<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="294"><p><said who="#Σωκράτης"><milestone n="294" unit="page"/><milestone unit="section" resp="Stephanus" n="294a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/> πάντʼ ἄρα, ἔφην ἐγώ, ἐπίστασθον, ἐπειδήπερ καὶ ὁτιοῦν;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πάντʼ,</said> ἔφη· <said who="#Διονυσόδωρος" direct="false">καὶ σύ γε πρός, εἴπερ καὶ ἓν ἐπίστασαι, πάντα ἐπίστασαι.
</said>
<milestone unit="para" ed="P"/> ὦ Ζεῦ, ἔφην ἐγώ, ὡς θαυμαστὸν λέγεις καὶ ἀγαθὸν μέγα πεφάνθαι. μῶν καὶ οἱ ἄλλοι πάντες ἄνθρωποι πάντʼ ἐπίστανται, ἢ οὐδέν;

	<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐ γὰρ δήπου,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">τὰ μὲν ἐπίστανται, τὰ δʼ οὐκ ἐπίστανται, καὶ εἰσὶν ἅμα ἐπιστήμονές τε καὶ ἀνεπιστήμονες.</said>

<milestone unit="para" ed="P"/> ἀλλὰ τί; ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πάντες,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">πάντα ἐπίστανται, εἴπερ καὶ ἕν.</said> <milestone unit="section" resp="Stephanus" n="294b"/>

<milestone unit="para" ed="P"/> ὦ πρὸς τῶν θεῶν, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε—δῆλοι γάρ μοί ἐστον ἤδη ὅτι σπουδάζετον, καὶ μόλις ὑμᾶς προυκαλεσάμην σπουδάζειν—αὐτὼ τῷ ὄντι πάντα ἐπίστασθον; οἷον τεκτονικὴν καὶ σκυτικήν;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πάνυ γʼ,</said> ἔφη.

<milestone unit="para" ed="P"/> ἦ καὶ νευρορραφεῖν δυνατώ ἐστον;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">καὶ ναὶ μὰ Δία καττύειν,</said> ἔφη.

<milestone unit="para" ed="P"/> ἦ καὶ τὰ τοιαῦτα, τοὺς ἀστέρας ὁπόσοι εἰσί, καὶ τὴν ἄμμον;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πάνυ γε,</said> ἦ δʼ ὅς· <said who="#Διονυσόδωρος" direct="false">εἶτʼ οὐκ ἂν οἴει ὁμολογῆσαι ἡμᾶς;</said>

<milestone unit="para" ed="P"/> καὶ ὁ Κτήσιππος ὑπολαβών· <said who="#Κτήσιππος" direct="false">πρὸς Διός,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">Διονυσόδωρε, <milestone unit="section" resp="Stephanus" n="294c"/> τεκμήριόν τί μοι τούτων ἐπιδείξατον τοιόνδε, ᾧ εἴσομαι ὅτι ἀληθῆ λέγετον.</said>

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">τί ἐπιδείξω;</said> ἔφη.

<milestone unit="para" ed="P"/> <said who="#Κτήσιππος" direct="false">οἶσθα Εὐθύδημον ὁπόσους ὀδόντας ἔχει, καὶ ὁ Εὐθύδημος ὁπόσους σύ;</said>

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐκ ἐξαρκεῖ σοι,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἀκοῦσαι ὅτι πάντα ἐπιστάμεθα;</said>

<milestone unit="para" ed="P"/> <said who="#Κτήσιππος" direct="false">μηδαμῶς,</said> ἦ δʼ ὅς, <said who="#Κτήσιππος" direct="false">ἀλλὰ τοῦτο ἔτι ἡμῖν μόνον εἴπατον καὶ ἐπιδείξατον ὅτι ἀληθῆ λέγετον· καὶ ἐὰν εἴπητον ὁπόσους ἑκάτερος ἔχει ὑμῶν, καὶ φαίνησθε γνόντες ἡμῶν ἀριθμησάντων, ἤδη πεισόμεθα ὑμῖν καὶ τἆλλα.</said> <milestone unit="section" resp="Stephanus" n="294d"/>

<milestone unit="para" ed="P"/> ἡγουμένω οὖν σκώπτεσθαι οὐκ ἠθελέτην, ἀλλʼ ὡμολογησάτην πάντα χρήματα ἐπίστασθαι, καθʼ ἓν ἕκαστον ἐρωτώμενοι ὑπὸ Κτησίππου. ὁ γὰρ Κτήσιππος πάνυ ἀπαρακαλύπτως οὐδὲν ὅτι οὐκ ἠρώτα τελευτῶν, καὶ τὰ αἴσχιστα, εἰ ἐπισταίσθην· τὼ δὲ ἀνδρειότατα ὁμόσε ᾔτην τοῖς ἐρωτήμασιν, ὁμολογοῦντες εἰδέναι, ὥσπερ οἱ κάπροι οἱ πρὸς τὴν πληγὴν ὁμόσε ὠθούμενοι, ὥστʼ ἔγωγε καὶ αὐτός, ὦ Κρίτων, ὑπʼ ἀπιστίας ἠναγκάσθην τελευτῶν ἐρέσθαι <del>τὸν Εὐθύδημον</del> εἰ <milestone unit="section" resp="Stephanus" n="294e"/> καὶ ὀρχεῖσθαι ἐπίσταιτο ὁ Διονυσόδωρος· ὁ δέ, <said who="#Διονυσόδωρος" direct="false">πάνυ,</said> ἔφη.

<milestone unit="para" ed="P"/> οὐ δήπου, ἦν δʼ ἐγώ, καὶ ἐς μαχαίρας γε κυβιστᾶν καὶ ἐπὶ τροχοῦ δινεῖσθαι τηλικοῦτος ὤν, οὕτω πόρρω σοφίας ἥκεις;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐδέν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὅτι οὔ.</said>

<milestone unit="para" ed="P"/> πότερον δέ, ἦν δʼ ἐγώ, πάντα νῦν μόνον ἐπίστασθον ἢ καὶ ἀεί;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">καὶ ἀεί,</said> ἔφη.

<milestone unit="para" ed="P"/> καὶ ὅτε παιδία ἤστην καὶ εὐθὺς γενόμενοι ἠπίστασθε πάντα;

<milestone unit="para" ed="P"/> ἐφάτην ἅμα ἀμφοτέρω.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="295"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="295" unit="page"/><milestone unit="section" resp="Stephanus" n="295a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/> καὶ ἡμῖν μὲν ἄπιστον ἐδόκει τὸ πρᾶγμα εἶναι· ὁ δʼ Εὐθύδημος, <said who="#Εὐθύδημος" direct="false">ἀπιστεῖς,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ὦ Σώκρατες;</said>

<milestone unit="para" ed="P"/> πλήν γʼ ὅτι, <add>ἦν δʼ</add> ἐγώ, εἰκὸς ὑμᾶς ἐστι σοφοὺς εἶναι.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἀλλʼ ἤν,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ἐθελήσῃς μοι ἀποκρίνεσθαι, ἐγὼ ἐπιδείξω καὶ σὲ ταῦτα τὰ θαυμαστὰ ὁμολογοῦντα.</said>

<milestone unit="para" ed="P"/> ἀλλὰ μήν, ἦν δʼ ἐγώ, ἥδιστα ταῦτα ἐξελέγχομαι. εἰ γάρ τοι λέληθα ἐμαυτὸν σοφὸς ὤν, σὺ δὲ τοῦτο ἐπιδείξεις ὡς πάντα ἐπίσταμαι καὶ ἀεί, τί μεῖζον ἕρμαιον αὐτοῦ ἂν εὕροιμι ἐν παντὶ τῷ βίῳ;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἀποκρίνου δή,</said> ἔφη. <milestone unit="section" resp="Stephanus" n="295b"/>

<milestone unit="para" ed="P"/> ὡς ἀποκρινουμένου ἐρώτα.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἆρʼ οὖν,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ὦ Σώκρατες, ἐπιστήμων του εἶ ἢ οὔ;</said>—ἔγωγε.—<said who="#Εὐθύδημος" direct="false">πότερον οὖν ᾧ ἐπιστήμων εἶ, τούτῳ καὶ ἐπίστασαι, ἢ ἄλλῳ τῳ;</said>—ὧι ἐπιστήμων. οἶμαι γάρ σε τὴν ψυχὴν λέγειν· ἢ οὐ τοῦτο λέγεις;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">οὐκ αἰσχύνῃ,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ὦ Σώκρατες; ἐρωτώμενος ἀντερωτᾷς;</said>

<milestone unit="para" ed="P"/> εἶεν, ἦν δʼ ἐγώ· ἀλλὰ πῶς ποιῶ; οὕτω γὰρ ποιήσω ὅπως ἂν σὺ κελεύῃς. ὅταν μὴ εἰδῶ ὅτι ἐρωτᾷς, κελεύεις με ὅμως ἀποκρίνεσθαι, ἀλλὰ μὴ ἐπανερέσθαι; <milestone unit="section" resp="Stephanus" n="295c"/>

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ὑπολαμβάνεις γὰρ δήπου τι,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ὃ λέγω;</said>

<milestone unit="para" ed="P"/> ἔγωγε, ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">πρὸς τοῦτο τοίνυν ἀποκρίνου ὃ ὑπολαμβάνεις.</said>

<milestone unit="para" ed="P"/> τί οὖν, ἔφην, ἂν σὺ μὲν ἄλλῃ ἐρωτᾷς διανοούμενος, ἐγὼ δὲ ἄλλῃ ὑπολάβω, ἔπειτα πρὸς τοῦτο ἀποκρίνωμαι, ἐξαρκεῖ σοι ἐὰν μηδὲν πρὸς ἔπος ἀποκρίνωμαι;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἔμοιγε,</said> ἦ δʼ ὅς· <said who="#Εὐθύδημος" direct="false">οὐ μέντοι σοί γε, ὡς ἐγᾦμαι.</said>

<milestone unit="para" ed="P"/> οὐ τοίνυν μὰ Δία ἀποκρινοῦμαι, ἦν δʼ ἐγώ, πρότερον πρὶν ἂν πύθωμαι.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">οὐκ ἀποκρινῇ,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">πρὸς ἃ ἂν ἀεὶ ὑπολαμβάνῃς, ὅτι ἔχων φλυαρεῖς καὶ ἀρχαιότερος εἶ τοῦ δέοντος.</said> <milestone unit="section" resp="Stephanus" n="295d"/>

<milestone unit="para" ed="P"/> κἀγὼ ἔγνων αὐτὸν ὅτι μοι χαλεπαίνοι διαστέλλοντι τὰ λεγόμενα, βουλόμενός με θηρεῦσαι τὰ ὀνόματα περιστήσας. ἀνεμνήσθην οὖν τοῦ Κόννου, ὅτι μοι κἀκεῖνος χαλεπαίνει ἑκάστοτε ὅταν αὐτῷ μὴ ὑπείκω, ἔπειτά μου ἧττον ἐπιμελεῖται ὡς ἀμαθοῦς ὄντος· ἐπεὶ δὲ οὖν διενενοήμην καὶ παρὰ τοῦτον φοιτᾶν, ᾠήθην δεῖν ὑπείκειν, μή με σκαιὸν ἡγησάμενος φοιτητὴν μὴ προσδέχοιτο. εἶπον οὖν· ἀλλʼ εἰ δοκεῖ σοι, <milestone unit="section" resp="Stephanus" n="295e"/> Εὐθύδημε, οὕτω ποιεῖν, ποιητέον· σὺ γὰρ πάντως που κάλλιον ἐπίστασαι διαλέγεσθαι ἢ ἐγώ, τέχνην ἔχων ἰδιώτου ἀνθρώπου. ἐρώτα οὖν πάλιν ἐξ ἀρχῆς.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἀποκρίνου δή,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">πάλιν, πότερον ἐπίστασαί τῳ ἃ ἐπίστασαι, ἢ οὔ;</said>—ἔγωγε, ἔφην, τῇ γε ψυχῇ.</said></p></div></div></body></text></TEI>