<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="298"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> 
			πάνυ <milestone n="298" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="298a"/> γʼ, ἔφην· ὁ μέν γε ἐμός, ὁ δὲ ἐκείνου.—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">ἕτερος ἦν Χαιρέδημος τοῦ πατρός;</said>—τοὐμοῦ γʼ, ἔφην ἐγώ.—<said who="#Διονυσόδωρος" direct="false">ἆρʼ οὖν πατὴρ ἦν ἕτερος ὢν πατρός; ἢ σὺ εἶ ὁ αὐτὸς τῷ λίθῳ;</said>—δέδοικα μὲν ἔγωγʼ, ἔφην, μὴ φανῶ ὑπὸ σοῦ ὁ αὐτός· οὐ μέντοι μοι δοκῶ.—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν ἕτερος εἶ,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">τοῦ λίθου;</said>—ἕτερος μέντοι.—<said who="#Διονυσόδωρος" direct="false">ἄλλο τι οὖν ἕτερος,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">ὢν λίθου οὐ λίθος εἶ; καὶ ἕτερος ὢν χρυσοῦ οὐ χρυσὸς εἶ;</said>—ἔστι ταῦτα.—<said who="#Διονυσόδωρος" direct="false">οὔκουν καὶ ὁ Χαιρέδημος,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἕτερος ὢν πατρὸς <del>οὐκ ἂν</del> πατήρ ἐστιν.</said>—ἔοικεν, ἦν δʼ ἐγώ, οὐ πατὴρ εἶναι. <milestone unit="section" resp="Stephanus" n="298b"/>

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">εἰ γὰρ δήπου,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">πατήρ ἐστιν ὁ Χαιρέδημος,</said> ὑπολαβὼν ὁ Εὐθύδημος, <said who="#Εὐθύδημος" direct="false">πάλιν αὖ ὁ Σωφρονίσκος ἕτερος ὢν πατρὸς οὐ πατήρ ἐστιν, ὥστε σύ, ὦ Σώκρατες, ἀπάτωρ εἶ.</said>

<milestone unit="para" ed="P"/> καὶ ὁ Κτήσιππος ἐκδεξάμενος, <said who="#Κτήσιππος" direct="false">ὁ δὲ ὑμέτερος,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">αὖ πατὴρ οὐ ταὐτὰ ταῦτα πέπονθεν; ἕτερός ἐστιν τοὐμοῦ πατρός;</said>—<said who="#Εὐθύδημος" direct="false">πολλοῦ γʼ,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">δεῖ,</said> ὁ Εὐθύδημος.—<said who="#Κτήσιππος" direct="false">ἀλλά,</said> ἦ δʼ ὅς, <said who="#Κτήσιππος" direct="false">ὁ αὐτός;</said>—<said who="#Εὐθύδημος" direct="false">ὁ αὐτὸς μέντοι.</said>—<said who="#Κτήσιππος" direct="false">οὐκ ἂν συμβουλοίμην. ἀλλὰ <milestone unit="section" resp="Stephanus" n="298c"/> πότερον, ὦ Εὐθύδημε, ἐμὸς μόνον ἐστὶ πατὴρ ἢ καὶ τῶν ἄλλων ἀνθρώπων;</said>—<said who="#Εὐθύδημος" direct="false">καὶ τῶν ἄλλων,</said> ἔφη· <said who="#Εὐθύδημος" direct="false">ἢ οἴει τὸν αὐτὸν πατέρα ὄντα οὐ πατέρα εἶναι;</said>—<said who="#Κτήσιππος" direct="false">ὤιμην δῆτα,</said> ἔφη ὁ Κτήσιππος.—<said who="#Εὐθύδημος" direct="false">τί δέ;</said> ἦ δʼ ὅς· <said who="#Εὐθύδημος" direct="false">χρυσὸν ὄντα μὴ χρυσὸν εἶναι; ἢ ἄνθρωπον ὄντα μὴ ἄνθρωπον;</said>—<said who="#Κτήσιππος" direct="false">μὴ γάρ,</said> ἔφη ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">ὦ Εὐθύδημε, τὸ λεγόμενον, οὐ λίνον λίνῳ συνάπτεις· δεινὸν γὰρ λέγεις πρᾶγμα εἰ ὁ σὸς πατὴρ πάντων ἐστὶν πατήρ.</said>—<said who="#Εὐθύδημος" direct="false">ἀλλʼ ἔστιν,</said> ἔφη.—<said who="#Κτήσιππος" direct="false">πότερον ἀνθρώπων;</said> ἦ δʼ ὃς ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">ἢ καὶ ἵππων καὶ τῶν ἄλλων πάντων ζῴων;</said> <milestone unit="section" resp="Stephanus" n="298d"/> <said who="#Εὐθύδημος" direct="false">πάντων,</said> ἔφη.—<said who="#Κτήσιππος" direct="false">ἦ καὶ μήτηρ ἡ μήτηρ;</said>—<said who="#Εὐθύδημος" direct="false">καὶ ἡ μήτηρ γε.</said>—<said who="#Κτήσιππος" direct="false">καὶ τῶν ἐχίνων ἄρα,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">ἡ σὴ μήτηρ μήτηρ ἐστὶ τῶν θαλαττίων.</said>—<said who="#Εὐθύδημος" direct="false">καὶ ἡ σή γʼ,</said> ἔφη.—<said who="#Κτήσιππος" direct="false">καὶ σὺ ἄρα ἀδελφὸς εἶ τῶν κωβιῶν καὶ κυναρίων καὶ χοιριδίων.</said>—<said who="#Εὐθύδημος" direct="false">καὶ γὰρ σύ,</said> ἔφη.—<said who="#Κτήσιππος" direct="false">κάπρος ἄρα σοι πατήρ ἐστι καὶ κύων.</said>—<said who="#Εὐθύδημος" direct="false">καὶ γὰρ σοί,</said> ἔφη.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">αὐτίκα δέ γε,</said> ἦ δʼ ὃς ὁ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">ἄν μοι ἀποκρίνῃ, ὦ Κτήσιππε, ὁμολογήσεις ταῦτα. εἰπὲ γάρ μοι, ἔστι σοι κύων;</said>—<said who="#Κτήσιππος" direct="false">καὶ μάλα πονηρός,</said> ἔφη ὁ Κτήσιππος.—<said who="#Διονυσόδωρος" direct="false">ἔστιν οὖν <milestone unit="section" resp="Stephanus" n="298e"/> αὐτῷ κυνίδια;</said>—<said who="#Κτήσιππος" direct="false">καὶ μάλʼ,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">ἕτερα τοιαῦτα.</said>—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν πατήρ ἐστιν αὐτῶν ὁ κύων;</said>—<said who="#Κτήσιππος" direct="false">ἔγωγέ τοι εἶδον,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">αὐτὸν ὀχεύοντα τὴν κύνα.</said>—<said who="#Διονυσόδωρος" direct="false">τί οὖν; οὐ σός ἐστιν ὁ κύων;</said>—<said who="#Κτήσιππος" direct="false">πάνυ γʼ,</said> ἔφη.—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν πατὴρ ὢν σός ἐστιν, ὥστε σὸς πατὴρ γίγνεται ὁ κύων καὶ σὺ κυναρίων ἀδελφός;</said>

<milestone unit="para" ed="P"/> καὶ αὖθις ταχὺ ὑπολαβὼν ὁ Διονυσόδωρος, ἵνα μὴ πρότερόν τι εἴποι ὁ Κτήσιππος, <said who="#Διονυσόδωρος" direct="false">καὶ ἔτι γέ μοι μικρόν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἀπόκριναι· τύπτεις τὸν κύνα τοῦτον;</said>—καὶ ὁ Κτήσιππος γελάσας, <said who="#Κτήσιππος" direct="false">νὴ τοὺς θεούς,</said> ἔφη· <said who="#Κτήσιππος" direct="false">οὐ γὰρ δύναμαι σέ.</said>—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν τὸν σαυτοῦ πατέρα,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">τύπτεις;</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="299"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="299" unit="page"/><milestone unit="section" resp="Stephanus" n="299a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/><said who="#Κτήσιππος" direct="false">πολὺ μέντοι,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">δικαιότερον τὸν ὑμέτερον πατέρʼ ἂ<add>ν</add> τύπτοιμι, ὅτι μαθὼν σοφοὺς ὑεῖς οὕτως ἔφυσεν. ἀλλʼ ἦ που, ὦ Εὐθύδημε</said> <del>ὁ Κτήσιππος</del>, <said who="#Κτήσιππος" direct="false">πόλλʼ ἀγαθὰ ἀπὸ τῆς ὑμετέρας σοφίας ταύτης ἀπολέλαυκεν ὁ πατὴρ ὁ ὑμέτερός τε καὶ τῶν κυνιδίων.</said>

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἀλλʼ οὐδὲν δεῖται πολλῶν ἀγαθῶν, ὦ Κτήσιππε, οὔτʼ ἐκεῖνος οὔτε σύ.</said>

<milestone unit="para" ed="P"/> <said who="#Κτήσιππος" direct="false">οὐδὲ σύ,</said> ἦ δʼ ὅς, <said who="#Κτήσιππος" direct="false">ὦ Εὐθύδημε, αὐτός;</said>

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">οὐδὲ ἄλλος γε οὐδεὶς ἀνθρώπων. εἰπὲ γάρ μοι, ὦ <milestone unit="section" resp="Stephanus" n="299b"/> Κτήσιππε, εἰ ἀγαθὸν νομίζεις εἶναι ἀσθενοῦντι φάρμακον πιεῖν ἢ οὐκ ἀγαθὸν εἶναι δοκεῖ σοι, ὅταν δέηται· ἢ εἰς πόλεμον ὅταν ἴῃ, ὅπλα ἔχοντα μᾶλλον ἰέναι ἢ ἄνοπλον.</said>—<said who="#Κτήσιππος" direct="false">ἔμοιγε,</said> ἔφη. <said who="#Κτήσιππος" direct="false">καίτοι οἶμαί τί σε τῶν καλῶν ἐρεῖν.</said>—<said who="#Εὐθύδημος" direct="false">σὺ ἄριστα εἴσῃ,</said> ἔφη· <said who="#Εὐθύδημος" direct="false">ἀλλʼ ἀποκρίνου. ἐπειδὴ γὰρ ὡμολόγεις ἀγαθὸν εἶναι φάρμακον, ὅταν δέῃ, πίνειν ἀνθρώπῳ, ἄλλο τι τοῦτο τὸ ἀγαθὸν ὡς πλεῖστον δεῖ πίνειν, καὶ καλῶς ἐκεῖ ἕξει, ἐάν τις αὐτῷ τρίψας ἐγκεράσῃ ἐλλεβόρου ἅμαξαν;</said>—καὶ ὁ Κτήσιππος εἶπεν· <said who="#Κτήσιππος" direct="false">πάνυ γε σφόδρα, ὦ Εὐθύδημε, ἐὰν ᾖ γε <milestone unit="section" resp="Stephanus" n="299c"/> ὁ πίνων ὅσος ὁ ἀνδριὰς ὁ ἐν Δελφοῖς.</said>—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">καὶ ἐν τῷ πολέμῳ ἐπειδὴ ἀγαθόν ἐστιν ὅπλα ἔχειν, ὡς πλεῖστα δεῖ ἔχειν δόρατά τε καὶ ἀσπίδας, ἐπειδήπερ ἀγαθόν ἐστιν;</said>—<said who="#Κτήσιππος" direct="false">μάλα δήπου,</said> ἔφη ὁ Κτήσιππος· <said who="#Κτήσιππος" direct="false">σὺ δʼ οὐκ οἴει, ὦ Εὐθύδημε, ἀλλὰ μίαν καὶ ἓν δόρυ;</said>—<said who="#Εὐθύδημος" direct="false">ἔγωγε.</said>—<said who="#Κτήσιππος" direct="false">ἦ καὶ τὸν Γηρυόνην ἄν,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">καὶ τὸν Βριάρεων οὕτως σὺ ὁπλίσαις; ἐγὼ δὲ ᾤμην σὲ δεινότερον εἶναι, ἅτε ὁπλομάχην ὄντα, καὶ τόνδε τὸν ἑταῖρον.</said>

<milestone unit="para" ed="P"/> καὶ ὁ μὲν Εὐθύδημος ἐσίγησεν· ὁ δὲ Διονυσόδωρος πρὸς <milestone unit="section" resp="Stephanus" n="299d"/> τὰ πρότερον ἀποκεκριμένα τῷ Κτησίππῳ ἤρετο, <said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν καὶ χρυσίον,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">ἀγαθὸν δοκεῖ σοι εἶναι ἔχειν;</said>—<said who="#Κτήσιππος" direct="false">πάνυ, καὶ ταῦτά γε πολύ,</said> ἔφη ὁ Κτήσιππος.—<said who="#Διονυσόδωρος" direct="false">τί οὖν; ἀγαθὰ οὐ δοκεῖ σοι χρῆναι ἀεί τʼ ἔχειν καὶ πανταχοῦ;</said>—<said who="#Κτήσιππος" direct="false">σφόδρα γʼ,</said> ἔφη.—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν καὶ τὸ χρυσίον ἀγαθὸν ὁμολογεῖς εἶναι;</said>—<said who="#Κτήσιππος" direct="false">ὡμολόγηκα μὲν οὖν,</said> ἦ δʼ ὅς.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν ἀεὶ δεῖ αὐτὸ ἔχειν καὶ πανταχοῦ καὶ ὡς μάλιστα ἐν ἑαυτῷ; καὶ εἴη ἂν εὐδαιμονέστατος <milestone unit="section" resp="Stephanus" n="299e"/> εἰ ἔχοι χρυσίου μὲν τρία τάλαντα ἐν τῇ γαστρί, τάλαντον δʼ ἐν τῷ κρανίῳ, στατῆρα δὲ χρυσοῦ ἐν ἑκατέρῳ τὠφθαλμῷ;</said>—<said who="#Κτήσιππος" direct="false">φασί γε οὖν, ὦ Εὐθύδημε,</said> ἔφη ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">τούτους εὐδαιμονεστάτους εἶναι Σκυθῶν καὶ ἀρίστους ἄνδρας, οἳ χρυσίον τε ἐν τοῖς κρανίοις ἔχουσιν πολὺ τοῖς ἑαυτῶν, ὥσπερ σὺ νυνδὴ ἔλεγες τὸν κύνα τὸν πατέρα, καὶ ὃ θαυμασιώτερόν γε ἔτι, ὅτι καὶ πίνουσιν ἐκ τῶν ἑαυτῶν κρανίων κεχρυσωμένων, καὶ ταῦτα ἐντὸς καθορῶσιν, τὴν ἑαυτῶν κορυφὴν ἐν ταῖς χερσὶν ἔχοντες.</said></said></p></div></div></body></text></TEI>