ΣΩ. τί οὖν; ἦ δʼ ὅς· εἰσὶν ἑκάστῳ τῶν ὄντων λόγοι; — πάνυ γε. — οὐκοῦν ὡς ἔστιν ἕκαστον ἢ ὡς οὐκ ἔστιν; ὡς ἔστιν. — εἰ γὰρ μέμνησαι, ἔφη, ὦ Κτήσιππε, καὶ ἄρτι ἐπεδείξαμεν μηδένα λέγοντα ὡς οὐκ ἔστι· τὸ γὰρ μὴ ὂν οὐδεὶς ἐφάνη λέγων. — τί οὖν δὴ τοῦτο; ἦ δʼ ὃς ὁ Κτήσιππος· ἧττόν τι ἀντιλέγομεν ἐγώ τε καὶ σύ; — πότερον οὖν, ἦ δʼ ὅς, ἀντιλέγοιμεν ἂν τοῦ αὐτοῦ πράγματος λόγον ἀμφότεροι λέγοντες, ἢ οὕτω μὲν ἂν δήπου ταὐτὰ λέγοιμεν; —συνεχώρει.— ἀλλʼ ὅταν μηδέτερος, ἔφη, τὸν τοῦ πράγματος λόγον λέγῃ, τότε ἀντιλέγοιμεν ἄν; ἢ οὕτω γε τὸ παράπαν οὐδʼ ἂν μεμνημένος εἴη τοῦ πράγματος οὐδέτερος ἡμῶν; —καὶ τοῦτο συνωμολόγει.— ἀλλʼ ἄρα, ὅταν ἐγὼ μὲν τὸν τοῦ πράγματος λόγον λέγω, σὺ δὲ ἄλλου τινὸς ἄλλον, τότε ἀντιλέγομεν; ἢ ἐγὼ λέγω μὲν τὸ πρᾶγμα, σὺ δὲ οὐδὲ λέγεις τὸ παράπαν; ὁ δὲ μὴ λέγων τῷ λέγοντι πῶς ἂν ἀντιλέγοι; καὶ ὁ μὲν Κτήσιππος ἐσίγησεν· ἐγὼ δὲ θαυμάσας τὸν λόγον, πῶς, ἔφην, ὦ Διονυσόδωρε, λέγεις; οὐ γάρ τοι ἀλλὰ τοῦτόν γε τὸν λόγον πολλῶν δὴ καὶ πολλάκις ἀκηκοὼς ἀεὶ θαυμάζω—καὶ γὰρ οἱ ἀμφὶ Πρωταγόραν σφόδρα ἐχρῶντο αὐτῷ καὶ οἱ ἔτι παλαιότεροι· ἐμοὶ δὲ ἀεὶ θαυμαστός τις δοκεῖ εἶναι καὶ τούς τε ἄλλους ἀνατρέπων καὶ αὐτὸς αὑτόν —οἶμαι δὲ αὐτοῦ τὴν ἀλήθειαν παρὰ σοῦ κάλλιστα πεύσεσθαι. ἄλλο τι ψευδῆ λέγειν οὐκ ἔστιν; —τοῦτο γὰρ δύναται ὁ λόγος· ἦ γάρ; —ἀλλʼ ἢ λέγοντʼ ἀληθῆ λέγειν ἢ μὴ λέγειν; συνεχώρει. πότερον οὖν ψευδῆ μὲν λέγειν οὐκ ἔστι, δοξάζειν μέντοι ἔστιν; οὐδὲ δοξάζειν, ἔφη. οὐδʼ ἄρα ψευδής, ἦν δʼ ἐγώ, δόξα ἔστι τὸ παράπαν. οὐκ ἔφη. οὐδʼ ἄρα ἀμαθία οὐδʼ ἀμαθεῖς ἄνθρωποι· ἢ οὐ τοῦτʼ ἂν εἴη ἀμαθία, εἴπερ εἴη, τὸ ψεύδεσθαι τῶν πραγμάτων; πάνυ γε, ἔφη. ἀλλὰ τοῦτο οὐκ ἔστιν, ἦν δʼ ἐγώ. οὐκ ἔφη. λόγου ἕνεκα, ὦ Διονυσόδωρε, λέγεις τὸν λόγον, ἵνα δὴ ἄτοπον λέγῃς, ἢ ὡς ἀληθῶς δοκεῖ σοι οὐδεὶς εἶναι ἀμαθὴς ἀνθρώπων; ἀλλὰ σύ, ἔφη, ἔλεγξον. ἦ καὶ ἔστι τοῦτο κατὰ τὸν σὸν λόγον, ἐξελέγξαι, μηδενὸς ψευδομένου; οὐκ ἔστιν, ἔφη ὁ Εὐθύδημος. οὐδʼ ἄρα ἐκέλευεν, ἔφην ἐγώ, νυνδὴ Διονυσόδωρος ἐξελέγξαι; τὸ γὰρ μὴ ὂν πῶς ἄν τις κελεύσαι; σὺ δὲ κελεύεις; ὅτι, ἦν δʼ ἐγώ, ὦ Εὐθύδημε, τὰ σοφὰ ταῦτα καὶ τὰ εὖ ἔχοντα οὐ πάνυ τι μανθάνω, ἀλλὰ παχέως πως ἐννοῶ. ἴσως μὲν οὖν φορτικώτερόν τι ἐρήσομαι, ἀλλὰ συγγίγνωσκε. ΣΩ. ὅρα δέ· εἰ γὰρ μήτε ψεύδεσθαι ἔστιν μήτε ψευδῆ δοξάζειν μήτε ἀμαθῆ εἶναι, ἄλλο τι οὐδʼ ἐξαμαρτάνειν ἔστιν, ὅταν τίς τι πράττη; πράττοντα γὰρ οὐκ ἔστιν ἁμαρτάνειν τούτου ὃ πράττει· οὐχ οὕτω λέγετε; πάνυ γʼ, ἔφη. τοῦτό ἐστιν ἤδη, ἦν δʼ ἐγώ, τὸ φορτικὸν ἐρώτημα. εἰ γὰρ μὴ ἁμαρτάνομεν μήτε πράττοντες μήτε λέγοντες μήτε διανοούμενοι, ὑμεῖς, ὦ πρὸς Διός, εἰ ταῦτα οὕτως ἔχει, τίνος διδάσκαλοι ἥκετε; ἢ οὐκ ἄρτι ἔφατε ἀρετὴν κάλλιστʼ ἂν παραδοῦναι ἀνθρώπων τῷ ἐθέλοντι μανθάνειν; εἶτʼ, ἔφη, ὦ Σώκρατες, ὁ Διονυσόδωρος ὑπολαβών, οὕτως εἶ Κρόνος, ὥστε ἃ τὸ πρῶτον εἴπομεν νῦν ἀναμιμνῄσκῃ, καὶ εἴ τι πέρυσιν εἶπον, νῦν ἀναμνησθήσῃ, τοῖς δʼ ἐν τῷ παρόντι λεγομένοις οὐχ ἕξεις ὅτι χρῇ; καὶ γάρ, ἔφην ἐγώ, χαλεποί εἰσιν πάνυ—εἰκότως· παρὰ σοφῶν γὰρ λέγονται—ἐπεὶ καὶ τούτῳ τῷ τελευταίῳ παγχάλεπον χρήσασθαί ἐστιν, ᾧ λέγεις. τὸ γὰρ οὐκ ἔχω ὅτι χρῶμαι τί ποτε λέγεις, ὦ Διονυσόδωρε; ἢ δῆλον ὅτι ὡς οὐκ ἔχω ἐξελέγξαι αὐτόν; ἐπεὶ εἰπέ, τί σοι ἄλλο νοεῖ τοῦτο τὸ ῥῆμα, τὸ οὐκ ἔχω ὅτι χρήσωμαι τοῖς λόγοις ; ἀλλʼ ὃ σὺ λέγεις, ἔφη, τούτῳ τῷ πάνυ χαλεπὸν χρῆσθαι· ἐπεὶ ἀπόκριναι. πρὶν σὲ ἀποκρίνασθαι, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε; οὐκ ἀποκρίνῃ; ἔφη. ἦ καὶ δίκαιον; δίκαιον μέντοι, ἔφη. κατὰ τίνα λόγον; ἦν δʼ ἐγώ· ἢ δῆλον ὅτι κατὰ τόνδε, ὅτι σὺ νῦν πάσσοφός τις ἡμῖν ἀφῖξαι περὶ λόγους, καὶ οἶσθα ὅτε δεῖ ἀποκρίνασθαι καὶ ὅτε μή; καὶ νῦν οὐδʼ ἂν ὁτιοῦν ἀποκρίνῃ, ἅτε γιγνώσκων ὅτι οὐ δεῖ; λαλεῖς, ἔφη, ἀμελήσας ἀποκρίνασθαι· ἀλλʼ, ὠγαθέ, πείθου καὶ ἀποκρίνου, ἐπειδὴ καὶ ὁμολογεῖς με σοφὸν εἶναι. πειστέον τοίνυν, ἦν δʼ ἐγώ, καὶ ἀνάγκη, ὡς ἔοικεν· σὺ γὰρ ἄρχεις. ἀλλʼ ἐρώτα. πότερον οὖν ψυχὴν ἔχοντα νοεῖ τὰ νοοῦντα, ἢ καὶ τὰ ἄψυχα; τὰ ψυχὴν ἔχοντα. οἶσθα οὖν τι, ἔφη, ῥῆμα ψυχὴν ἔχον; μὰ Δία οὐκ ἔγωγε. τί οὖν ἄρτι ἤρου ὅτι μοι νοοῖ τὸ ῥῆμα; τί ἄλλο γε, ἦν δʼ ἐγώ, ἢ ἐξήμαρτον διὰ τὴν βλακείαν; ἢ οὐκ ἐξήμαρτον ἀλλὰ καὶ τοῦτο ὀρθῶς εἶπον, εἰπὼν ὅτι νοεῖ τὰ ῥήματα; πότερα φῂς ἐξαμαρτάνειν με ἢ οὔ; ΣΩ. εἰ γὰρ μὴ ἐξήμαρτον, οὐδὲ σὺ ἐξελέγξεις, καίπερ σοφὸς ὤν, οὐδʼ ἔχεις ὅτι χρῇ τῷ λόγῳ· εἰ δʼ ἐξήμαρτον, οὐδʼ οὕτως ὀρθῶς λέγεις, φάσκων οὐκ εἶναι ἐξαμαρτάνειν. καὶ ταῦτα οὐ πρὸς ἃ πέρυσιν ἔλεγες λέγω. ἀλλὰ ἔοικεν, ἔφην ἐγώ, ὦ Διονυσόδωρέ τε καὶ Εὐθύδημε, οὗτος μὲν ὁ λόγος ἐν ταὐτῷ μένειν καὶ ἔτι ὥσπερ τὸ παλαιὸν καταβαλὼν πίπτειν, καὶ ὥστε τοῦτο μὴ πάσχειν οὐδʼ ὑπὸ τῆς ὑμετέρας πω τέχνης ἐξηυρῆσθαι, καὶ ταῦτα οὑτωσὶ θαυμαστῆς οὔσης εἰς ἀκρίβειαν λόγων. καὶ ὁ Κτήσιππος, Θαυμάσιά γε λέγετʼ, ἔφη, ὦ ἄνδρες θούριοι εἴτε Χῖοι εἴθʼ ὁπόθεν καὶ ὅπῃ χαίρετον ὀνομαζόμενοι· ὡς οὐδὲν ὑμῖν μέλει τοῦ παραληρεῖν. καὶ ἐγὼ φοβηθεὶς μὴ λοιδορία γένηται, πάλιν κατεπράυνον τὸν Κτήσιππον καὶ εἶπον· ὦ Κτήσιππε, καὶ νυνδὴ ἃ πρὸς Κλεινίαν ἔλεγον, καὶ πρὸς σὲ ταὐτὰ ταῦτα λέγω, ὅτι οὐ γιγνώσκεις τῶν ξένων τὴν σοφίαν ὅτι θαυμασία ἐστίν. ἀλλʼ οὐκ ἐθέλετον ἡμῖν ἐπιδείξασθαι σπουδάζοντε, ἀλλὰ τὸν Πρωτέα μιμεῖσθον τὸν Αἰγύπτιον σοφιστὴν γοητεύοντε ἡμᾶς. ἡμεῖς οὖν τὸν Μενέλαον μιμώμεθα, καὶ μὴ ἀφιώμεθα τοῖν ἀνδροῖν ἕως ἂν ἡμῖν ἐκφανῆτον ἐφʼ ᾧ αὐτὼ σπουδάζετον· οἶμαι γάρ τι αὐτοῖν πάγκαλον φανεῖσθαι, ἐπειδὰν ἄρξωνται σπουδάζειν. ἀλλὰ δεώμεθα καὶ παραμυθώμεθα καὶ προσευχώμεθα αὐτοῖν ἐκφανῆναι. ἐγὼ οὖν μοι δοκῶ καὶ αὐτὸς πάλιν ὑφηγήσασθαι οἵω προσεύχομαι αὐτὼ φανῆναί μοι· ὅθεν γὰρ τὸ πρότερον ἀπέλιπον, τὸ ἑξῆς τούτοις πειράσομαι, ὅπως ἂν δύνωμαι, διελθεῖν, ἐάν πως ἐκκαλέσωμαι καὶ ἐλεήσαντέ με καὶ οἰκτίραντε συντεταμένον καὶ σπουδάζοντα καὶ αὐτὼ σπουδάσητον. σὺ δέ, ὦ Κλεινία, ἔφην, ἀνάμνησόν με πόθεν τότʼ ἀπελίπομεν. ὡς μὲν οὖν ἐγᾦμαι, ἐνθένδε ποθέν. φιλοσοφητέον ὡμολογήσαμεν τελευτῶντες· ἦ γάρ;— ναί, ἦ δʼ ὅς.—ἡ δέ γε φιλοσοφία κτῆσις ἐπιστήμης· οὐχ οὕτως; ἔφην.— ναί, ἔφη.—τίνα ποτʼ οὖν ἂν κτησάμενοι ἐπιστήμην ὀρθῶς κτησαίμεθα; ἆρʼ οὐ τοῦτο μὲν ἁπλοῦν, ὅτι ταύτην ἥτις ἡμᾶς ὀνήσει;— πάνυ γʼ , ἔφη.—ἆρʼ οὖν ἄν τι ἡμᾶς ὀνήσειεν, εἰ ἐπισταίμεθα γιγνώσκειν περιιόντες ὅπου τῆς γῆς χρυσίον πλεῖστον κατορώρυκται;— ἴσως, ἔφη. ΣΩ. ἀλλὰ τὸ πρότερον, ἦν δʼ ἐγώ, τοῦτό γε ἐξηλέγξαμεν, ὅτι οὐδὲν πλέον, οὐδʼ εἰ ἄνευ πραγμάτων καὶ τοῦ ὀρύττειν τὴν γῆν τὸ πᾶν ἡμῖν χρυσίον γένοιτο· ὥστε οὐδʼ εἰ τὰς πέτρας χρυσᾶς ἐπισταίμεθα ποιεῖν, οὐδενὸς ἂν ἀξία ἡ ἐπιστήμη εἴη. εἰ γὰρ μὴ καὶ χρῆσθαι ἐπιστησόμεθα τῷ χρυσίῳ, οὐδὲν ὄφελος αὐτοῦ ἐφάνη ὄν· ἢ οὐ μέμνησαι; ἔφην ἐγώ.— πάνυ γʼ, ἔφη, μέμνημαι.—οὐδέ γε, ὡς ἔοικε, τῆς ἄλλης ἐπιστήμης ὄφελος γίγνεται οὐδέν, οὔτε χρηματιστικῆς οὔτε ἰατρικῆς οὔτε ἄλλης οὐδεμιᾶς, ἥτις ποιεῖν τι ἐπίσταται, χρῆσθαι δὲ μὴ ᾧ ἂν ποιήσῃ· οὐχ οὕτως;—συνέφη.—οὐδέ γε εἴ τις ἔστιν ἐπιστήμη ὥστε ἀθανάτους ποιεῖν, ἄνευ τοῦ ἐπίστασθαι τῇ ἀθανασίᾳ χρῆσθαι οὐδὲ ταύτης ἔοικεν ὄφελος οὐδέν, εἴ τι δεῖ τοῖς πρόσθεν ὡμολογημένοις τεκμαίρεσθαι.—συνεδόκει ἡμῖν πάντα ταῦτα.—τοιαύτης τινὸς ἄρα ἡμῖν ἐπιστήμης δεῖ, ὦ καλὲ παῖ, ἦν δʼ ἐγώ, ἐν ᾗ συμπέπτωκεν ἅμα τό τε ποιεῖν καὶ τὸ ἐπίστασθαι χρῆσθαι τούτῳ ὃ ἂν ποιῇ.— φαίνεται, ἔφη.—πολλοῦ ἄρα δεῖ, ὡς ἔοικεν, ἡμᾶς λυροποιοὺς δεῖν εἶναι καὶ τοιαύτης τινὸς ἐπιστήμης ἐπηβόλους. ἐνταῦθα γὰρ δὴ χωρὶς μὲν ἡ ποιοῦσα τέχνη, χωρὶς δὲ ἡ χρωμένη διῄρηται τοῦ αὐτοῦ πέρι· ἡ γὰρ λυροποιικὴ καὶ ἡ κιθαριστικὴ πολὺ διαφέρετον ἀλλήλοιν. οὐχ οὕτως;—συνέφη.—οὐδὲ μὴν αὐλοποιικῆς γε δῆλον ὅτι δεόμεθα· καὶ γὰρ αὕτη ἑτέρα τοιαύτη.—συνεδόκει.—ἀλλὰ πρὸς θεῶν, ἔφην ἐγώ, εἰ τὴν λογοποιικὴν τέχνην μάθοιμεν, ἆρά ἐστιν αὕτη ἣν ἔδει κεκτημένους ἡμᾶς εὐδαίμονας εἶναι;— οὐκ οἶμαι, ἔφη, ἐγώ, ὁ Κλεινίας ὑπολαβών. τίνι τεκμηρίῳ, ἦν δʼ ἐγώ, χρῇ; ὁρῶ, ἔφη, τινὰς λογοποιούς, οἳ τοῖς ἰδίοις λόγοις, οἷς αὐτοὶ ποιοῦσιν, οὐκ ἐπίστανται χρῆσθαι, ὥσπερ οἱ λυροποιοὶ ταῖς λύραις, ἀλλὰ καὶ ἐνταῦθα ἄλλοι δυνατοὶ χρῆσθαι οἷς ἐκεῖνοι ἠργάσαντο, οἱ λογοποιεῖν αὐτοὶ ἀδύνατοι· δῆλον οὖν ὅτι καὶ περὶ λόγους χωρὶς ἡ τοῦ ποιεῖν τέχνη καὶ ἡ τοῦ χρῆσθαι. ἱκανόν μοι δοκεῖς, ἔφην ἐγώ, τεκμήριον λέγειν, ὅτι οὐχ αὕτη ἐστὶν ἡ τῶν λογοποιῶν τέχνη, ἣν ἂν κτησάμενός τις εὐδαίμων εἴη. καίτοι ἐγὼ ᾤμην ἐνταῦθά που φανήσεσθαι τὴν ἐπιστήμην ἣν δὴ πάλαι ζητοῦμεν. καὶ γάρ μοι οἵ τε ἄνδρες αὐτοὶ οἱ λογοποιοί, ὅταν συγγένωμαι αὐτοῖς, ὑπέρσοφοι, ὦ Κλεινία, δοκοῦσιν εἶναι, καὶ αὐτὴ ἡ τέχνη αὐτῶν θεσπεσία τις καὶ ὑψηλή. καὶ μέντοι οὐδὲν θαυμαστόν· ἔστι γὰρ τῆς τῶν ἐπῳδῶν τέχνης μόριον μικρῷ τε ἐκείνης ὑποδεεστέρα. ΣΩ. ἡ μὲν γὰρ τῶν ἐπῳδῶν ἔχεών τε καὶ φαλαγγίων καὶ σκορπίων καὶ τῶν ἄλλων θηρίων τε καὶ νόσων κήλησίς ἐστιν, ἡ δὲ δικαστῶν τε καὶ ἐκκλησιαστῶν καὶ τῶν ἄλλων ὄχλων κήλησίς τε καὶ παραμυθία τυγχάνει οὖσα· ἢ σοί, ἔφην ἐγώ, ἄλλως πως δοκεῖ; οὔκ, ἀλλʼ οὕτω μοι φαίνεται, ἔφη, ὡς σὺ λέγεις. ποῖ οὖν, ἔφην ἐγώ, τραποίμεθʼ ἂν ἔτι; ἐπὶ ποίαν τέχνην; ἐγὼ μὲν οὐκ εὐπορῶ, ἔφη. ἀλλʼ, ἦν δʼ ἐγώ, ἐμὲ οἶμαι ηὑρηκέναι. τίνα; ἔφη ὁ Κλεινίας. ἡ στρατηγική μοι δοκεῖ, ἔφην ἐγώ, τέχνη παντὸς μᾶλλον εἶναι ἣν ἄν τις κτησάμενος εὐδαίμων εἴη. οὐκ ἔμοιγε δοκεῖ. πῶς; ἦν δʼ ἐγώ. θηρευτική τις ἥδε γέ ἐστιν τέχνη ἀνθρώπων. τί δὴ οὖν; ἔφην ἐγώ. οὐδεμία, ἔφη, τῆς θηρευτικῆς αὐτῆς ἐπὶ πλέον ἐστὶν ἢ ὅσον θηρεῦσαι καὶ χειρώσασθαι· ἐπειδὰν δὲ χειρώσωνται τοῦτο ὃ ἂν θηρεύωνται, οὐ δύνανται τούτῳ χρῆσθαι, ἀλλʼ οἱ μὲν κυνηγέται καὶ οἱ ἁλιῆς τοῖς ὀψοποιοῖς παραδιδόασιν, οἱ δʼ αὖ γεωμέτραι καὶ οἱ ἀστρονόμοι καὶ οἱ λογιστικοί—θηρευτικοὶ γάρ εἰσι καὶ οὗτοι· οὐ γὰρ ποιοῦσι τὰ διαγράμματα ἕκαστοι τούτων, ἀλλὰ τὰ ὄντα ἀνευρίσκουσιν—ἅτε οὖν χρῆσθαι αὐτοὶ αὐτοῖς οὐκ ἐπιστάμενοι, ἀλλὰ θηρεῦσαι μόνον, παραδιδόασι δήπου τοῖς διαλεκτικοῖς καταχρῆσθαι αὐτῶν τοῖς εὑρήμασιν, ὅσοι γε αὐτῶν μὴ παντάπασιν ἀνόητοί εἰσιν. εἶεν, ἦν δʼ ἐγώ, ὦ κάλλιστε καὶ σοφώτατε Κλεινία· τοῦτο οὕτως ἔχει; πάνυ μὲν οὖν. καὶ οἵ γε στρατηγοί, ἔφη, οὕτω τὸν αὐτὸν τρόπον· ἐπειδὰν ἢ πόλιν τινὰ θηρεύσωνται ἢ στρατόπεδον, παραδιδόασι τοῖς πολιτικοῖς ἀνδράσιν—αὐτοὶ γὰρ οὐκ ἐπίστανται χρῆσθαι τούτοις ἃ ἐθήρευσαν—ὥσπερ οἶμαι οἱ ὀρτυγοθῆραι τοῖς ὀρτυγοτρόφοις παραδιδόασιν. εἰ οὖν, ἦ δʼ ὅς, δεόμεθα ἐκείνης τῆς τέχνης, ἥτις ᾧ ἂν κτήσηται ἢ ποιήσασα ἢ θηρευσαμένη αὐτὴ καὶ ἐπιστήσεται χρῆσθαι, καὶ ἡ τοιαύτη ποιήσει ἡμᾶς μακαρίους, ἄλλην δή τινα, ἔφη, ζητητέον ἀντὶ τῆς στρατηγικῆς. ΚΡ. τί λέγεις σύ, ὦ Σώκρατες; ἐκεῖνο τὸ μειράκιον τοιαῦτʼ ἐφθέγξατο; ΣΩ. οὐκ οἴει, ὦ Κρίτων; ΚΡ. μὰ Δίʼ οὐ μέντοι. οἶμαι γὰρ αὐτὸν ἐγώ, εἰ ταῦτʼ εἶπεν, οὔτʼ Εὐθυδήμου οὔτε ἄλλου οὐδενὸς ἔτʼ ἀνθρώπου δεῖσθαι εἰς παιδείαν. ΣΩ. ἀλλʼ ἄρα, ὦ πρὸς Διός, μὴ ὁ Κτήσιππος ἦν ὁ ταῦτʼ εἰπών, ἐγὼ δὲ οὐ μέμνημαι;