<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="291"><p><said who="#Κρίτων"><milestone n="291" unit="page"/><milestone unit="section" resp="Stephanus" n="291a"/><label>ΚΡ.</label> ποῖος Κτήσιππος;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν τόδε γε εὖ οἶδα, ὅτι οὔτε Εὐθύδημος οὔτε Διονυσόδωρος ἦν ὁ εἰπὼν ταῦτα· ἀλλʼ, ὦ δαιμόνιε Κρίτων, μή τις τῶν κρειττόνων παρὼν αὐτὰ ἐφθέγξατο; ὅτι γὰρ ἤκουσά γε ταῦτα, εὖ οἶδα.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ναὶ μὰ Δία, ὦ Σώκρατες· τῶν κρειττόνων μέντοι τις ἐμοὶ δοκεῖ, καὶ πολύ γε. ἀλλὰ μετὰ τοῦτο ἔτι τινὰ ἐζητήσατε τέχνην; καὶ ηὕρετε ἐκείνην ἢ οὐχ ηὕρετε, ἧς ἕνεκα ἐζητεῖτε;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="291b"/><label>ΣΩ.</label> πόθεν, ὦ μακάριε, ηὕρομεν; ἀλλʼ ἦμεν πάνυ γελοῖοι· ὥσπερ τὰ παιδία τὰ τοὺς κορύδους διώκοντα, ἀεὶ ᾠόμεθα ἑκάστην τῶν ἐπιστημῶν αὐτίκα λήψεσθαι, αἱ δʼ ἀεὶ ὑπεξέφευγον. τὰ μὲν οὖν πολλὰ τί ἄν σοι λέγοιμι; ἐπὶ δὲ δὴ τὴν βασιλικὴν ἐλθόντες τέχνην καὶ διασκοπούμενοι αὐτὴν εἰ αὕτη εἴη ἡ τὴν εὐδαιμονίαν παρέχουσά τε καὶ ἀπεργαζομένη, ἐνταῦθα ὥσπερ εἰς λαβύρινθον ἐμπεσόντες, οἰόμενοι ἤδη ἐπὶ τέλει εἶναι, περικάμψαντες πάλιν ὥσπερ ἐν ἀρχῇ τῆς <milestone unit="section" resp="Stephanus" n="291c"/> ζητήσεως ἀνεφάνημεν ὄντες καὶ τοῦ ἴσου δεόμενοι ὅσουπερ ὅτε τὸ πρῶτον ἐζητοῦμεν.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> πῶς δὴ τοῦτο ὑμῖν συνέβη, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγὼ φράσω. ἔδοξε γὰρ δὴ ἡμῖν ἡ πολιτικὴ καὶ ἡ βασιλικὴ τέχνη ἡ αὐτὴ εἶναι.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> τί οὖν δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταύτῃ τῇ τέχνῃ ἥ τε στρατηγικὴ καὶ αἱ ἄλλαι παραδιδόναι ἄρχειν τῶν ἔργων ὧν αὐταὶ δημιουργοί εἰσιν, ὡς μόνῃ ἐπισταμένῃ χρῆσθαι. σαφῶς οὖν ἐδόκει ἡμῖν αὕτη εἶναι ἣν ἐζητοῦμεν, καὶ ἡ αἰτία τοῦ ὀρθῶς πράττειν ἐν τῇ <milestone unit="section" resp="Stephanus" n="291d"/> πόλει, καὶ ἀτεχνῶς κατὰ τὸ Αἰσχύλου ἰαμβεῖον μόνη ἐν τῇ πρύμνῃ καθῆσθαι τῆς πόλεως, πάντα κυβερνῶσα καὶ πάντων ἄρχουσα πάντα χρήσιμα ποιεῖν.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> οὐκοῦν καλῶς ὑμῖν ἐδόκει, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σὺ κρινεῖς, ὦ Κρίτων, ἐὰν βούλῃ ἀκούειν καὶ τὰ μετὰ ταῦτα συμβάντα ἡμῖν. αὖθις γὰρ δὴ πάλιν ἐσκοποῦμεν ὧδέ πως· φέρε, πάντων ἄρχουσα ἡ βασιλικὴ τέχνη τὶ ἡμῖν <milestone unit="section" resp="Stephanus" n="291e"/> ἀπεργάζεται ἔργον ἢ οὐδέν; πάντως δήπου, ἡμεῖς ἔφαμεν πρὸς ἀλλήλους. οὐ καὶ σὺ ἂν ταῦτα φαίης, ὦ Κρίτων;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν ἂν φαίης αὐτῆς ἔργον εἶναι; ὥσπερ εἰ σὲ ἐγὼ ἐρωτῴην, πάντων ἄρχουσα ἡ ἰατρικὴ ὧν ἄρχει, τί ἔργον παρέχεται; οὐ τὴν ὑγίειαν <add>ἂν</add> φαίης;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ἔγωγε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="292"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ ἡ ὑμετέρα τέχνη ἡ γεωργία; πάντων ἄρχουσα <milestone n="292" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="292a"/> ὧν ἄρχει, τί <del>ἔργον</del> ἀπεργάζεται; οὐ τὴν τροφὴν ἂν φαίης τὴν ἐκ τῆς γῆς παρέχειν ἡμῖν;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ ἡ βασιλικὴ πάντων ἄρχουσα ὧν ἄρχει; τί ἀπεργάζεται; ἴσως οὐ πάνυ γʼ εὐπορεῖς.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> μὰ τὸν Δία, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲ γὰρ ἡμεῖς, ὦ Κρίτων· ἀλλὰ τοσόνδε γε οἶσθα, ὅτι εἴπερ ἐστὶν αὕτη ἣν ἡμεῖς ζητοῦμεν, ὠφέλιμον αὐτὴν δεῖ εἶναι.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἀγαθόν γέ τι δεῖ ἡμῖν αὐτὴν παραδιδόναι;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ἀνάγκη, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="292b"/><label>ΣΩ.</label> ἀγαθὸν δέ γέ που ὡμολογήσαμεν ἀλλήλοις ἐγώ τε καὶ Κλεινίας οὐδὲν εἶναι ἄλλο ἢ ἐπιστήμην τινά.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ναί, οὕτως ἔλεγες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὰ μὲν ἄλλα ἔργα, ἃ φαίη ἄν τις πολιτικῆς εἶναι—πολλὰ δέ που ταῦτʼ ἂν εἴη, οἷον πλουσίους τοὺς πολίτας παρέχειν καὶ ἐλευθέρους καὶ ἀστασιάστους—πάντα ταῦτα οὔτε κακὰ οὔτε ἀγαθὰ ἐφάνη, ἔδει δὲ σοφοὺς ποιεῖν καὶ ἐπιστήμης μεταδιδόναι, εἴπερ ἔμελλεν αὕτη εἶναι ἡ <milestone unit="section" resp="Stephanus" n="292c"/> ὠφελοῦσά τε καὶ εὐδαίμονας ποιοῦσα.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ἔστι ταῦτα· τότε γοῦν οὕτως ὑμῖν ὡμολογήθη, ὡς σὺ τοὺς λόγους ἀπήγγειλας.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἡ βασιλικὴ σοφοὺς ποιεῖ τοὺς ἀνθρώπους καὶ ἀγαθούς;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> τί γὰρ κωλύει, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἆρα πάντας καὶ πάντα ἀγαθούς; καὶ πᾶσαν ἐπιστήμην, σκυτοτομικήν τε καὶ τεκτονικὴν καὶ τὰς ἄλλας ἁπάσας, αὕτη ἡ παραδιδοῦσά ἐστιν;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> οὐκ οἶμαι ἔγωγε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="292d"/><label>ΣΩ.</label> ἀλλὰ τίνα δὴ ἐπιστήμην; ᾗ τί χρησόμεθα; τῶν μὲν γὰρ ἔργων οὐδενὸς δεῖ αὐτὴν δημιουργὸν εἶναι τῶν μήτε κακῶν μήτε ἀγαθῶν, ἐπιστήμην δὲ παραδιδόναι μηδεμίαν ἄλλην ἢ αὐτὴν ἑαυτήν. λέγωμεν δὴ οὖν τίς ποτέ ἐστιν αὕτη, ᾗ τί χρησόμεθα; βούλει φῶμεν, ὦ Κρίτων, ᾗ ἄλλους ἀγαθοὺς ποιήσομεν;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἳ τί ἔσονται ἡμῖν ἀγαθοὶ καὶ τί χρήσιμοι; ἢ ἔτι λέγωμεν ὅτι ἄλλους ποιήσουσιν, οἱ δὲ ἄλλοι ἐκεῖνοι ἄλλους; <milestone unit="section" resp="Stephanus" n="292e"/> ὅτι δέ ποτε ἀγαθοί εἰσιν, οὐδαμοῦ ἡμῖν φαίνονται, ἐπειδήπερ τὰ ἔργα τὰ λεγόμενα εἶναι τῆς πολιτικῆς ἠτιμάσαμεν, ἀλλʼ ἀτεχνῶς τὸ λεγόμενον ὁ Διὸς Κόρινθος γίγνεται, καὶ ὅπερ ἔλεγον, τοῦ ἴσου ἡμῖν ἐνδεῖ ἢ ἔτι πλέονος πρὸς τὸ εἰδέναι τίς ποτέ ἐστιν ἡ ἐπιστήμη ἐκείνη ἣ ἡμᾶς εὐδαίμονας ποιήσει;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> νὴ τὸν Δία, ὦ Σώκρατες, εἰς πολλήν γε ἀπορίαν, ὡς ἔοικεν, ἀφίκεσθε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="293"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔγωγε οὖν καὶ αὐτός, ὦ Κρίτων, ἐπειδὴ ἐν ταύτῃ <milestone n="293" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="293a"/> τῇ ἀπορίᾳ ἐνεπεπτώκη, πᾶσαν ἤδη φωνὴν ἠφίειν, δεόμενος τοῖν ξένοιν ὥσπερ Διοσκούρων ἐπικαλούμενος σῶσαι ἡμᾶς, ἐμέ τε καὶ τὸ μειράκιον, ἐκ τῆς τρικυμίας τοῦ λόγου, καὶ παντὶ τρόπῳ σπουδάσαι, καὶ σπουδάσαντας ἐπιδεῖξαι τίς ποτʼ ἐστὶν ἡ ἐπιστήμη ἧς τυχόντες ἂν καλῶς τὸν ἐπίλοιπον βίον διέλθοιμεν.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> τί οὖν; ἠθέλησέν τι ὑμῖν ἐπιδεῖξαι ὁ Εὐθύδημος;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς γὰρ οὔ; καὶ ἤρξατό γε, ὦ ἑταῖρε, πάνυ μεγαλοφρόνως τοῦ λόγου ὧδε— <milestone unit="section" resp="Stephanus" n="293b"/>

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">πότερον δή σε,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ὦ Σώκρατες, ταύτην τὴν ἐπιστήμην, περὶ ἣν πάλαι ἀπορεῖτε, διδάξω, ἢ ἐπιδείξω ἔχοντα;</said>

<milestone unit="para" ed="P"/> ὦ μακάριε, ἦν δʼ ἐγώ, ἔστι δὲ ἐπὶ σοὶ τοῦτο;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">πάνυ μὲν οὖν,</said> ἔφη.

<milestone unit="para" ed="P"/> ἐπίδειξον τοίνυν με νὴ Δίʼ, ἔφην ἐγώ, ἔχοντα· πολὺ γὰρ ῥᾷον ἢ μανθάνειν τηλικόνδε ἄνδρα.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">φέρε δή μοι ἀπόκριναι,</said> ἔφη· <said who="#Εὐθύδημος" direct="false">ἔστιν ὅτι ἐπίστασαι;</said>—πάνυ γε, ἦν δʼ ἐγώ, καὶ πολλά, σμικρά γε.—<said who="#Εὐθύδημος" direct="false">ἀρκεῖ,</said> ἔφη. <said who="#Εὐθύδημος" direct="false">ἆρʼ οὖν δοκεῖς οἷόν τέ τι τῶν ὄντων τοῦτο ὃ τυγχάνει ὄν, αὐτὸ τοῦτο <milestone unit="section" resp="Stephanus" n="293c"/> μὴ εἶναι;</said>—ἀλλὰ μὰ Δίʼ οὐκ ἔγωγε.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν σύ,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ἐπίστασαί τι;</said>—ἔγωγε.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν ἐπιστήμων εἶ, εἴπερ ἐπίστασαι;</said>—πάνυ γε, τούτου γε αὐτοῦ.—<said who="#Εὐθύδημος" direct="false">οὐδὲν διαφέρει· ἀλλʼ οὐκ ἀνάγκη σε ἔχει πάντα ἐπίστασθαι ἐπιστήμονά γε ὄντα;</said>—μὰ Δίʼ, ἔφην ἐγώ· ἐπεὶ πολλὰ ἄλλʼ οὐκ ἐπίσταμαι.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν εἴ τι μὴ ἐπίστασαι, οὐκ ἐπιστήμων εἶ.</said>—ἐκείνου γε, ὦ φίλε, ἦν δʼ ἐγώ.—<said who="#Εὐθύδημος" direct="false">ἧττον οὖν τι,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">οὐκ ἐπιστήμων εἶ; ἄρτι δὲ ἐπιστήμων ἔφησθα εἶναι· καὶ οὕτως τυγχάνεις ὢν <milestone unit="section" resp="Stephanus" n="293d"/> αὐτὸς οὗτος ὃς εἶ, καὶ αὖ πάλιν οὐκ εἶ, κατὰ ταὐτὰ ἅμα.</said>

<milestone unit="para" ed="P"/> εἶεν, ἦν δʼ ἐγώ, Εὐθύδημε· τὸ γὰρ λεγόμενον, καλὰ δὴ παταγεῖς· πῶς οὖν ἐπίσταμαι ἐκείνην τὴν ἐπιστήμην ἣν ἐζητοῦμεν; ὡς δὴ τοῦτο ἀδύνατόν ἐστιν τὸ αὐτὸ εἶναί τε καὶ μή, εἴπερ ἓν ἐπίσταμαι, ἅπαντα ἐπίσταμαι—οὐ γὰρ ἂν εἴην ἐπιστήμων τε καὶ ἀνεπιστήμων ἅμα—ἐπεὶ δὲ πάντα ἐπίσταμαι, κἀκείνην δὴ τὴν ἐπιστήμην ἔχω· ἆρα οὕτως λέγεις, καὶ τοῦτό ἐστιν τὸ σοφόν; <milestone unit="section" resp="Stephanus" n="293e"/>

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">αὐτὸς σαυτόν γε δὴ ἐξελέγχεις,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ὦ Σώκρατες.</said>

<milestone unit="para" ed="P"/> τί δέ, ἦν δʼ ἐγώ, ὦ Εὐθύδημε, σὺ οὐ πέπονθας τοῦτο τὸ αὐτὸ πάθος; ἐγὼ γάρ τοι μετὰ σοῦ ὁτιοῦν ἂν πάσχων καὶ μετὰ Διονυσοδώρου τοῦδε, φίλης κεφαλῆς, οὐκ ἂν πάνυ ἀγανακτοίην. εἰπέ μοι, σφὼ οὐχὶ τὰ μὲν ἐπίστασθον τῶν ὄντων, τὰ δὲ οὐκ ἐπίστασθον;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἥκιστά γε,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Σώκρατες,</said> ὁ Διονυσόδωρος.

<milestone unit="para" ed="P"/> πῶς λέγετον; ἔφην ἐγώ· ἀλλʼ οὐδὲν ἄρα ἐπίστασθον;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">καὶ μάλα,</said> ἦ δʼ ὅς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="294"><p><said who="#Σωκράτης"><milestone n="294" unit="page"/><milestone unit="section" resp="Stephanus" n="294a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/> πάντʼ ἄρα, ἔφην ἐγώ, ἐπίστασθον, ἐπειδήπερ καὶ ὁτιοῦν;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πάντʼ,</said> ἔφη· <said who="#Διονυσόδωρος" direct="false">καὶ σύ γε πρός, εἴπερ καὶ ἓν ἐπίστασαι, πάντα ἐπίστασαι.
</said>
<milestone unit="para" ed="P"/> ὦ Ζεῦ, ἔφην ἐγώ, ὡς θαυμαστὸν λέγεις καὶ ἀγαθὸν μέγα πεφάνθαι. μῶν καὶ οἱ ἄλλοι πάντες ἄνθρωποι πάντʼ ἐπίστανται, ἢ οὐδέν;

	<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐ γὰρ δήπου,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">τὰ μὲν ἐπίστανται, τὰ δʼ οὐκ ἐπίστανται, καὶ εἰσὶν ἅμα ἐπιστήμονές τε καὶ ἀνεπιστήμονες.</said>

<milestone unit="para" ed="P"/> ἀλλὰ τί; ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πάντες,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">πάντα ἐπίστανται, εἴπερ καὶ ἕν.</said> <milestone unit="section" resp="Stephanus" n="294b"/>

<milestone unit="para" ed="P"/> ὦ πρὸς τῶν θεῶν, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε—δῆλοι γάρ μοί ἐστον ἤδη ὅτι σπουδάζετον, καὶ μόλις ὑμᾶς προυκαλεσάμην σπουδάζειν—αὐτὼ τῷ ὄντι πάντα ἐπίστασθον; οἷον τεκτονικὴν καὶ σκυτικήν;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πάνυ γʼ,</said> ἔφη.

<milestone unit="para" ed="P"/> ἦ καὶ νευρορραφεῖν δυνατώ ἐστον;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">καὶ ναὶ μὰ Δία καττύειν,</said> ἔφη.

<milestone unit="para" ed="P"/> ἦ καὶ τὰ τοιαῦτα, τοὺς ἀστέρας ὁπόσοι εἰσί, καὶ τὴν ἄμμον;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πάνυ γε,</said> ἦ δʼ ὅς· <said who="#Διονυσόδωρος" direct="false">εἶτʼ οὐκ ἂν οἴει ὁμολογῆσαι ἡμᾶς;</said>

<milestone unit="para" ed="P"/> καὶ ὁ Κτήσιππος ὑπολαβών· <said who="#Κτήσιππος" direct="false">πρὸς Διός,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">Διονυσόδωρε, <milestone unit="section" resp="Stephanus" n="294c"/> τεκμήριόν τί μοι τούτων ἐπιδείξατον τοιόνδε, ᾧ εἴσομαι ὅτι ἀληθῆ λέγετον.</said>

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">τί ἐπιδείξω;</said> ἔφη.

<milestone unit="para" ed="P"/> <said who="#Κτήσιππος" direct="false">οἶσθα Εὐθύδημον ὁπόσους ὀδόντας ἔχει, καὶ ὁ Εὐθύδημος ὁπόσους σύ;</said>

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐκ ἐξαρκεῖ σοι,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἀκοῦσαι ὅτι πάντα ἐπιστάμεθα;</said>

<milestone unit="para" ed="P"/> <said who="#Κτήσιππος" direct="false">μηδαμῶς,</said> ἦ δʼ ὅς, <said who="#Κτήσιππος" direct="false">ἀλλὰ τοῦτο ἔτι ἡμῖν μόνον εἴπατον καὶ ἐπιδείξατον ὅτι ἀληθῆ λέγετον· καὶ ἐὰν εἴπητον ὁπόσους ἑκάτερος ἔχει ὑμῶν, καὶ φαίνησθε γνόντες ἡμῶν ἀριθμησάντων, ἤδη πεισόμεθα ὑμῖν καὶ τἆλλα.</said> <milestone unit="section" resp="Stephanus" n="294d"/>

<milestone unit="para" ed="P"/> ἡγουμένω οὖν σκώπτεσθαι οὐκ ἠθελέτην, ἀλλʼ ὡμολογησάτην πάντα χρήματα ἐπίστασθαι, καθʼ ἓν ἕκαστον ἐρωτώμενοι ὑπὸ Κτησίππου. ὁ γὰρ Κτήσιππος πάνυ ἀπαρακαλύπτως οὐδὲν ὅτι οὐκ ἠρώτα τελευτῶν, καὶ τὰ αἴσχιστα, εἰ ἐπισταίσθην· τὼ δὲ ἀνδρειότατα ὁμόσε ᾔτην τοῖς ἐρωτήμασιν, ὁμολογοῦντες εἰδέναι, ὥσπερ οἱ κάπροι οἱ πρὸς τὴν πληγὴν ὁμόσε ὠθούμενοι, ὥστʼ ἔγωγε καὶ αὐτός, ὦ Κρίτων, ὑπʼ ἀπιστίας ἠναγκάσθην τελευτῶν ἐρέσθαι <del>τὸν Εὐθύδημον</del> εἰ <milestone unit="section" resp="Stephanus" n="294e"/> καὶ ὀρχεῖσθαι ἐπίσταιτο ὁ Διονυσόδωρος· ὁ δέ, <said who="#Διονυσόδωρος" direct="false">πάνυ,</said> ἔφη.

<milestone unit="para" ed="P"/> οὐ δήπου, ἦν δʼ ἐγώ, καὶ ἐς μαχαίρας γε κυβιστᾶν καὶ ἐπὶ τροχοῦ δινεῖσθαι τηλικοῦτος ὤν, οὕτω πόρρω σοφίας ἥκεις;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐδέν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὅτι οὔ.</said>

<milestone unit="para" ed="P"/> πότερον δέ, ἦν δʼ ἐγώ, πάντα νῦν μόνον ἐπίστασθον ἢ καὶ ἀεί;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">καὶ ἀεί,</said> ἔφη.

<milestone unit="para" ed="P"/> καὶ ὅτε παιδία ἤστην καὶ εὐθὺς γενόμενοι ἠπίστασθε πάντα;

<milestone unit="para" ed="P"/> ἐφάτην ἅμα ἀμφοτέρω.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="295"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="295" unit="page"/><milestone unit="section" resp="Stephanus" n="295a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/> καὶ ἡμῖν μὲν ἄπιστον ἐδόκει τὸ πρᾶγμα εἶναι· ὁ δʼ Εὐθύδημος, <said who="#Εὐθύδημος" direct="false">ἀπιστεῖς,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ὦ Σώκρατες;</said>

<milestone unit="para" ed="P"/> πλήν γʼ ὅτι, <add>ἦν δʼ</add> ἐγώ, εἰκὸς ὑμᾶς ἐστι σοφοὺς εἶναι.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἀλλʼ ἤν,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ἐθελήσῃς μοι ἀποκρίνεσθαι, ἐγὼ ἐπιδείξω καὶ σὲ ταῦτα τὰ θαυμαστὰ ὁμολογοῦντα.</said>

<milestone unit="para" ed="P"/> ἀλλὰ μήν, ἦν δʼ ἐγώ, ἥδιστα ταῦτα ἐξελέγχομαι. εἰ γάρ τοι λέληθα ἐμαυτὸν σοφὸς ὤν, σὺ δὲ τοῦτο ἐπιδείξεις ὡς πάντα ἐπίσταμαι καὶ ἀεί, τί μεῖζον ἕρμαιον αὐτοῦ ἂν εὕροιμι ἐν παντὶ τῷ βίῳ;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἀποκρίνου δή,</said> ἔφη. <milestone unit="section" resp="Stephanus" n="295b"/>

<milestone unit="para" ed="P"/> ὡς ἀποκρινουμένου ἐρώτα.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἆρʼ οὖν,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ὦ Σώκρατες, ἐπιστήμων του εἶ ἢ οὔ;</said>—ἔγωγε.—<said who="#Εὐθύδημος" direct="false">πότερον οὖν ᾧ ἐπιστήμων εἶ, τούτῳ καὶ ἐπίστασαι, ἢ ἄλλῳ τῳ;</said>—ὧι ἐπιστήμων. οἶμαι γάρ σε τὴν ψυχὴν λέγειν· ἢ οὐ τοῦτο λέγεις;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">οὐκ αἰσχύνῃ,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ὦ Σώκρατες; ἐρωτώμενος ἀντερωτᾷς;</said>

<milestone unit="para" ed="P"/> εἶεν, ἦν δʼ ἐγώ· ἀλλὰ πῶς ποιῶ; οὕτω γὰρ ποιήσω ὅπως ἂν σὺ κελεύῃς. ὅταν μὴ εἰδῶ ὅτι ἐρωτᾷς, κελεύεις με ὅμως ἀποκρίνεσθαι, ἀλλὰ μὴ ἐπανερέσθαι; <milestone unit="section" resp="Stephanus" n="295c"/>

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ὑπολαμβάνεις γὰρ δήπου τι,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ὃ λέγω;</said>

<milestone unit="para" ed="P"/> ἔγωγε, ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">πρὸς τοῦτο τοίνυν ἀποκρίνου ὃ ὑπολαμβάνεις.</said>

<milestone unit="para" ed="P"/> τί οὖν, ἔφην, ἂν σὺ μὲν ἄλλῃ ἐρωτᾷς διανοούμενος, ἐγὼ δὲ ἄλλῃ ὑπολάβω, ἔπειτα πρὸς τοῦτο ἀποκρίνωμαι, ἐξαρκεῖ σοι ἐὰν μηδὲν πρὸς ἔπος ἀποκρίνωμαι;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἔμοιγε,</said> ἦ δʼ ὅς· <said who="#Εὐθύδημος" direct="false">οὐ μέντοι σοί γε, ὡς ἐγᾦμαι.</said>

<milestone unit="para" ed="P"/> οὐ τοίνυν μὰ Δία ἀποκρινοῦμαι, ἦν δʼ ἐγώ, πρότερον πρὶν ἂν πύθωμαι.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">οὐκ ἀποκρινῇ,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">πρὸς ἃ ἂν ἀεὶ ὑπολαμβάνῃς, ὅτι ἔχων φλυαρεῖς καὶ ἀρχαιότερος εἶ τοῦ δέοντος.</said> <milestone unit="section" resp="Stephanus" n="295d"/>

<milestone unit="para" ed="P"/> κἀγὼ ἔγνων αὐτὸν ὅτι μοι χαλεπαίνοι διαστέλλοντι τὰ λεγόμενα, βουλόμενός με θηρεῦσαι τὰ ὀνόματα περιστήσας. ἀνεμνήσθην οὖν τοῦ Κόννου, ὅτι μοι κἀκεῖνος χαλεπαίνει ἑκάστοτε ὅταν αὐτῷ μὴ ὑπείκω, ἔπειτά μου ἧττον ἐπιμελεῖται ὡς ἀμαθοῦς ὄντος· ἐπεὶ δὲ οὖν διενενοήμην καὶ παρὰ τοῦτον φοιτᾶν, ᾠήθην δεῖν ὑπείκειν, μή με σκαιὸν ἡγησάμενος φοιτητὴν μὴ προσδέχοιτο. εἶπον οὖν· ἀλλʼ εἰ δοκεῖ σοι, <milestone unit="section" resp="Stephanus" n="295e"/> Εὐθύδημε, οὕτω ποιεῖν, ποιητέον· σὺ γὰρ πάντως που κάλλιον ἐπίστασαι διαλέγεσθαι ἢ ἐγώ, τέχνην ἔχων ἰδιώτου ἀνθρώπου. ἐρώτα οὖν πάλιν ἐξ ἀρχῆς.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἀποκρίνου δή,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">πάλιν, πότερον ἐπίστασαί τῳ ἃ ἐπίστασαι, ἢ οὔ;</said>—ἔγωγε, ἔφην, τῇ γε ψυχῇ.</said></p></div></div></body></text></TEI>