<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="286"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone unit="para" ed="P"/><said who="#Διονυσόδωρος" direct="false">τί οὖν;</said> ἦ δʼ ὅς· <said who="#Διονυσόδωρος" direct="false">εἰσὶν ἑκάστῳ τῶν ὄντων λόγοι;</said>—<said who="#Κτήσιππος" direct="false">πάνυ γε.</said>—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν ὡς ἔστιν ἕκαστον ἢ ὡς οὐκ ἔστιν;</said> <milestone n="286" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="286a"/>  <said who="#Κτήσιππος" direct="false">ὡς ἔστιν.</said>—<said who="#Διονυσόδωρος" direct="false">εἰ γὰρ μέμνησαι,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Κτήσιππε, καὶ ἄρτι ἐπεδείξαμεν μηδένα λέγοντα ὡς οὐκ ἔστι· τὸ γὰρ μὴ ὂν οὐδεὶς ἐφάνη λέγων.</said>—<said who="#Κτήσιππος" direct="false">τί οὖν δὴ τοῦτο;</said> ἦ δʼ ὃς ὁ Κτήσιππος· <said who="#Κτήσιππος" direct="false">ἧττόν τι ἀντιλέγομεν ἐγώ τε καὶ σύ;</said>—<said who="#Διονυσόδωρος" direct="false">πότερον οὖν,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">ἀντιλέγοιμεν ἂν τοῦ αὐτοῦ πράγματος λόγον ἀμφότεροι λέγοντες, ἢ οὕτω μὲν ἂν δήπου ταὐτὰ λέγοιμεν;</said>—συνεχώρει.—<said who="#Διονυσόδωρος" direct="false">ἀλλʼ ὅταν μηδέτερος,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">τὸν τοῦ πράγματος <milestone unit="section" resp="Stephanus" n="286b"/> λόγον λέγῃ, τότε ἀντιλέγοιμεν ἄν; ἢ οὕτω γε τὸ παράπαν οὐδʼ ἂν μεμνημένος εἴη τοῦ πράγματος οὐδέτερος ἡμῶν;</said>—καὶ τοῦτο συνωμολόγει.—<said who="#Διονυσόδωρος" direct="false">ἀλλʼ ἄρα, ὅταν ἐγὼ μὲν τὸν τοῦ πράγματος λόγον λέγω, σὺ δὲ ἄλλου τινὸς ἄλλον, τότε ἀντιλέγομεν; ἢ ἐγὼ λέγω μὲν τὸ πρᾶγμα, σὺ δὲ οὐδὲ λέγεις τὸ παράπαν; ὁ δὲ μὴ λέγων τῷ λέγοντι πῶς <add>ἂν</add> ἀντιλέγοι;</said>

<milestone unit="para" ed="P"/> καὶ ὁ μὲν Κτήσιππος ἐσίγησεν· ἐγὼ δὲ θαυμάσας τὸν λόγον, πῶς, ἔφην, ὦ Διονυσόδωρε, λέγεις; οὐ γάρ τοι <milestone unit="section" resp="Stephanus" n="286c"/> ἀλλὰ τοῦτόν γε τὸν λόγον πολλῶν δὴ καὶ πολλάκις ἀκηκοὼς ἀεὶ θαυμάζω—καὶ γὰρ οἱ ἀμφὶ Πρωταγόραν σφόδρα ἐχρῶντο αὐτῷ καὶ οἱ ἔτι παλαιότεροι· ἐμοὶ δὲ ἀεὶ θαυμαστός τις δοκεῖ εἶναι καὶ τούς τε ἄλλους ἀνατρέπων καὶ αὐτὸς αὑτόν —οἶμαι δὲ αὐτοῦ τὴν ἀλήθειαν παρὰ σοῦ κάλλιστα πεύσεσθαι. ἄλλο τι ψευδῆ λέγειν οὐκ ἔστιν; —τοῦτο γὰρ δύναται ὁ λόγος· ἦ γάρ; —ἀλλʼ ἢ λέγοντʼ ἀληθῆ λέγειν ἢ μὴ λέγειν;

<milestone unit="para" ed="P"/> συνεχώρει. <milestone unit="section" resp="Stephanus" n="286d"/>

<milestone unit="para" ed="P"/> πότερον οὖν ψευδῆ μὲν λέγειν οὐκ ἔστι, δοξάζειν μέντοι ἔστιν;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐδὲ δοξάζειν,</said> ἔφη.

<milestone unit="para" ed="P"/> οὐδʼ ἄρα ψευδής, ἦν δʼ ἐγώ, δόξα ἔστι τὸ παράπαν.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐκ</said> ἔφη.

<milestone unit="para" ed="P"/> οὐδʼ ἄρα ἀμαθία οὐδʼ ἀμαθεῖς ἄνθρωποι· ἢ οὐ τοῦτʼ ἂν εἴη ἀμαθία, εἴπερ εἴη, τὸ ψεύδεσθαι τῶν πραγμάτων;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πάνυ γε,</said> ἔφη.

<milestone unit="para" ed="P"/> ἀλλὰ τοῦτο οὐκ ἔστιν, ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐκ</said> ἔφη.

<milestone unit="para" ed="P"/> λόγου ἕνεκα, ὦ Διονυσόδωρε, λέγεις τὸν λόγον, ἵνα δὴ ἄτοπον λέγῃς, ἢ ὡς ἀληθῶς δοκεῖ σοι οὐδεὶς εἶναι ἀμαθὴς ἀνθρώπων; <milestone unit="section" resp="Stephanus" n="286e"/>

					<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἀλλὰ σύ,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἔλεγξον.</said>

<milestone unit="para" ed="P"/> ἦ καὶ ἔστι τοῦτο κατὰ τὸν σὸν λόγον, ἐξελέγξαι, μηδενὸς ψευδομένου;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">οὐκ ἔστιν,</said> ἔφη ὁ Εὐθύδημος.

<milestone unit="para" ed="P"/> οὐδʼ ἄρα ἐκέλευεν, ἔφην ἐγώ, νυνδὴ Διονυσόδωρος ἐξελέγξαι;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">τὸ γὰρ μὴ ὂν πῶς ἄν τις κελεύσαι; σὺ δὲ κελεύεις;</said>

<milestone unit="para" ed="P"/> ὅτι, ἦν δʼ ἐγώ, ὦ Εὐθύδημε, τὰ σοφὰ ταῦτα καὶ τὰ εὖ ἔχοντα οὐ πάνυ τι μανθάνω, ἀλλὰ παχέως πως ἐννοῶ. ἴσως μὲν οὖν φορτικώτερόν τι ἐρήσομαι, ἀλλὰ συγγίγνωσκε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="287"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone n="287" unit="page"/><milestone unit="section" resp="Stephanus" n="287a"/> ὅρα δέ· εἰ γὰρ μήτε ψεύδεσθαι ἔστιν μήτε ψευδῆ δοξάζειν μήτε ἀμαθῆ εἶναι, ἄλλο τι οὐδʼ ἐξαμαρτάνειν ἔστιν, ὅταν τίς τι πράττη; πράττοντα γὰρ οὐκ ἔστιν ἁμαρτάνειν τούτου ὃ πράττει· οὐχ οὕτω λέγετε;

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">πάνυ γʼ,</said> ἔφη.

<milestone unit="para" ed="P"/> τοῦτό ἐστιν ἤδη, ἦν δʼ ἐγώ, τὸ φορτικὸν ἐρώτημα. εἰ γὰρ μὴ ἁμαρτάνομεν μήτε πράττοντες μήτε λέγοντες μήτε διανοούμενοι, ὑμεῖς, ὦ πρὸς Διός, εἰ ταῦτα οὕτως ἔχει, τίνος διδάσκαλοι ἥκετε; ἢ οὐκ ἄρτι ἔφατε ἀρετὴν κάλλιστʼ ἂν <milestone unit="section" resp="Stephanus" n="287b"/> παραδοῦναι ἀνθρώπων τῷ ἐθέλοντι μανθάνειν;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">εἶτʼ,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Σώκρατες,</said> ὁ Διονυσόδωρος ὑπολαβών, <said who="#Διονυσόδωρος" direct="false">οὕτως εἶ Κρόνος, ὥστε ἃ τὸ πρῶτον εἴπομεν νῦν ἀναμιμνῄσκῃ, καὶ εἴ τι πέρυσιν εἶπον, νῦν ἀναμνησθήσῃ, τοῖς δʼ ἐν τῷ παρόντι λεγομένοις οὐχ ἕξεις ὅτι χρῇ;</said>

<milestone unit="para" ed="P"/> καὶ γάρ, ἔφην ἐγώ, χαλεποί εἰσιν πάνυ—εἰκότως· παρὰ σοφῶν γὰρ λέγονται—ἐπεὶ καὶ τούτῳ τῷ τελευταίῳ παγχάλεπον χρήσασθαί ἐστιν, ᾧ λέγεις. τὸ γὰρ <q>οὐκ ἔχω ὅτι χρῶμαι</q> τί ποτε λέγεις, ὦ Διονυσόδωρε; ἢ δῆλον ὅτι ὡς <milestone unit="section" resp="Stephanus" n="287c"/> οὐκ ἔχω ἐξελέγξαι αὐτόν; ἐπεὶ εἰπέ, τί σοι ἄλλο νοεῖ τοῦτο τὸ ῥῆμα, τὸ <q>οὐκ ἔχω ὅτι χρήσωμαι τοῖς λόγοις</q>;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἀλλʼ ὃ σὺ λέγεις,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false"><del>τούτῳ τῷ πάνυ χαλεπὸν χρῆσθαι·</del> ἐπεὶ ἀπόκριναι.</said>

<milestone unit="para" ed="P"/> πρὶν σὲ ἀποκρίνασθαι, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὐκ ἀποκρίνῃ;</said> ἔφη.

<milestone unit="para" ed="P"/> ἦ καὶ δίκαιον;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">δίκαιον μέντοι,</said> ἔφη.

<milestone unit="para" ed="P"/> κατὰ τίνα λόγον; ἦν δʼ ἐγώ· ἢ δῆλον ὅτι κατὰ τόνδε, ὅτι σὺ νῦν πάσσοφός τις ἡμῖν ἀφῖξαι περὶ λόγους, καὶ οἶσθα <milestone unit="section" resp="Stephanus" n="287d"/> ὅτε δεῖ ἀποκρίνασθαι καὶ ὅτε μή; καὶ νῦν οὐδʼ ἂν ὁτιοῦν ἀποκρίνῃ, ἅτε γιγνώσκων ὅτι οὐ δεῖ;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">λαλεῖς,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἀμελήσας ἀποκρίνασθαι· ἀλλʼ, ὠγαθέ, πείθου καὶ ἀποκρίνου, ἐπειδὴ καὶ ὁμολογεῖς με σοφὸν εἶναι.</said>

<milestone unit="para" ed="P"/> πειστέον τοίνυν, ἦν δʼ ἐγώ, καὶ ἀνάγκη, ὡς ἔοικεν· σὺ γὰρ ἄρχεις. ἀλλʼ ἐρώτα.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πότερον οὖν ψυχὴν ἔχοντα νοεῖ τὰ νοοῦντα, ἢ καὶ τὰ ἄψυχα;</said>

<milestone unit="para" ed="P"/> τὰ ψυχὴν ἔχοντα.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οἶσθα οὖν τι,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ῥῆμα ψυχὴν ἔχον;</said>

<milestone unit="para" ed="P"/> μὰ Δία οὐκ ἔγωγε. <milestone unit="section" resp="Stephanus" n="287e"/>

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">τί οὖν ἄρτι ἤρου ὅτι μοι νοοῖ τὸ ῥῆμα;</said>

<milestone unit="para" ed="P"/> τί ἄλλο γε, ἦν δʼ ἐγώ, ἢ ἐξήμαρτον διὰ τὴν βλακείαν; ἢ οὐκ ἐξήμαρτον ἀλλὰ καὶ τοῦτο ὀρθῶς εἶπον, εἰπὼν ὅτι νοεῖ τὰ ῥήματα; πότερα φῂς ἐξαμαρτάνειν με ἢ οὔ;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="288"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> 
					εἰ γὰρ μὴ ἐξήμαρτον, οὐδὲ σὺ ἐξελέγξεις, καίπερ σοφὸς ὤν, οὐδʼ ἔχεις ὅτι χρῇ τῷ λόγῳ· εἰ δʼ ἐξήμαρτον, οὐδʼ οὕτως ὀρθῶς <milestone n="288" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="288a"/> λέγεις, φάσκων οὐκ εἶναι ἐξαμαρτάνειν. καὶ ταῦτα οὐ πρὸς ἃ πέρυσιν ἔλεγες λέγω. ἀλλὰ ἔοικεν, ἔφην ἐγώ, ὦ Διονυσόδωρέ τε καὶ Εὐθύδημε, οὗτος μὲν ὁ λόγος ἐν ταὐτῷ μένειν καὶ ἔτι ὥσπερ τὸ παλαιὸν καταβαλὼν πίπτειν, καὶ ὥστε τοῦτο μὴ πάσχειν οὐδʼ ὑπὸ τῆς ὑμετέρας πω τέχνης ἐξηυρῆσθαι, καὶ ταῦτα οὑτωσὶ θαυμαστῆς οὔσης εἰς ἀκρίβειαν λόγων.

<milestone unit="para" ed="P"/> καὶ ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">Θαυμάσιά γε λέγετʼ,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">ὦ ἄνδρες <milestone unit="section" resp="Stephanus" n="288b"/> θούριοι εἴτε Χῖοι εἴθʼ ὁπόθεν καὶ ὅπῃ χαίρετον ὀνομαζόμενοι· ὡς οὐδὲν ὑμῖν μέλει τοῦ παραληρεῖν.
</said>
<milestone unit="para" ed="P"/> καὶ ἐγὼ φοβηθεὶς μὴ λοιδορία γένηται, πάλιν κατεπράυνον τὸν Κτήσιππον καὶ εἶπον· ὦ Κτήσιππε, καὶ νυνδὴ ἃ πρὸς Κλεινίαν ἔλεγον, καὶ πρὸς σὲ ταὐτὰ ταῦτα λέγω, ὅτι οὐ γιγνώσκεις τῶν ξένων τὴν σοφίαν ὅτι θαυμασία ἐστίν. ἀλλʼ οὐκ ἐθέλετον ἡμῖν ἐπιδείξασθαι σπουδάζοντε, ἀλλὰ τὸν Πρωτέα μιμεῖσθον τὸν Αἰγύπτιον σοφιστὴν γοητεύοντε ἡμᾶς. <milestone unit="section" resp="Stephanus" n="288c"/> ἡμεῖς οὖν τὸν Μενέλαον μιμώμεθα, καὶ μὴ ἀφιώμεθα τοῖν ἀνδροῖν ἕως ἂν ἡμῖν ἐκφανῆτον ἐφʼ ᾧ αὐτὼ σπουδάζετον· οἶμαι γάρ τι αὐτοῖν πάγκαλον φανεῖσθαι, ἐπειδὰν ἄρξωνται σπουδάζειν. ἀλλὰ δεώμεθα καὶ παραμυθώμεθα καὶ προσευχώμεθα αὐτοῖν ἐκφανῆναι. ἐγὼ οὖν μοι δοκῶ καὶ αὐτὸς πάλιν ὑφηγήσασθαι οἵω προσεύχομαι αὐτὼ φανῆναί μοι· ὅθεν γὰρ <milestone unit="section" resp="Stephanus" n="288d"/> τὸ πρότερον ἀπέλιπον, τὸ ἑξῆς τούτοις πειράσομαι, ὅπως ἂν δύνωμαι, διελθεῖν, ἐάν πως ἐκκαλέσωμαι καὶ ἐλεήσαντέ με καὶ οἰκτίραντε συντεταμένον καὶ σπουδάζοντα καὶ αὐτὼ σπουδάσητον.

<milestone unit="para" ed="P"/> σὺ δέ, ὦ Κλεινία, ἔφην, ἀνάμνησόν με πόθεν τότʼ ἀπελίπομεν. ὡς μὲν οὖν ἐγᾦμαι, ἐνθένδε ποθέν. φιλοσοφητέον ὡμολογήσαμεν τελευτῶντες· ἦ γάρ;—<said who="#Κλεινίας" direct="false">ναί,</said> ἦ δʼ ὅς.—ἡ δέ γε φιλοσοφία κτῆσις ἐπιστήμης· οὐχ οὕτως; ἔφην.—<said who="#Κλεινίας" direct="false">ναί,</said> ἔφη.—τίνα ποτʼ οὖν ἂν κτησάμενοι ἐπιστήμην ὀρθῶς <milestone unit="section" resp="Stephanus" n="288e"/> κτησαίμεθα; ἆρʼ οὐ τοῦτο μὲν ἁπλοῦν, ὅτι ταύτην ἥτις ἡμᾶς ὀνήσει;—<said who="#Κλεινίας" direct="false">πάνυ γʼ</said>, ἔφη.—ἆρʼ οὖν ἄν τι ἡμᾶς ὀνήσειεν, εἰ ἐπισταίμεθα γιγνώσκειν περιιόντες ὅπου τῆς γῆς χρυσίον πλεῖστον κατορώρυκται;—<said who="#Κλεινίας" direct="false">ἴσως,</said> ἔφη.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="289"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> 
			ἀλλὰ τὸ πρότερον, ἦν δʼ ἐγώ, τοῦτό γε ἐξηλέγξαμεν, ὅτι οὐδὲν πλέον, οὐδʼ εἰ ἄνευ πραγμάτων καὶ τοῦ ὀρύττειν τὴν γῆν τὸ πᾶν ἡμῖν χρυσίον γένοιτο· ὥστε οὐδʼ εἰ τὰς πέτρας χρυσᾶς ἐπισταίμεθα <milestone n="289" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="289a"/> ποιεῖν, οὐδενὸς ἂν ἀξία ἡ ἐπιστήμη εἴη. εἰ γὰρ μὴ καὶ χρῆσθαι ἐπιστησόμεθα τῷ χρυσίῳ, οὐδὲν ὄφελος αὐτοῦ ἐφάνη ὄν· ἢ οὐ μέμνησαι; ἔφην ἐγώ.—<said who="#Κλεινίας" direct="false">πάνυ γʼ,</said> ἔφη, μέμνημαι.—οὐδέ γε, ὡς ἔοικε, τῆς ἄλλης ἐπιστήμης ὄφελος γίγνεται οὐδέν, οὔτε χρηματιστικῆς οὔτε ἰατρικῆς οὔτε ἄλλης οὐδεμιᾶς, ἥτις ποιεῖν τι ἐπίσταται, χρῆσθαι δὲ μὴ ᾧ ἂν ποιήσῃ· οὐχ οὕτως;—συνέφη.—οὐδέ γε εἴ τις ἔστιν ἐπιστήμη <milestone unit="section" resp="Stephanus" n="289b"/> ὥστε ἀθανάτους ποιεῖν, ἄνευ τοῦ ἐπίστασθαι τῇ ἀθανασίᾳ χρῆσθαι οὐδὲ ταύτης ἔοικεν ὄφελος οὐδέν, εἴ τι δεῖ τοῖς πρόσθεν ὡμολογημένοις τεκμαίρεσθαι.—συνεδόκει ἡμῖν πάντα ταῦτα.—τοιαύτης τινὸς ἄρα ἡμῖν ἐπιστήμης δεῖ, ὦ καλὲ παῖ, ἦν δʼ ἐγώ, ἐν ᾗ συμπέπτωκεν ἅμα τό τε ποιεῖν καὶ τὸ ἐπίστασθαι χρῆσθαι τούτῳ ὃ ἂν ποιῇ.—<said who="#Κλεινίας" direct="false">φαίνεται,</said> ἔφη.—πολλοῦ ἄρα δεῖ, ὡς ἔοικεν, ἡμᾶς λυροποιοὺς δεῖν <milestone unit="section" resp="Stephanus" n="289c"/> εἶναι καὶ τοιαύτης τινὸς ἐπιστήμης ἐπηβόλους. ἐνταῦθα γὰρ δὴ χωρὶς μὲν ἡ ποιοῦσα τέχνη, χωρὶς δὲ ἡ χρωμένη διῄρηται τοῦ αὐτοῦ πέρι· ἡ γὰρ λυροποιικὴ καὶ ἡ κιθαριστικὴ πολὺ διαφέρετον ἀλλήλοιν. οὐχ οὕτως;—συνέφη.—οὐδὲ μὴν αὐλοποιικῆς γε δῆλον ὅτι δεόμεθα· καὶ γὰρ αὕτη ἑτέρα τοιαύτη.—συνεδόκει.—ἀλλὰ πρὸς θεῶν, ἔφην ἐγώ, εἰ τὴν λογοποιικὴν τέχνην μάθοιμεν, ἆρά ἐστιν αὕτη ἣν ἔδει κεκτημένους ἡμᾶς εὐδαίμονας εἶναι;—<said who="#Κλεινίας" direct="false">οὐκ οἶμαι,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">ἐγώ,</said> ὁ Κλεινίας ὑπολαβών. <milestone unit="section" resp="Stephanus" n="289d"/>

<milestone unit="para" ed="P"/> τίνι τεκμηρίῳ, ἦν δʼ ἐγώ, χρῇ;

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">ὁρῶ,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">τινὰς λογοποιούς, οἳ τοῖς ἰδίοις λόγοις, οἷς αὐτοὶ ποιοῦσιν, οὐκ ἐπίστανται χρῆσθαι, ὥσπερ οἱ λυροποιοὶ ταῖς λύραις, ἀλλὰ καὶ ἐνταῦθα ἄλλοι δυνατοὶ χρῆσθαι οἷς ἐκεῖνοι ἠργάσαντο, οἱ λογοποιεῖν αὐτοὶ ἀδύνατοι· δῆλον οὖν ὅτι καὶ περὶ λόγους χωρὶς ἡ τοῦ ποιεῖν τέχνη καὶ ἡ τοῦ χρῆσθαι.</said>

<milestone unit="para" ed="P"/> ἱκανόν μοι δοκεῖς, ἔφην ἐγώ, τεκμήριον λέγειν, ὅτι οὐχ αὕτη ἐστὶν ἡ τῶν λογοποιῶν τέχνη, ἣν ἂν κτησάμενός τις εὐδαίμων εἴη. καίτοι ἐγὼ ᾤμην ἐνταῦθά που φανήσεσθαι <milestone unit="section" resp="Stephanus" n="289e"/> τὴν ἐπιστήμην ἣν δὴ πάλαι ζητοῦμεν. καὶ γάρ μοι οἵ τε ἄνδρες αὐτοὶ οἱ λογοποιοί, ὅταν συγγένωμαι αὐτοῖς, ὑπέρσοφοι, ὦ Κλεινία, δοκοῦσιν εἶναι, καὶ αὐτὴ ἡ τέχνη αὐτῶν θεσπεσία τις καὶ ὑψηλή. καὶ μέντοι οὐδὲν θαυμαστόν· ἔστι γὰρ τῆς τῶν ἐπῳδῶν τέχνης μόριον μικρῷ τε ἐκείνης ὑποδεεστέρα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="290"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="290" unit="page"/><milestone unit="section" resp="Stephanus" n="290a"/><label>ΣΩ.</label> ἡ μὲν γὰρ τῶν ἐπῳδῶν ἔχεών τε καὶ φαλαγγίων καὶ σκορπίων καὶ τῶν ἄλλων θηρίων τε καὶ νόσων κήλησίς ἐστιν, ἡ δὲ δικαστῶν τε καὶ ἐκκλησιαστῶν καὶ τῶν ἄλλων ὄχλων κήλησίς τε καὶ παραμυθία τυγχάνει οὖσα· ἢ σοί, ἔφην ἐγώ, ἄλλως πως δοκεῖ;

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">οὔκ, ἀλλʼ οὕτω μοι φαίνεται,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">ὡς σὺ λέγεις.</said>

<milestone unit="para" ed="P"/> ποῖ οὖν, ἔφην ἐγώ, τραποίμεθʼ ἂν ἔτι; ἐπὶ ποίαν τέχνην;

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">ἐγὼ μὲν οὐκ εὐπορῶ,</said> ἔφη.

<milestone unit="para" ed="P"/> ἀλλʼ, ἦν δʼ ἐγώ, ἐμὲ οἶμαι ηὑρηκέναι.

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">τίνα;</said> ἔφη ὁ Κλεινίας. <milestone unit="section" resp="Stephanus" n="290b"/>

<milestone unit="para" ed="P"/> ἡ στρατηγική μοι δοκεῖ, ἔφην ἐγώ, τέχνη παντὸς μᾶλλον εἶναι ἣν ἄν τις κτησάμενος εὐδαίμων εἴη.

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">οὐκ ἔμοιγε δοκεῖ.</said>

<milestone unit="para" ed="P"/> πῶς; ἦν δʼ ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">θηρευτική τις ἥδε γέ ἐστιν τέχνη ἀνθρώπων.</said>

<milestone unit="para" ed="P"/> τί δὴ οὖν; ἔφην ἐγώ.

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">οὐδεμία,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">τῆς θηρευτικῆς αὐτῆς ἐπὶ πλέον ἐστὶν ἢ ὅσον θηρεῦσαι καὶ χειρώσασθαι· ἐπειδὰν δὲ χειρώσωνται τοῦτο ὃ ἂν θηρεύωνται, οὐ δύνανται τούτῳ χρῆσθαι, ἀλλʼ οἱ μὲν κυνηγέται καὶ οἱ ἁλιῆς τοῖς ὀψοποιοῖς παραδιδόασιν, οἱ <milestone unit="section" resp="Stephanus" n="290c"/> δʼ αὖ γεωμέτραι καὶ οἱ ἀστρονόμοι καὶ οἱ λογιστικοί—θηρευτικοὶ γάρ εἰσι καὶ οὗτοι· οὐ γὰρ ποιοῦσι τὰ διαγράμματα ἕκαστοι τούτων, ἀλλὰ τὰ ὄντα ἀνευρίσκουσιν—ἅτε οὖν χρῆσθαι αὐτοὶ αὐτοῖς οὐκ ἐπιστάμενοι, ἀλλὰ θηρεῦσαι μόνον, παραδιδόασι δήπου τοῖς διαλεκτικοῖς καταχρῆσθαι αὐτῶν τοῖς εὑρήμασιν, ὅσοι γε αὐτῶν μὴ παντάπασιν ἀνόητοί εἰσιν.</said>

<milestone unit="para" ed="P"/> εἶεν, ἦν δʼ ἐγώ, ὦ κάλλιστε καὶ σοφώτατε Κλεινία· τοῦτο οὕτως ἔχει;

<milestone unit="para" ed="P"/> <said who="#Κλεινίας" direct="false">πάνυ μὲν οὖν. καὶ οἵ γε στρατηγοί,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">οὕτω τὸν αὐτὸν <milestone unit="section" resp="Stephanus" n="290d"/> τρόπον· ἐπειδὰν ἢ πόλιν τινὰ θηρεύσωνται ἢ στρατόπεδον, παραδιδόασι τοῖς πολιτικοῖς ἀνδράσιν—αὐτοὶ γὰρ οὐκ ἐπίστανται χρῆσθαι τούτοις ἃ ἐθήρευσαν—ὥσπερ οἶμαι οἱ ὀρτυγοθῆραι τοῖς ὀρτυγοτρόφοις παραδιδόασιν. εἰ οὖν,</said> ἦ δʼ ὅς, <said who="#Κλεινίας" direct="false">δεόμεθα ἐκείνης τῆς τέχνης, ἥτις ᾧ ἂν κτήσηται ἢ ποιήσασα ἢ θηρευσαμένη αὐτὴ καὶ ἐπιστήσεται χρῆσθαι, καὶ ἡ τοιαύτη ποιήσει ἡμᾶς μακαρίους, ἄλλην δή τινα,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">ζητητέον ἀντὶ τῆς στρατηγικῆς.</said></said></p><p><said who="#Κρίτων"><milestone unit="section" resp="Stephanus" n="290e"/><label>ΚΡ.</label> τί λέγεις σύ, ὦ Σώκρατες; ἐκεῖνο τὸ μειράκιον τοιαῦτʼ ἐφθέγξατο;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ οἴει, ὦ Κρίτων;</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> μὰ Δίʼ οὐ μέντοι. οἶμαι γὰρ αὐτὸν ἐγώ, εἰ ταῦτʼ εἶπεν, οὔτʼ Εὐθυδήμου οὔτε ἄλλου οὐδενὸς ἔτʼ ἀνθρώπου δεῖσθαι εἰς παιδείαν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἄρα, ὦ πρὸς Διός, μὴ ὁ Κτήσιππος ἦν ὁ ταῦτʼ εἰπών, ἐγὼ δὲ οὐ μέμνημαι;</said></p></div></div></body></text></TEI>