<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg021.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="271"><p><said who="#Κρίτων"><milestone n="271" unit="page"/><milestone unit="section" resp="Stephanus" n="271a"/><label>ΚΡ.</label> τίς ἦν, ὦ Σώκρατες, ᾧ χθὲς ἐν Λυκείῳ διελέγου; ἦ πολὺς ὑμᾶς ὄχλος περιειστήκει, ὥστʼ ἔγωγε βουλόμενος ἀκούειν προσελθὼν οὐδὲν οἷός τʼ ἦ ἀκοῦσαι σαφές· ὑπερκύψας μέντοι κατεῖδον, καί μοι ἔδοξεν εἶναι ξένος τις ᾧ διελέγου. τίς ἦν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον καὶ ἐρωτᾷς, ὦ Κρίτων; οὐ γὰρ εἷς ἀλλὰ δύʼ ἤστην.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ὃν μὲν ἐγὼ λέγω, ἐκ δεξιᾶς τρίτος ἀπὸ σοῦ καθῆστο· <milestone unit="section" resp="Stephanus" n="271b"/> ἐν μέσῳ δʼ ὑμῶν τὸ Ἀξιόχου μειράκιον ἦν. καὶ μάλα πολύ, ὦ Σώκρατες, ἐπιδεδωκέναι μοι ἔδοξεν, καὶ τοῦ ἡμετέρου οὐ πολύ τι τὴν ἡλικίαν διαφέρειν Κριτοβούλου. ἀλλʼ ἐκεῖνος μὲν σκληφρός, οὗτος δὲ προφερὴς καὶ καλὸς καὶ ἀγαθὸς τὴν ὄψιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Εὐθύδημος οὗτός ἐστιν, ὦ Κρίτων, ὃν ἐρωτᾷς, ὁ δὲ παρʼ ἐμὲ καθήμενος ἐξ ἀριστερᾶς ἀδελφὸς τούτου, Διονυσόδωρος· μετέχει δὲ καὶ οὗτος τῶν λόγων.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> οὐδέτερον γιγνώσκω, ὦ Σώκρατες. καινοί τινες αὖ <milestone unit="section" resp="Stephanus" n="271c"/> οὗτοι, ὡς ἔοικε, σοφισταί· ποδαποί; καὶ τίς ἡ σοφία;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὗτοι τὸ μὲν γένος, ὡς ἐγᾦμαι, ἐντεῦθέν ποθέν εἰσιν ἐκ Χίου, ἀπῴκησαν δὲ ἐς Θουρίους, φεύγοντες δὲ ἐκεῖθεν πόλλʼ ἤδη ἔτη περὶ τούσδε τοὺς τόπους διατρίβουσιν. ὃ δὲ σὺ ἐρωτᾷς τὴν σοφίαν αὐτοῖν, θαυμασία, ὦ Κρίτων· πάσσοφοι ἀτεχνῶς τώ γε, οὐδʼ ᾔδη πρὸ τοῦ ὅτι εἶεν οἱ παγκρατιασταί. τούτω γάρ ἐστον κομιδῇ παμμάχω. οὐ κατὰ τὼ Ἀκαρνᾶνε ἐγενέσθην τὼ παγκρατιαστὰ ἀδελφώ· ἐκείνω <milestone unit="section" resp="Stephanus" n="271d"/> μὲν γὰρ τῷ σώματι μόνον οἵω τε μάχεσθαι, τούτω δὲ πρῶτον μὲν τῷ σώματι δεινοτάτω ἐστὸν <del>καὶ μάχῃ, ᾗ πάντων ἔστι κρατεῖν</del></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="272"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> —ἐν ὅπλοις γὰρ αὐτώ τε σοφὼ πάνυ μάχεσθαι καὶ <milestone n="272" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="272a"/> ἄλλον, ὃς ἂν διδῷ μισθόν, οἵω τε ποιῆσαι—ἔπειτα τὴν ἐν τοῖς δικαστηρίοις μάχην κρατίστω καὶ ἀγωνίσασθαι καὶ ἄλλον διδάξαι λέγειν τε καὶ συγγράφεσθαι λόγους οἵους εἰς τὰ δικαστήρια. πρὸ τοῦ μὲν οὖν ταῦτα δεινὼ ἤστην μόνον, νῦν δὲ τέλος ἐπιτεθήκατον παγκρατιαστικῇ τέχνῃ. ἣ γὰρ ἦν λοιπὴ αὐτοῖν μάχη ἀργός, ταύτην νῦν ἐξείργασθον, ὥστε μηδʼ ἂν ἕνα αὐτοῖς οἷόν τʼ εἶναι μηδʼ ἀντᾶραι· οὕτω δεινὼ γεγόνατον ἐν τοῖς λόγοις μάχεσθαί τε καὶ ἐξελέγχειν <milestone unit="section" resp="Stephanus" n="272b"/> τὸ ἀεὶ λεγόμενον, ὁμοίως ἐάντε ψεῦδος ἐάντε ἀληθὲς ᾖ. ἐγὼ μὲν οὖν, ὦ Κρίτων, ἐν νῷ ἔχω τοῖν ἀνδροῖν παραδοῦναι ἐμαυτόν· καὶ γάρ φατον ἐν ὀλίγῳ χρόνῳ ποιῆσαι ἂν καὶ ἄλλον ὁντινοῦν τὰ αὐτὰ ταῦτα δεινόν.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> τί δέ, ὦ Σώκρατες; οὐ φοβῇ τὴν ἡλικίαν, μὴ ἤδη πρεσβύτερος ᾖς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἥκιστά γε, ὦ Κρίτων· ἱκανὸν τεκμήριον ἔχω καὶ παραμύθιον τοῦ μὴ φοβεῖσθαι. αὐτὼ γὰρ τούτω, ὡς ἔπος εἰπεῖν, γέροντε ὄντε ἠρξάσθην ταύτης τῆς σοφίας ἧς ἔγωγε ἐπιθυμῶ, τῆς ἐριστικῆς· πέρυσιν ἢ προπέρυσιν οὐδέπω ἤστην <milestone unit="section" resp="Stephanus" n="272c"/> σοφώ. ἀλλʼ ἐγὼ ἓν μόνον φοβοῦμαι, μὴ αὖ ὄνειδος τοῖν ξένοιν περιάψω, ὥσπερ Κόννῳ τῷ Μητροβίου, τῷ κιθαριστῇ, ὃς ἐμὲ διδάσκει ἔτι καὶ νῦν κιθαρίζειν· ὁρῶντες οὖν οἱ παῖδες οἱ συμφοιτηταί μοι ἐμοῦ τε καταγελῶσι καὶ τὸν Κόννον καλοῦσι γεροντοδιδάσκαλον. μὴ οὖν καὶ τοῖν ξένοιν τις ταὐτὸν τοῦτο ὀνειδίσῃ· οἱ δʼ αὐτὸ τοῦτο ἴσως φοβούμενοι τάχα με οὐκ ἂν ἐθέλοιεν προσδέξασθαι. ἐγὼ δʼ, ὦ Κρίτων, ἐκεῖσε μὲν ἄλλους πέπεικα συμμαθητάς μοι φοιτᾶν πρεσβύτας, <milestone unit="section" resp="Stephanus" n="272d"/> ἐνταῦθα δέ γε ἑτέρους πειράσομαι πείθειν. καὶ σὺ τί οὐ συμφοιτᾷς; ὡς δὲ δέλεαρ αὐτοῖς ἄξομεν τοὺς σοὺς ὑεῖς· ἐφιέμενοι γὰρ ἐκείνων οἶδʼ ὅτι καὶ ἡμᾶς παιδεύσουσιν.</said></p><p><said who="#Κρίτων"><label>ΚΡ.</label> ἀλλʼ οὐδὲν κωλύει, ὦ Σώκρατες, ἐάν γε σοὶ δοκῇ. πρῶτον δέ μοι διήγησαι τὴν σοφίαν τοῖν ἀνδροῖν τίς ἐστιν, ἵνα εἰδῶ ὅτι καὶ μαθησόμεθα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἂν φθάνοις ἀκούων· ὡς οὐκ ἂν ἔχοιμί γε εἰπεῖν ὅτι οὐ προσεῖχον τὸν νοῦν αὐτοῖν, ἀλλὰ πάνυ καὶ προσεῖχον καὶ μέμνημαι, καί σοι πειράσομαι ἐξ ἀρχῆς ἅπαντα διηγήσασθαι. <milestone unit="section" resp="Stephanus" n="272e"/> κατὰ θεὸν γάρ τινα ἔτυχον καθήμενος ἐνταῦθα, οὗπερ σύ με εἶδες, ἐν τῷ ἀποδυτηρίῳ μόνος, καὶ ἤδη ἐν νῷ εἶχον ἀναστῆναι· ἀνισταμένου δέ μου ἐγένετο τὸ εἰωθὸς σημεῖον τὸ δαιμόνιον.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="273"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> πάλιν οὖν ἐκαθεζόμην, καὶ ὀλίγῳ <milestone n="273" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="273a"/> ὕστερον εἰσέρχεσθον τούτω—ὅ τʼ Εὐθύδημος καὶ ὁ Διονυσόδωρος—καὶ ἄλλοι μαθηταὶ ἅμα αὖ πολλοὶ ἐμοὶ δοκεῖν· εἰσελθόντε δὲ περιπατείτην ἐν τῷ καταστέγῳ δρόμῳ. καὶ οὔπω τούτω δύʼ ἢ τρεῖς δρόμους περιεληλυθότε ἤστην, καὶ εἰσέρχεται Κλεινίας, ὃν σὺ φῂς πολὺ ἐπιδεδωκέναι, ἀληθῆ λέγων· ὄπισθεν δὲ αὐτοῦ ἐρασταὶ πάνυ πολλοί τε καὶ ἄλλοι καὶ Κτήσιππος, νεανίσκος τις Παιανιεύς, μάλα καλός τε κἀγαθὸς τὴν φύσιν, ὅσον μὴ ὑβριστὴς <del>δὲ</del> διὰ τὸ <milestone unit="section" resp="Stephanus" n="273b"/> νέος εἶναι. ἰδὼν οὖν με ὁ Κλεινίας ἀπὸ τῆς εἰσόδου μόνον καθήμενον, ἄντικρυς ἰὼν παρεκαθέζετο ἐκ δεξιᾶς, ὥσπερ καὶ σὺ φῄς. ἰδόντε δὲ αὐτὸν ὅ τε Διονυσόδωρος καὶ ὁ Εὐθύδημος πρῶτον μὲν ἐπιστάντε διελεγέσθην ἀλλήλοιν, ἄλλην καὶ ἄλλην ἀποβλέποντε εἰς ἡμᾶς—καὶ γὰρ πάνυ αὐτοῖν προσεῖχον τὸν νοῦν—ἔπειτα ἰόντε ὁ μὲν παρὰ τὸ μειράκιον ἐκαθέζετο, ὁ Εὐθύδημος, ὁ δὲ παρʼ αὐτὸν ἐμὲ ἐξ ἀριστερᾶς, οἱ δʼ ἄλλοι ὡς ἕκαστος ἐτύγχανεν. 
	
<milestone unit="section" resp="Stephanus" n="273c"/>

<milestone unit="para" ed="P"/> ἠσπαζόμην οὖν αὐτὼ ἅτε διὰ χρόνου ἑωρακώς· μετὰ δὲ τοῦτο εἶπον πρὸς τὸν Κλεινίαν· ὦ Κλεινία, τώδε μέντοι τὼ ἄνδρε σοφώ, Εὐθύδημός τε καὶ Διονυσόδωρος, οὐ τὰ σμικρὰ ἀλλὰ τὰ μεγάλα· τὰ γὰρ περὶ τὸν πόλεμον πάντα ἐπίστασθον, ὅσα δεῖ τὸν μέλλοντα ἀγαθὸν στρατηγὸν ἔσεσθαι, τάς τε τάξεις καὶ τὰς ἡγεμονίας τῶν στρατοπέδων καὶ <del>ὅσα</del> ἐν ὅπλοις μάχεσθαι <del>διδακτέον</del>· οἵω τε δὲ καὶ ποιῆσαι δυνατὸν εἶναι αὐτὸν αὑτῷ βοηθεῖν ἐν τοῖς δικαστηρίοις, ἄν τις αὐτὸν ἀδικῇ. <milestone unit="section" resp="Stephanus" n="273d"/>

	<milestone unit="para" ed="P"/> εἰπὼν οὖν ταῦτα κατεφρονήθην ὑπʼ αὐτοῖν· ἐγελασάτην οὖν ἄμφω βλέψαντε εἰς ἀλλήλω, καὶ ὁ Εὐθύδημος εἶπεν· <said who="#Εὐθύδημος" direct="false">οὔτοι ἔτι ταῦτα, ὦ Σώκρατες, σπουδάζομεν, ἀλλὰ παρέργοις αὐτοῖς χρώμεθα.</said>

<milestone unit="para" ed="P"/> κἀγὼ θαυμάσας εἶπον· καλὸν ἄν που τὸ ἔργον ὑμῶν εἴη, εἰ τηλικαῦτα πράγματα πάρεργα ὑμῖν τυγχάνει ὄντα, καὶ πρὸς θεῶν εἴπετόν μοι τί ἐστι τοῦτο τὸ καλόν.

	<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος" direct="false">ἀρετήν,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ὦ Σώκρατες, οἰόμεθα οἵω τʼ εἶναι παραδοῦναι κάλλιστʼ ἀνθρώπων καὶ τάχιστα.</said> 
	
<milestone unit="section" resp="Stephanus" n="273e"/>

<milestone unit="para" ed="P"/> ὦ Ζεῦ, οἷον, ἦν δʼ ἐγώ, λέγετον πρᾶγμα· πόθεν τοῦτο τὸ ἕρμαιον ηὑρέτην; ἐγὼ δὲ περὶ ὑμῶν διενοούμην ἔτι, ὥσπερ νυνδὴ ἔλεγον, ὡς τὸ πολὺ τοῦτο δεινοῖν ὄντοιν, ἐν ὅπλοις μάχεσθαι, καὶ ταῦτα ἔλεγον περὶ σφῷν· ὅτε γὰρ τὸ πρότερον ἐπεδημησάτην, τοῦτο μέμνημαι σφὼ ἐπαγγελλομένω.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="274"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> εἰ δὲ νῦν ἀληθῶς ταύτην τὴν ἐπιστήμην ἔχετον, ἵλεω εἶτον—ἀτεχνῶς γὰρ ἔγωγε σφὼ ὥσπερ θεὼ προσαγορεύω, συγγνώμην <milestone n="274" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="274a"/> δεόμενος ἔχειν μοι τῶν ἔμπροσθεν εἰρημένων. ἀλλʼ ὁρᾶτον, ὦ Εὐθύδημέ τε καὶ Διονυσόδωρε, εἰ ἀληθῆ λέγετον· ὑπὸ γὰρ τοῦ μεγέθους τοῦ ἐπαγγέλματος οὐδὲν θαυμαστὸν ἀπιστεῖν.

					<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος #Διονυσόδωρος" direct="false">ἀλλʼ εὖ ἴσθι, ὦ Σώκρατες,</said> <del>ἔφατον,</del> <said who="#Εὐθύδημος #Διονυσόδωρος" direct="false">τοῦτο οὕτως ἔχον.</said>

<milestone unit="para" ed="P"/> μακαρίζω ἄρʼ ὑμᾶς ἔγωγε τοῦ κτήματος πολὺ μᾶλλον ἢ μέγαν βασιλέα τῆς ἀρχῆς· τοσόνδε δέ μοι εἴπετον, εἰ ἐν νῷ ἔχετον ἐπιδεικνύναι ταύτην τὴν σοφίαν, ἢ πῶς σφῷν βεβούλευται.

<milestone unit="para" ed="P"/> <said who="#Εὐθύδημος #Διονυσόδωρος" direct="false">ἐπʼ αὐτό γε τοῦτο πάρεσμεν, ὦ Σώκρατες, ὡς ἐπιδείξοντε <milestone unit="section" resp="Stephanus" n="274b"/> καὶ διδάξοντε, ἐάν τις ἐθέλῃ μανθάνειν.</said>

<milestone unit="para" ed="P"/> ἀλλʼ ὅτι μὲν ἐθελήσουσιν ἅπαντες οἱ μὴ ἔχοντες, ἐγὼ ὑμῖν ἐγγυῶμαι, πρῶτος μὲν ἐγώ, ἔπειτα δὲ Κλεινίας οὑτοσί, πρὸς δʼ ἡμῖν Κτήσιππός τε ὅδε καὶ οἱ ἄλλοι οὗτοι, ἦν δʼ ἐγὼ δεικνὺς αὐτῷ τοὺς ἐραστὰς τοὺς Κλεινίου· οἱ δὲ ἐτύγχανον ἡμᾶς ἤδη περιιστάμενοι. ὁ γὰρ Κτήσιππος ἔτυχε πόρρω καθεζόμενος τοῦ Κλεινίου—κἀμοὶ δοκεῖν ὡς ἐτύγχανεν ὁ Εὐθύδημος ἐμοὶ διαλεγόμενος προνενευκὼς εἰς τὸ πρόσθεν, <milestone unit="section" resp="Stephanus" n="274c"/> ἐν μέσῳ ὄντος ἡμῶν τοῦ Κλεινίου ἐπεσκότει τῷ Κτησίππῳ τῆς θέας—βουλόμενός τε οὖν θεάσασθαι ὁ Κτήσιππος τὰ παιδικὰ καὶ ἅμα φιλήκοος ὢν ἀναπηδήσας πρῶτος προσέστη ἡμῖν ἐν τῷ καταντικρύ· οὕτως οὖν καὶ οἱ ἄλλοι ἐκεῖνον ἰδόντες περιέστησαν ἡμᾶς, οἵ τε τοῦ Κλεινίου ἐρασταὶ καὶ οἱ τοῦ Εὐθυδήμου τε καὶ Διονυσοδώρου ἑταῖροι. τούτους δὴ ἐγὼ δεικνὺς ἔλεγον τῷ Εὐθυδήμῳ ὅτι πάντες ἕτοιμοι εἶεν <milestone unit="section" resp="Stephanus" n="274d"/> μανθάνειν· ὅ τε οὖν Κτήσιππος συνέφη μάλα προθύμως καὶ οἱ ἄλλοι, καὶ ἐκέλευον αὐτὼ κοινῇ πάντες ἐπιδείξασθαι τὴν δύναμιν τῆς σοφίας.

<milestone unit="para" ed="P"/> εἶπον οὖν ἐγώ· ὦ Εὐθύδημε καὶ Διονυσόδωρε, πάνυ μὲν οὖν παντὶ τρόπῳ καὶ τούτοις χαρίσασθον καὶ ἐμοῦ ἕνεκα ἐπιδείξασθον. τὰ μὲν οὖν πλεῖστα δῆλον ὅτι οὐκ ὀλίγον ἔργον ἐπιδεῖξαι· τόδε δέ μοι εἴπετον, πότερον πεπεισμένον ἤδη ὡς χρὴ παρʼ ὑμῶν μανθάνειν δύναισθʼ ἂν ἀγαθὸν ποιῆσαι <milestone unit="section" resp="Stephanus" n="274e"/> ἄνδρα μόνον, ἢ καὶ ἐκεῖνον τὸν μήπω πεπεισμένον διὰ τὸ μὴ οἴεσθαι ὅλως τὸ πρᾶγμα τὴν ἀρετὴν μαθητὸν εἶναι ἢ μὴ σφὼ εἶναι αὐτῆς διδασκάλω; φέρε, καὶ τὸν οὕτως ἔχοντα τῆς αὐτῆς τέχνης ἔργον πεῖσαι ὡς καὶ διδακτὸν ἡ ἀρετὴ καὶ οὗτοι ὑμεῖς ἐστὲ παρʼ ὧν ἂν κάλλιστά τις αὐτὸ μάθοι, ἢ ἄλλης;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">ταύτης μὲν οὖν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">τῆς αὐτῆς, ὦ Σώκρατες,</said> ὁ Διονυσόδωρος.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="275"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><milestone unit="para" ed="P"/> ὑμεῖς ἄρα, ἦν δʼ ἐγώ, ὦ Διονυσόδωρε, τῶν νῦν ἀνθρώπων <milestone n="275" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="275a"/> κάλλιστʼ ἂν προτρέψαιτε εἰς φιλοσοφίαν καὶ ἀρετῆς ἐπιμέλειαν;

<milestone unit="para" ed="P"/> <said who="#Διονυσόδωρος" direct="false">οἰόμεθά γε δή, ὦ Σώκρατες.</said>

<milestone unit="para" ed="P"/> τῶν μὲν τοίνυν ἄλλων τὴν ἐπίδειξιν ἡμῖν, ἔφην, εἰς αὖθις ἀπόθεσθον, τοῦτο δʼ αὐτὸ ἐπιδείξασθον· τουτονὶ τὸν νεανίσκον πείσατον ὡς χρὴ φιλοσοφεῖν καὶ ἀρετῆς ἐπιμελεῖσθαι, καὶ χαριεῖσθον ἐμοί τε καὶ τουτοισὶ πᾶσιν. συμβέβηκεν γάρ τι τοιοῦτον τῷ μειρακίῳ τούτῳ· ἐγώ τε καὶ οἵδε πάντες τυγχάνομεν ἐπιθυμοῦντες ὡς βέλτιστον αὐτὸν γενέσθαι. ἔστι δὲ οὗτος Ἀξιόχου μὲν ὑὸς τοῦ Ἀλκιβιάδου τοῦ παλαιοῦ, αὐτανεψιὸς <milestone unit="section" resp="Stephanus" n="275b"/> δὲ τοῦ νῦν ὄντος Ἀλκιβιάδου· ὄνομα δʼ αὐτῷ Κλεινίας. ἔστι δὲ νέος· φοβούμεθα δὴ περὶ αὐτῷ, οἷον εἰκὸς περὶ νέῳ, μή τις φθῇ ἡμᾶς ἐπʼ ἄλλο τι ἐπιτήδευμα τρέψας αὐτοῦ τὴν διάνοιαν καὶ διαφθείρῃ. σφὼ οὖν ἥκετον εἰς κάλλιστον· ἀλλʼ εἰ μή τι διαφέρει ὑμῖν, λάβετον πεῖραν τοῦ μειρακίου καὶ διαλέχθητον ἐναντίον ἡμῶν.

<milestone unit="para" ed="P"/> εἰπόντος οὖν ἐμοῦ σχεδόν τι αὐτὰ ταῦτα ὁ Εὐθύδημος ἅμα ἀνδρείως τε καὶ θαρραλέως, <said who="#Εὐθύδημος" direct="false">ἀλλʼ οὐδὲν διαφέρει, ὦ <milestone unit="section" resp="Stephanus" n="275c"/> Σώκρατες,</said> ἔφη, <said who="#Εὐθύδημος" direct="false">ἐὰν μόνον ἐθέλῃ ἀποκρίνεσθαι ὁ νεανίσκος.</said>

<milestone unit="para" ed="P"/> ἀλλὰ μὲν δή, ἔφην ἐγώ, τοῦτό γε καὶ εἴθισται· θαμὰ γὰρ αὐτῷ οἵδε προσιόντες πολλὰ ἐρωτῶσίν τε καὶ διαλέγονται, ὥστε ἐπιεικῶς θαρρεῖ τὸ ἀποκρίνασθαι.

<milestone unit="para" ed="P"/> τὰ δὴ μετὰ ταῦτα, ὦ Κρίτων, πῶς ἂν καλῶς σοι διηγησαίμην; οὐ γὰρ σμικρὸν τὸ ἔργον δύνασθαι ἀναλαβεῖν διεξιόντα σοφίαν ἀμήχανον ὅσην· ὥστʼ ἔγωγε, καθάπερ οἱ <milestone unit="section" resp="Stephanus" n="275d"/> ποιηταί, δέομαι ἀρχόμενος τῆς διηγήσεως μούσας τε καὶ Μνημοσύνην ἐπικαλεῖσθαι. ἤρξατο δʼ οὖν ἐνθένδε ποθὲν ὁ Εὐθύδημος, ὡς ἐγᾦμαι· <said who="#Εὐθύδημος" direct="false">ὦ Κλεινία, πότεροί εἰσι τῶν ἀνθρώπων οἱ μανθάνοντες, οἱ σοφοὶ ἢ οἱ ἀμαθεῖς;</said>

<milestone unit="para" ed="P"/> καὶ τὸ μειράκιον, ἅτε μεγάλου ὄντος τοῦ ἐρωτήματος, ἠρυθρίασέν τε καὶ ἀπορήσας ἐνέβλεψεν εἰς ἐμέ· καὶ ἐγὼ γνοὺς αὐτὸν τεθορυβημένον, θάρρει, ἦν δʼ ἐγώ, ὦ Κλεινία, <milestone unit="section" resp="Stephanus" n="275e"/> καὶ ἀπόκριναι ἀνδρείως, ὁπότερά σοι φαίνεται· ἴσως γάρ τοι ὠφελεῖ τὴν μεγίστην ὠφελίαν.

<milestone unit="para" ed="P"/> καὶ ἐν τούτῳ ὁ Διονυσόδωρος προσκύψας μοι μικρὸν πρὸς τὸ οὖς, πάνυ μειδιάσας τῷ προσώπῳ, <said who="#Διονυσόδωρος" direct="false">καὶ μήν,</said> ἔφη, <said who="#Διονυσόδωρος" direct="false">σοί, ὦ Σώκρατες, προλέγω ὅτι ὁπότερʼ ἂν ἀποκρίνηται τὸ μειράκιον, ἐξελεγχθήσεται.</said></said></p></div></div></body></text></TEI>