<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="281"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> καλῶς γε, ἦν δʼ ἐγώ, λέγεις. πλέον γάρ που οἶμαι θάτερόν ἐστιν, ἐάν τις χρῆται ὁτῳοῦν μὴ ὀρθῶς πράγματι ἢ ἐὰν ἐᾷ· τὸ μὲν γὰρ κακόν, τὸ δὲ οὔτε <milestone n="281" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="281a"/> κακὸν οὔτε ἀγαθόν. ἢ οὐχ οὕτω φαμέν;—συνεχώρει.—τί οὖν; ἐν τῇ ἐργασίᾳ τε καὶ χρήσει τῇ περὶ τὰ ξύλα μῶν ἄλλο τί ἐστιν τὸ ἀπεργαζόμενον ὀρθῶς χρῆσθαι ἢ ἐπιστήμη ἡ τεκτονική;—<said who="#Κλεινίας" direct="false">οὐ δῆτα,</said> ἔφη.—ἀλλὰ μήν που καὶ ἐν τῇ περὶ τὰ σκεύη ἐργασίᾳ τὸ ὀρθῶς ἐπιστήμη ἐστὶν ἡ ἀπεργαζομένη.—συνέφη.—ἆρʼ οὖν, ἦν δʼ ἐγώ, καὶ περὶ τὴν χρείαν ὧν ἐλέγομεν τὸ πρῶτον τῶν ἀγαθῶν, πλούτου τε καὶ ὑγιείας καὶ κάλλους, τὸ ὀρθῶς πᾶσι τοῖς τοιούτοις χρῆσθαι ἐπιστήμη <milestone unit="section" resp="Stephanus" n="281b"/> ἦν ἡγουμένη καὶ κατορθοῦσα τὴν πρᾶξιν, ἢ ἄλλο τι;—<said who="#Κλεινίας" direct="false">ἐπιστήμη,</said> ἦ δʼ ὅς.—οὐ μόνον ἄρα εὐτυχίαν ἀλλὰ καὶ εὐπραγίαν, ὡς ἔοικεν, ἡ ἐπιστήμη παρέχει τοῖς ἀνθρώποις ἐν πάσῃ κτήσει τε καὶ πράξει.—ὡμολόγει.—ἆρʼ οὖν ὦ πρὸς Διός, ἦν δʼ ἐγώ, ὄφελός τι τῶν ἄλλων κτημάτων ἄνευ φρονήσεως καὶ σοφίας; ἆρά γε ἂν ὄναιτο ἄνθρωπος πολλὰ κεκτημένος καὶ πολλὰ πράττων νοῦν μὴ ἔχων, ἢ μᾶλλον ὀλίγα νοῦν ἔχων; ὧδε δὲ σκόπει· οὐκ ἐλάττω πράττων <milestone unit="section" resp="Stephanus" n="281c"/> ἐλάττω ἂν ἐξαμαρτάνοι, ἐλάττω δὲ ἁμαρτάνων ἧττον ἂν κακῶς πράττοι, ἧττον δὲ κακῶς πράττων ἄθλιος ἧττον ἂν εἴη;—<said who="#Κλεινίας" direct="false">πάνυ γʼ,</said> ἔφη.—πότερον οὖν ἂν μᾶλλον ἐλάττω τις πράττοι πένης ὢν ἢ πλούσιος;—<said who="#Κλεινίας" direct="false">πένης,</said> ἔφη.—πότερον δὲ ἀσθενὴς ἢ ἰσχυρός;—<said who="#Κλεινίας" direct="false">ἀσθενής.</said>—πότερον δὲ ἔντιμος ἢ ἄτιμος;—<said who="#Κλεινίας" direct="false">ἄτιμος.</said>—πότερον δὲ ἀνδρεῖος ὢν καὶ σώφρων ἐλάττω ἂν πράττοι ἢ δειλός;—<said who="#Κλεινίας" direct="false">δειλός.</said>—οὐκοῦν καὶ ἀργὸς μᾶλλον ἢ ἐργάτης;—συνεχώρει.—καὶ βραδὺς μᾶλλον ἢ <milestone unit="section" resp="Stephanus" n="281d"/> ταχύς, καὶ ἀμβλὺ ὁρῶν καὶ ἀκούων μᾶλλον ἢ ὀξύ;—πάντα τὰ τοιαῦτα συνεχωροῦμεν ἀλλήλοις.—ἐν κεφαλαίῳ δʼ, ἔφην, ὦ Κλεινία, κινδυνεύει σύμπαντα ἃ τὸ πρῶτον ἔφαμεν ἀγαθὰ εἶναι, οὐ περὶ τούτου ὁ λόγος αὐτοῖς εἶναι, ὅπως αὐτά γε καθʼ αὑτὰ πέφυκεν ἀγαθὰ <del>εἶναι</del>, ἀλλʼ ὡς ἔοικεν ὧδʼ ἔχει· ἐὰν μὲν αὐτῶν ἡγῆται ἀμαθία, μείζω κακὰ εἶναι τῶν ἐναντίων, ὅσῳ δυνατώτερα ὑπηρετεῖν τῷ ἡγουμένῳ κακῷ ὄντι, ἐὰν δὲ φρόνησίς τε καὶ σοφία, μείζω ἀγαθά, αὐτὰ δὲ καθʼ <milestone unit="section" resp="Stephanus" n="281e"/> αὑτὰ οὐδέτερα αὐτῶν οὐδενὸς ἄξια εἶναι.—<said who="#Κλεινίας" direct="false">φαίνεται,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">ὡς ἔοικεν, οὕτως, ὡς σὺ λέγεις.</said>—τί οὖν ἡμῖν συμβαίνει ἐκ τῶν εἰρημένων; ἄλλο τι ἢ τῶν μὲν ἄλλων οὐδὲν ὂν οὔτε ἀγαθὸν οὔτε κακόν, τούτοιν δὲ δυοῖν ὄντοιν ἡ μὲν σοφία ἀγαθόν, ἡ δὲ ἀμαθία κακόν;—ὡμολόγει.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="282"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="282" unit="page"/><milestone unit="section" resp="Stephanus" n="282a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/>ἔτι τοίνυν, ἔφην, τὸ λοιπὸν ἐπισκεψώμεθα. ἐπειδὴ εὐδαίμονες μὲν εἶναι προθυμούμεθα πάντες, ἐφάνημεν δὲ τοιοῦτοι γιγνόμενοι ἐκ τοῦ χρῆσθαί τε τοῖς πράγμασιν καὶ ὀρθῶς χρῆσθαι, τὴν δὲ ὀρθότητα καὶ εὐτυχίαν ἐπιστήμη <add>ἦν</add> ἡ παρέχουσα, δεῖ δή, ὡς ἔοικεν, ἐκ παντὸς τρόπου ἅπαντα ἄνδρα τοῦτο παρασκευάζεσθαι, ὅπως ὡς σοφώτατος ἔσται· ἢ οὔ;—<said who="#Κλεινίας" direct="false">ναί,</said> ἔφη.—καὶ παρὰ πατρός γε δήπου τοῦτο οἰόμενον δεῖν παραλαμβάνειν πολὺ μᾶλλον ἢ χρήματα, καὶ <milestone unit="section" resp="Stephanus" n="282b"/> παρʼ ἐπιτρόπων καὶ φίλων τῶν τε ἄλλων καὶ τῶν φασκόντων ἐραστῶν εἶναι, καὶ ξένων καὶ πολιτῶν, δεόμενον καὶ ἱκετεύοντα σοφίας μεταδιδόναι, οὐδὲν αἰσχρόν, ὦ Κλεινία, οὐδὲ νεμεσητὸν ἕνεκα τούτου ὑπηρετεῖν καὶ δουλεύειν καὶ ἐραστῇ καὶ παντὶ ἀνθρώπῳ, ὁτιοῦν ἐθέλοντα ὑπηρετεῖν τῶν καλῶν ὑπηρετημάτων, προθυμούμενον σοφὸν γενέσθαι· ἢ οὐ δοκεῖ σοι, ἔφην ἐγώ, οὕτως;—<said who="#Κλεινίας" direct="false">πάνυ μὲν οὖν εὖ μοι δοκεῖς <milestone unit="section" resp="Stephanus" n="282c"/> λέγειν,</said> ἦ δʼ ὅς.—εἰ ἔστι γε, ὦ Κλεινία, ἦν δʼ ἐγώ, ἡ σοφία διδακτόν, ἀλλὰ μὴ ἀπὸ ταὐτομάτου παραγίγνεται τοῖς ἀνθρώποις· τοῦτο γὰρ ἡμῖν ἔτι ἄσκεπτον καὶ οὔπω διωμολογημένον ἐμοί τε καὶ σοί.—<said who="#Κλεινίας" direct="false">ἀλλʼ ἔμοιγε,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">ὦ Σώκρατες, διδακτὸν εἶναι δοκεῖ.</said>—καὶ ἐγὼ ἡσθεὶς εἶπον· ἦ καλῶς λέγεις, ὦ ἄριστε ἀνδρῶν, καὶ εὖ ἐποίησας ἀπαλλάξας με σκέψεως πολλῆς περὶ τούτου αὐτοῦ, πότερον διδακτὸν ἢ οὐ διδακτὸν ἡ σοφία. νῦν οὖν ἐπειδή σοι καὶ διδακτὸν δοκεῖ καὶ μόνον τῶν ὄντων εὐδαίμονα καὶ εὐτυχῆ ποιεῖν τὸν <milestone unit="section" resp="Stephanus" n="282d"/> ἄνθρωπον, ἄλλο τι ἢ φαίης ἂν ἀναγκαῖον εἶναι φιλοσοφεῖν καὶ αὐτὸς ἐν νῷ ἔχεις αὐτὸ ποιεῖν;—<said who="#Κλεινίας" direct="false">πάνυ μὲν οὖν,</said> ἔφη, <said who="#Κλεινίας" direct="false">ὦ Σώκρατες, ὡς οἷόν τε μάλιστα.</said>

<milestone unit="para" ed="P"/> κἀγὼ ταῦτα ἅσμενος ἀκούσας, τὸ μὲν ἐμόν, ἔφην, παράδειγμα, ὦ Διονυσόδωρέ τε καὶ Εὐθύδημε, οἵων ἐπιθυμῶ τῶν προτρεπτικῶν λόγων εἶναι, τοιοῦτον, ἰδιωτικὸν ἴσως καὶ μόλις διὰ μακρῶν λεγόμενον· σφῷν δὲ ὁπότερος βούλεται, ταὐτὸν τοῦτο τέχνῃ πράττων ἐπιδειξάτω ἡμῖν. εἰ δὲ μὴ <milestone unit="section" resp="Stephanus" n="282e"/> τοῦτο βούλεσθον, ὅθεν ἐγὼ ἀπέλιπον, τὸ ἑξῆς ἐπιδείξατον τῷ μειρακίῳ, πότερον πᾶσαν ἐπιστήμην δεῖ αὐτὸν κτᾶσθαι, ἢ ἔστι τις μία ἣν δεῖ λαβόντα εὐδαιμονεῖν τε καὶ ἀγαθὸν ἄνδρα εἶναι, καὶ τίς αὕτη. ὡς γὰρ ἔλεγον ἀρχόμενος, περὶ πολλοῦ ἡμῖν τυγχάνει ὂν τόνδε τὸν νεανίσκον σοφόν τε καὶ ἀγαθὸν γενέσθαι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="283"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="283" unit="page"/><milestone unit="section" resp="Stephanus" n="283a"/><label>ΣΩ.</label><milestone unit="para" ed="P"/> ἐγὼ μὲν οὖν ταῦτα εἶπον, ὦ Κρίτων· τῷ δὲ μετὰ τοῦτο ἐσομένῳ πάνυ σφόδρα προσεῖχον τὸν νοῦν, καὶ ἐπεσκόπουν τίνα ποτὲ τρόπον ἅψοιντο τοῦ λόγου καὶ ὁπόθεν ἄρξοιντο παρακελευόμενοι τῷ νεανίσκῳ σοφίαν τε καὶ ἀρετὴν ἀσκεῖν. ὁ οὖν πρεσβύτερος αὐτῶν, ὁ Διονυσόδωρος, πρότερος ἤρχετο τοῦ λόγου, καὶ ἡμεῖς πάντες ἐβλέπομεν πρὸς αὐτὸν ὡς αὐτίκα μάλα ἀκουσόμενοι θαυμασίους τινὰς λόγους. ὅπερ <milestone unit="section" resp="Stephanus" n="283b"/> οὖν καὶ συνέβη ἡμῖν· θαυμαστὸν γάρ τινα, ὦ Κρίτων, ἁνὴρ κατῆρχεν λόγον, οὗ σοὶ ἄξιον ἀκοῦσαι, ὡς παρακελευστικὸς ὁ λόγος ἦν ἐπʼ ἀρετήν.

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">εἰπέ μοι,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Σώκρατές τε καὶ ὑμεῖς οἱ ἄλλοι, ὅσοι φατὲ ἐπιθυμεῖν τόνδε τὸν νεανίσκον σοφὸν γενέσθαι, πότερον παίζετε ταῦτα λέγοντες ἢ ὡς ἀληθῶς ἐπιθυμεῖτε καὶ σπουδάζετε;</said>

<milestone unit="para" ed="P"/> κἀγὼ διενοήθην ὅτι ᾠηθήτην ἄρα ἡμᾶς τὸ πρότερον παίζειν, ἡνίκα ἐκελεύομεν διαλεχθῆναι τῷ νεανίσκῳ αὐτώ, καὶ διὰ ταῦτα προσεπαισάτην τε καὶ οὐκ ἐσπουδασάτην· <milestone unit="section" resp="Stephanus" n="283c"/> ταῦτα οὖν διανοηθεὶς ἔτι μᾶλλον εἶπον ὅτι θαυμαστῶς σπουδάζοιμεν.

<milestone unit="para" ed="P"/> καὶ ὁ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">σκόπει μήν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ὦ Σώκρατες, ὅπως μὴ ἔξαρνος ἔσῃ ἃ νῦν λέγεις.</said>—ἔσκεμμαι, ἦν δʼ ἐγώ· οὐ γὰρ μή ποτʼ ἔξαρνος γένωμαι.—<said who="#Διονυσόδωρος" direct="false">τί οὖν;</said> ἔφη· <said who="#Διονυσόδωρος" direct="false">φατὲ βούλεσθαι αὐτὸν σοφὸν γενέσθαι;</said>—πάνυ μὲν οὖν.—<said who="#Διονυσόδωρος" direct="false">νῦν δέ,</said> ἦ δʼ ὅς, <said who="#Διονυσόδωρος" direct="false">Κλεινίας πότερον σοφός ἐστιν ἢ οὔ;</said>—οὔκουν φησί γέ πω· ἔστιν δέ, ἦν δʼ ἐγώ, οὐκ ἀλαζών.—<said who="#Διονυσόδωρος" direct="false">ὑμεῖς δέ,</said> <milestone unit="section" resp="Stephanus" n="283d"/> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">βούλεσθε γενέσθαι αὐτὸν σοφόν, ἀμαθῆ δὲ μὴ εἶναι;</said>—ὡμολογοῦμεν.—<said who="#Διονυσόδωρος" direct="false">οὐκοῦν ὃς μὲν οὐκ ἔστιν, βούλεσθε αὐτὸν γενέσθαι, ὃς δʼ ἔστι νῦν, μηκέτι εἶναι.</said>—καὶ ἐγὼ ἀκούσας ἐθορυβήθην· ὁ δέ μου θορυβουμένου ὑπολαβών, <said who="#Διονυσόδωρος" direct="false">ἄλλο τι οὖν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἐπεὶ βούλεσθε αὐτὸν ὃς νῦν ἐστὶν μηκέτι εἶναι, βούλεσθε αὐτόν, ὡς ἔοικεν, ἀπολωλέναι; καίτοι πολλοῦ ἂν ἄξιοι οἱ τοιοῦτοι εἶεν φίλοι τε καὶ ἐρασταί, οἵτινες τὰ παιδικὰ περὶ παντὸς ἂν ποιήσαιντο ἐξολωλέναι.</said> <milestone unit="section" resp="Stephanus" n="283e"/>

<milestone unit="para" ed="P"/> καὶ ὁ Κτήσιππος ἀκούσας ἠγανάκτησέν τε ὑπὲρ τῶν παιδικῶν καὶ εἶπεν· <said who="#Κτήσιππος" direct="false">ὦ ξένε Θούριε, εἰ μὴ ἀγροικότερον,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">ἦν εἰπεῖν, εἶπον ἄν· <q>σοὶ εἰς κεφαλήν,</q> ὅτι μαθών μου καὶ τῶν ἄλλων καταψεύδῃ τοιοῦτον πρᾶγμα, ὃ ἐγὼ οἶμαι οὐδʼ ὅσιον εἶναι λέγειν, ὡς ἐγὼ τόνδε βουλοίμην ἂν ἐξολωλέναι.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="284"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone unit="para" ed="P"/><said who="#Εὐθύδημος" direct="false">τί δέ,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ὦ Κτήσιππε,</said> ὁ Εὐθύδημος, <said who="#Εὐθύδημος" direct="false">ἦ δοκεῖ σοι οἷόν τʼ εἶναι ψεύδεσθαι;</said>—<said who="#Κτήσιππος" direct="false">νὴ Δία,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">εἰ μὴ μαίνομαί γε.</said>—<said who="#Εὐθύδημος" direct="false">πότερον λέγοντα τὸ πρᾶγμα περὶ οὗ ἂν ὁ λόγος ᾖ, ἢ μὴ <milestone n="284" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="284a"/> λέγοντα;</said>—<said who="#Κτήσιππος" direct="false">λέγοντα,</said> ἔφη.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν εἴπερ λέγει αὐτό, οὐκ ἄλλο λέγει τῶν ὄντων ἢ ἐκεῖνο ὅπερ λέγει;</said>—<said who="#Κτήσιππος" direct="false">πῶς γὰρ ἄν;</said> ἔφη ὁ Κτήσιππος.—<said who="#Εὐθύδημος" direct="false">ἓν μὴν κἀκεῖνό γʼ ἐστὶν τῶν ὄντων, ὃ λέγει, χωρὶς τῶν ἄλλων.</said>—<said who="#Κτήσιππος" direct="false">πάνυ γε.</said>—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν ὁ ἐκεῖνο λέγων τὸ ὄν,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">λέγει;</said>—<said who="#Κτήσιππος" direct="false">ναί.</said>—<said who="#Εὐθύδημος" direct="false">ἀλλὰ μὴν ὅ γε τὸ ὂν λέγων καὶ τὰ ὄντα τἀληθῆ λέγει· ὥστε ὁ Διονυσόδωρος, εἴπερ λέγει τὰ ὄντα, λέγει τἀληθῆ καὶ οὐδὲν κατὰ σοῦ ψεύδεται.</said> <milestone unit="section" resp="Stephanus" n="284b"/>

<milestone unit="para" ed="P"/> <said who="#Κτήσιππος" direct="false">ναί,</said> ἔφη· <said who="#Κτήσιππος" direct="false">ἀλλʼ ὁ ταῦτα λέγων,</said> ἔφη ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">ὦ Εὐθύδημε, οὐ τὰ ὄντα λέγει.</said>

				<milestone unit="para" ed="P"/> καὶ ὁ Εὐθύδημος, <said who="#Εὐθύδημος" direct="false">τὰ δὲ μὴ ὄντα,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ἄλλο τι ἢ οὐκ ἔστιν;</said>—<said who="#Κτήσιππος" direct="false">οὐκ ἔστιν.</said>—<said who="#Εὐθύδημος" direct="false">ἄλλο τι οὖν οὐδαμοῦ τά γε μὴ ὄντα ὄντα ἐστίν;</said>—<said who="#Κτήσιππος" direct="false">οὐδαμοῦ.</said>—<said who="#Εὐθύδημος" direct="false">ἔστιν οὖν ὅπως περὶ ταῦτα, τὰ μὴ ὄντα, πράξειεν ἄν τίς τι, ὥστʼ ἐκεῖνα ποιήσειεν ἂν καὶ ὁστισοῦν τὰ μηδαμοῦ ὄντα;</said>—<said who="#Κτήσιππος" direct="false">οὐκ ἔμοιγε δοκεῖ,</said> ἔφη ὁ Κτήσιππος.—<said who="#Εὐθύδημος" direct="false">τί οὖν; οἱ ῥήτορες ὅταν λέγωσιν ἐν τῷ δήμῳ, οὐδὲν πράττουσι;</said>—<said who="#Κτήσιππος" direct="false">πράττουσι μὲν οὖν,</said> ἦ δʼ ὅς.—<said who="#Εὐθύδημος" direct="false">οὐκοῦν <milestone unit="section" resp="Stephanus" n="284c"/> εἴπερ πράττουσι, καὶ ποιοῦσι;</said>—<said who="#Κτήσιππος" direct="false">ναί.</said>—<said who="#Εὐθύδημος" direct="false">τὸ λέγειν ἄρα πράττειν τε καὶ ποιεῖν ἐστιν;</said>—ὡμολόγησεν.—<said who="#Εὐθύδημος" direct="false">οὐκ ἄρα τά γε μὴ ὄντʼ,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">λέγει οὐδείς—ποιοῖ γὰρ ἂν ἤδη τί· σὺ δὲ ὡμολόγηκας τὸ μὴ ὂν μὴ οἷόν τʼ εἶναι μηδένα ποιεῖν— ὥστε κατὰ τὸν σὸν λόγον οὐδεὶς ψευδῆ λέγει, ἀλλʼ εἴπερ λέγει Διονυσόδωρος, τἀληθῆ τε καὶ τὰ ὄντα λέγει.</said>

<milestone unit="para" ed="P"/> <said who="#Κτήσιππος" direct="false">νὴ Δία,</said> ἔφη ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">ὦ Εὐθύδημε· ἀλλὰ τὰ ὄντα μὲν τρόπον τινὰ λέγει, οὐ μέντοι ὥς γε ἔχει.</said>

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">πῶς λέγεις,</said> ἔφη ὁ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">ὦ Κτήσιππε; εἰσὶν <milestone unit="section" resp="Stephanus" n="284d"/> γάρ τινες οἳ λέγουσι τὰ πράγματα ὡς ἔχει;</said>—<said who="#Κτήσιππος" direct="false">εἰσὶν μέντοι,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">οἱ καλοί τε κἀγαθοὶ καὶ οἱ τἀληθῆ λέγοντες.</said>—<said who="#Διονυσόδωρος" direct="false">τί οὖν;</said> ἦ δʼ ὅς· <said who="#Διονυσόδωρος" direct="false">τἀγαθὰ οὐκ εὖ, ἔφη, ἔχει, τὰ δὲ κακὰ κακῶς;</said>—συνεχώρει.—<said who="#Διονυσόδωρος" direct="false">τοὺς δὲ καλούς τε καὶ ἀγαθοὺς ὁμολογεῖς λέγειν ὡς ἔχει τὰ πράγματα;</said>—<said who="#Κτήσιππος" direct="false">ὁμολογῶ.</said>—<said who="#Διονυσόδωρος" direct="false">κακῶς ἄρα,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">λέγουσιν, ὦ Κτήσιππε, οἱ ἀγαθοὶ τὰ κακά, εἴπερ ὡς ἔχει λέγουσιν.</said>—<said who="#Κτήσιππος" direct="false">ναὶ μὰ Δία,</said> ἦ δʼ ὅς, <said who="#Κτήσιππος" direct="false">σφόδρα γε, τοὺς γοῦν κακοὺς ἀνθρώπους· ὧν σύ, ἐάν μοι πείθῃ, εὐλαβήσῃ εἶναι, <milestone unit="section" resp="Stephanus" n="284e"/> ἵνα μή σε οἱ ἀγαθοὶ κακῶς λέγωσιν. ὡς εὖ ἴσθʼ ὅτι κακῶς λέγουσιν οἱ ἀγαθοὶ τοὺς κακούς.</said>—<said who="#Εὐθύδημος" direct="false">καὶ τοὺς μεγάλους,</said> ἔφη ὁ Εὐθύδημος, <said who="#Εὐθύδημος" direct="false">μεγάλως λέγουσι καὶ τοὺς θερμοὺς θερμῶς;</said>—<said who="#Κτήσιππος" direct="false">μάλιστα δήπου,</said> ἔφη ὁ Κτήσιππος· <said who="#Κτήσιππος" direct="false">τοὺς γοῦν ψυχροὺς ψυχρῶς λέγουσί τε καὶ φασὶν διαλέγεσθαι.</said>—<said who="#Διονυσόδωρος" direct="false">σὺ μέν,</said> ἔφη ὁ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">λοιδορῇ, ὦ Κτήσιππε, λοιδορῇ.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="285"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><said who="#Κτήσιππος" direct="false">μὰ Δίʼ οὐκ ἔγωγε,</said> ἦ δʼ ὅς, <said who="#Κτήσιππος" direct="false">ὦ Διονυσόδωρε, ἐπεὶ φιλῶ σε, ἀλλὰ νουθετῶ σε ὡς ἑταῖρον, καὶ πειρῶμαι πείθειν μηδέποτε ἐναντίον ἐμοῦ οὕτως ἀγροίκως λέγειν ὅτι ἐγὼ τούτους βούλομαι <milestone n="285" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="285a"/> ἐξολωλέναι, οὓς περὶ πλείστου ποιοῦμαι.</said>

<milestone unit="para" ed="P"/> ἐγὼ οὖν, ἐπειδή μοι ἐδόκουν ἀγριωτέρως πρὸς ἀλλήλους ἔχειν, προσέπαιζόν τε τὸν Κτήσιππον καὶ εἶπον ὅτι ὦ Κτήσιππε, ἐμοὶ μὲν δοκεῖ χρῆναι ἡμᾶς παρὰ τῶν ξένων δέχεσθαι ἃ λέγουσιν, ἐὰν ἐθέλωσι διδόναι, καὶ μὴ ὀνόματι διαφέρεσθαι. εἰ γὰρ ἐπίστανται οὕτως ἐξολλύναι ἀνθρώπους, ὥστʼ ἐκ πονηρῶν τε καὶ ἀφρόνων χρηστούς τε καὶ ἔμφρονας ποιεῖν, καὶ τοῦτο εἴτε αὐτὼ ηὑρήκατον εἴτε καὶ <milestone unit="section" resp="Stephanus" n="285b"/> παρʼ ἄλλου του ἐμαθέτην φθόρον τινὰ καὶ ὄλεθρον τοιοῦτον, ὥστε ἀπολέσαντες πονηρὸν ὄντα χρηστὸν πάλιν ἀποφῆναι· εἰ τοῦτο ἐπίστασθον—δῆλον δὲ ὅτι ἐπίστασθον· ἐφάτην γοῦν τὴν τέχνην σφῶν εἶναι τὴν νεωστὶ ηὑρημένην ἀγαθοὺς ποιεῖν τοὺς ἀνθρώπους ἐκ πονηρῶν—συγχωρήσωμεν οὖν αὐτοῖν αὐτό· ἀπολεσάντων ἡμῖν τὸ μειράκιον καὶ φρόνιμον ποιησάντων, καὶ ἅπαντάς γε ἡμᾶς τοὺς ἄλλους. εἰ δὲ ὑμεῖς <milestone unit="section" resp="Stephanus" n="285c"/> οἱ νέοι φοβεῖσθε, ὥσπερ ἐν Καρὶ ἐν ἐμοὶ ἔστω ὁ κίνδυνος· ὡς ἐγώ, ἐπειδὴ καὶ πρεσβύτης εἰμί, παρακινδυνεύειν ἕτοιμος καὶ παραδίδωμι ἐμαυτὸν Διονυσοδώρῳ τούτῳ ὥσπερ τῇ Μηδείᾳ τῇ Κόλχῳ. ἀπολλύτω με, καὶ εἰ μὲν βούλεται, ἑψέτω, εἰ δʼ, ὅτι βούλεται, τοῦτο ποιείτω· μόνον χρηστὸν ἀποφηνάτω.

<milestone unit="para" ed="P"/> καὶ ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">ἐγὼ μέν,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">καὶ αὐτός, ὦ Σώκρατες, ἕτοιμός εἰμι παρέχειν ἐμαυτὸν τοῖς ξένοις, καὶ ἐὰν βούλωνται δέρειν ἔτι μᾶλλον ἢ νῦν δέρουσιν, εἴ μοι ἡ δορὰ μὴ εἰς <milestone unit="section" resp="Stephanus" n="285d"/> ἀσκὸν τελευτήσει, ὥσπερ ἡ τοῦ Μαρσύου, ἀλλʼ εἰς ἀρετήν. καίτοι με οἴεται Διονυσόδωρος οὑτοσὶ χαλεπαίνειν αὐτῷ· ἐγὼ δὲ οὐ χαλεπαίνω, ἀλλʼ ἀντιλέγω πρὸς ταῦτα ἅ μοι δοκεῖ πρός με μὴ καλῶς λέγειν. ἀλλὰ σὺ τὸ ἀντιλέγειν, ἔφη, ὦ γενναῖε Διονυσόδωρε, μὴ κάλει λοιδορεῖσθαι· ἕτερον γάρ τί ἐστι τὸ λοιδορεῖσθαι.</said>

<milestone unit="para" ed="P"/> καὶ Διονυσόδωρος, <said who="#Διονυσόδωρος" direct="false">ὡς ὄντος,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">τοῦ ἀντιλέγειν, ὦ Κτήσιππε, ποιῇ τοὺς λόγους;</said> <milestone unit="section" resp="Stephanus" n="285e"/>

<milestone unit="para" ed="P"/> <said who="#Κτήσιππος" direct="false">πάντως δήπου,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">καὶ σφόδρα γε· ἢ σύ, ὦ Διονυσόδωρε, οὐκ οἴει εἶναι ἀντιλέγειν;</said>

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οὔκουν σύ γʼ ἄν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">ἀποδείξαις πώποτε ἀκούσας οὐδενὸς ἀντιλέγοντος ἑτέρου ἑτέρῳ.</said>

<milestone unit="para" ed="P"/> <said who="#Κτήσιππος" direct="false">ἀληθῆ λέγεις;</said> ἔφη· <said who="#Κτήσιππος" direct="false">ἀλλὰ ἀκούων μὲν νυνί σοι ἀποδείκνυμι ἀντιλέγοντος Κτησίππου Διονυσοδώρῳ.</said>

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ἦ καὶ ὑπόσχοις ἂν τούτου λόγον;</said>

<milestone unit="para" ed="P"/> <said who="#Κτήσιππος" direct="false">πάνυ,</said> ἔφη.</said></p></div></div></body></text></TEI>