ, ὦ Διονυσόδωρε, τοῦτο μὲν ἑκὼν παρῆκας, ἐπεὶ τὰ ἄλλα μοι δοκεῖτε ὥσπερ οἱ δημιουργοὶ οἷς ἕκαστα προσήκει ἀπεργάζεσθαι, καὶ ὑμεῖς τὸ διαλέγεσθαι παγκάλως ἀπεργάζεσθαι. οἶσθα οὖν, ἔφη, ὅτι προσήκει ἑκάστοις τῶν δημιουργῶν; πρῶτον τίνα χαλκεύειν προσήκει, οἶσθα; —ἔγωγε· ὅτι χαλκέα.— τί δέ, κεραμεύειν; —κεραμέα.— τί δέ, σφάττειν τε καὶ ἐκδέρειν καὶ τὰ μικρὰ κρέα κατακόψαντα ἕψειν καὶ ὀπτᾶν; μάγειρον, ἦν δʼ ἐγώ.— οὐκοῦν ἐάν τις, ἔφη, τὰ προσήκοντα πράττῃ, ὀρθῶς πράξει; —μάλιστα.— προσήκει δέ γε, ὡς φῄς, τὸν μάγειρον κατακόπτειν καὶ ἐκδέρειν; ὡμολόγησας ταῦτα ἢ οὔ; —ὡμολόγησα, ἔφην, ἀλλὰ συγγνώμην μοι ἔχε.— δῆλον τοίνυν, ἦ δʼ ὅς, ὅτι ἄν τις σφάξας τὸν μάγειρον καὶ κατακόψας ἑψήσῃ καὶ ὀπτήσῃ, τὰ προσήκοντα ποιήσει· καὶ ἐὰν τὸν χαλκέα τις αὐτὸν χαλκεύῃ καὶ τὸν κεραμέα κεραμεύῃ, καὶ οὗτος τὰ προσήκοντα πράξει. ὦ Πόσειδον, ἦν δʼ ἐγώ, ἤδη κολοφῶνα ἐπιτιθεῖς τῇ σοφίᾳ. ἆρά μοί ποτε αὕτη παραγενήσεται ὥστε μοι οἰκεία γενέσθαι; ἐπιγνοίης ἂν αὐτήν, ὦ Σώκρατες, ἔφη, οἰκείαν γενομένην; ἐὰν σύ γε βούλῃ, ἔφην ἐγώ, δῆλον ὅτι. τί δέ, ἦ δʼ ὅς, τὰ σαυτοῦ οἴει γιγνώσκειν; εἰ μή τι σὺ ἄλλο λέγεις· ἀπὸ σοῦ γὰρ δεῖ ἄρχεσθαι, τελευτᾶν δʼ εἰς Εὐθύδημον τόνδε.