<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="218"><p><said who="#Σωκράτης" rend="merge">
					οὐ γὰρ ἔτι ἐστὶν 
	
					<milestone n="218" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="218a"/> οὔτε κακὸν οὔτε ἀγαθόν, ἀλλὰ κακόν· φίλον δὲ ἀγαθῷ κακὸν οὐκ ἦν.—<said who="#Μενέξενος" direct="false">οὐ γὰρ οὖν.</said>—διὰ ταῦτα δὴ φαῖμεν ἂν καὶ τοὺς ἤδη σοφοὺς μηκέτι φιλοσοφεῖν, εἴτε θεοὶ εἴτε ἄνθρωποί εἰσιν οὗτοι· οὐδʼ αὖ ἐκείνους φιλοσοφεῖν τοὺς οὕτως ἄγνοιαν ἔχοντας ὥστε κακοὺς εἶναι· κακὸν γὰρ καὶ ἀμαθῆ οὐδένα φιλοσοφεῖν. λείπονται δὴ οἱ ἔχοντες μὲν τὸ κακὸν τοῦτο, τὴν ἄγνοιαν, μήπω δὲ ὑπʼ αὐτοῦ ὄντες ἀγνώμονες μηδὲ <milestone unit="section" resp="Stephanus" n="218b"/> ἀμαθεῖς, ἀλλʼ ἔτι ἡγούμενοι μὴ εἰδέναι ἃ μὴ ἴσασιν. διὸ δὴ καὶ φιλοσοφοῦσιν οἱ οὔτε ἀγαθοὶ οὔτε κακοί πω ὄντες, ὅσοι δὲ κακοὶ οὐ φιλοσοφοῦσιν, οὐδὲ οἱ ἀγαθοί· οὔτε γὰρ τὸ ἐναντίον τοῦ ἐναντίου οὔτε τὸ ὅμοιον τοῦ ὁμοίου φίλον ἡμῖν ἐφάνη ἐν τοῖς ἔμπροσθεν λόγοις. ἢ οὐ μέμνησθε;—<said who="#Μενέξενος #Λύσις" direct="false">πάνυ γε,</said> ἐφάτην.—νῦν ἄρα, ἦν δʼ ἐγώ, ὦ Λύσι τε καὶ Μενέξενε, παντὸς μᾶλλον ἐξηυρήκαμεν ὃ ἔστιν τὸ φίλον καὶ οὔ. φαμὲν γὰρ αὐτό, καὶ κατὰ τὴν ψυχὴν καὶ κατὰ τὸ <milestone unit="section" resp="Stephanus" n="218c"/> σῶμα καὶ πανταχοῦ, τὸ μήτε κακὸν μήτε ἀγαθὸν διὰ κακοῦ παρουσίαν τοῦ ἀγαθοῦ φίλον εἶναι.—παντάπασιν ἐφάτην τε καὶ συνεχωρείτην οὕτω τοῦτʼ ἔχειν.

<milestone unit="para" ed="P"/>καὶ δὴ καὶ αὐτὸς ἐγὼ πάνυ ἔχαιρον, ὥσπερ θηρευτής τις, ἔχων ἀγαπητῶς ὃ ἐθηρευόμην. κἄπειτʼ οὐκ οἶδʼ ὁπόθεν μοι ἀτοπωτάτη τις ὑποψία εἰσῆλθεν ὡς οὐκ ἀληθῆ εἴη τὰ ὡμολογημένα ἡμῖν, καὶ εὐθὺς ἀχθεσθεὶς εἶπον· βαβαῖ, ὦ Λύσι τε καὶ Μενέξενε, κινδυνεύομεν ὄναρ πεπλουτηκέναι. <milestone unit="section" resp="Stephanus" n="218d"/> 

<milestone unit="para" ed="P"/><said who="#Μενέξενος" direct="false">τί μάλιστα;</said> ἔφη ὁ Μενέξενος.

<milestone unit="para" ed="P"/>φοβοῦμαι, ἦν δʼ ἐγώ, μὴ ὥσπερ ἀνθρώποις ἀλαζόσιν λόγοις τισὶν τοιούτοις <del>ψευδέσιν</del> ἐντετυχήκαμεν περὶ τοῦ φίλου.

<milestone unit="para" ed="P"/><said who="#Μενέξενος" direct="false">πῶς δή;</said> ἔφη.

						<milestone unit="para" ed="P"/>ὧδε, ἦν δʼ ἐγώ, σκοπῶμεν· φίλος ὃς ἂν εἴη, πότερόν ἐστίν τῳ φίλος ἢ οὔ;—<said who="#Μενέξενος" direct="false">ἀνάγκη,</said> ἔφη.—πότερον οὖν οὐδενὸς ἕνεκα καὶ διʼ οὐδέν, ἢ ἕνεκά του καὶ διά τι;—<said who="#Μενέξενος" direct="false">ἕνεκά του καὶ διά τι.</said>—πότερον φίλου ὄντος ἐκείνου τοῦ πράγματος, οὗ ἕνεκα φίλος ὁ φίλος τῷ φίλῳ, ἢ οὔτε φίλου οὔτε ἐχθροῦ;—<milestone unit="section" resp="Stephanus" n="218e"/> <said who="#Μενέξενος" direct="false">οὐ πάνυ,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">ἕπομαι.</said>—εἰκότως γε, ἦν δʼ ἐγώ· ἀλλʼ ὧδε ἴσως ἀκολουθήσεις, οἶμαι δὲ καὶ ἐγὼ μᾶλλον εἴσομαι ὅτι λέγω. ὁ κάμνων, νυνδὴ ἔφαμεν, τοῦ ἰατροῦ φίλος· οὐχ οὕτως;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—οὐκοῦν διὰ νόσον ἕνεκα ὑγιείας τοῦ ἰατροῦ φίλος;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—ἡ δέ γε νόσος κακόν;—<said who="#Μενέξενος" direct="false">πῶς δʼ οὔ;</said>—τί δὲ ὑγίεια; ἦν δʼ ἐγώ· ἀγαθὸν ἢ κακὸν ἢ οὐδέτερα;—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="219"><p><said who="#Σωκράτης" rend="merge"><said who="#Μενέξενος" direct="false">ἀγαθόν,</said><milestone n="219" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="219a"/> ἔφη.—ἐλέγομεν δʼ ἄρα, ὡς ἔοικεν, ὅτι τὸ σῶμα, οὔτε ἀγαθὸν οὔτε κακὸν <add>ὄν</add>, διὰ τὴν νόσον, τοῦτο δὲ διὰ τὸ κακόν, τῆς ἰατρικῆς φίλον ἐστίν, ἀγαθὸν δὲ ἰατρική· ἕνεκα δὲ τῆς ὑγιείας τὴν φιλίαν ἡ ἰατρικὴ ἀνῄρηται, ἡ δὲ ὑγίεια ἀγαθόν. ἦ γάρ;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—φίλον δὲ ἢ οὐ φίλον ἡ ὑγίεια;—<said who="#Μενέξενος" direct="false">φίλον.</said>—ἡ δὲ νόσος ἐχθρόν.—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—τὸ οὔτε κακὸν οὔτε <milestone unit="section" resp="Stephanus" n="219b"/> ἀγαθὸν ἄρα διὰ τὸ κακὸν καὶ τὸ ἐχθρὸν τοῦ ἀγαθοῦ φίλον ἐστὶν ἕνεκα τοῦ ἀγαθοῦ καὶ φίλου.—<said who="#Μενέξενος" direct="false">φαίνεται.</said>—ἕνεκα ἄρα τοῦ φίλου <add>τοῦ φίλου</add> τὸ φίλον φίλον διὰ τὸ ἐχθρόν.—<said who="#Μενέξενος" direct="false">ἔοικεν.</said>

	<milestone unit="para" ed="P"/>εἶεν, ἦν δʼ ἐγώ. ἐπειδὴ ἐνταῦθα ἥκομεν, ὦ παῖδες, πρόσσχωμεν τὸν νοῦν μὴ ἐξαπατηθῶμεν. ὅτι μὲν γὰρ φίλον τοῦ φίλου τὸ φίλον γέγονεν, ἐῶ χαίρειν, καὶ τοῦ ὁμοίου γε τὸ ὅμοιον φίλον γίγνεται, ὅ φαμεν ἀδύνατον εἶναι· ἀλλʼ ὅμως τόδε σκεψώμεθα, μὴ ἡμᾶς ἐξαπατήσῃ τὸ νῦν λεγόμενον. <milestone unit="section" resp="Stephanus" n="219c"/> ἡ ἰατρική, φαμέν, ἕνεκα τῆς ὑγιείας φίλον.—<said who="#Μενέξενος" direct="false">ναί.</said>—οὐκοῦν καὶ ἡ ὑγίεια φίλον;—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—εἰ ἄρα φίλον, ἕνεκά του.—<said who="#Μενέξενος" direct="false">ναί.</said>—φίλου γέ τινος δή, εἴπερ ἀκολουθήσει τῇ πρόσθεν ὁμολογίᾳ.—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—οὐκοῦν καὶ ἐκεῖνο φίλον αὖ ἔσται ἕνεκα φίλου;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—ἆρʼ οὖν οὐκ ἀνάγκη ἀπειπεῖν ἡμᾶς οὕτως ἰόντας ἢ ἀφικέσθαι ἐπί τινα ἀρχήν, ἣ οὐκέτʼ ἐπανοίσει ἐπʼ ἄλλο φίλον, ἀλλʼ ἥξει ἐπʼ ἐκεῖνο ὅ ἐστιν <milestone unit="section" resp="Stephanus" n="219d"/> πρῶτον φίλον, οὗ ἕνεκα καὶ τὰ ἄλλα φαμὲν πάντα φίλα εἶναι;—<said who="#Μενέξενος" direct="false">ἀνάγκη.</said>—τοῦτο δή ἐστιν ὃ λέγω, μὴ ἡμᾶς τἆλλα πάντα ἃ εἴπομεν ἐκείνου ἕνεκα φίλα εἶναι, ὥσπερ εἴδωλα ἄττα ὄντα αὐτοῦ, ἐξαπατᾷ, ᾖ δʼ ἐκεῖνο τὸ πρῶτον, ὃ ὡς ἀληθῶς ἐστι φίλον. ἐννοήσωμεν γὰρ οὑτωσί· ὅταν τίς τι περὶ πολλοῦ ποιῆται, οἷόνπερ ἐνίοτε πατὴρ ὑὸν ἀντὶ πάντων τῶν ἄλλων χρημάτων προτιμᾷ, ὁ δὴ τοιοῦτος ἕνεκα τοῦ τὸν <milestone unit="section" resp="Stephanus" n="219e"/> ὑὸν περὶ παντὸς ἡγεῖσθαι ἆρα καὶ ἄλλο τι ἂν περὶ πολλοῦ ποιοῖτο; οἷον εἰ αἰσθάνοιτο αὐτὸν κώνειον πεπωκότα, ἆρα περὶ πολλοῦ ποιοῖτʼ ἂν οἶνον, εἴπερ τοῦτο ἡγοῖτο τὸν ὑὸν σώσειν;—<said who="#Μενέξενος" direct="false">τί μήν;</said> ἔφη.—οὐκοῦν καὶ τὸ ἀγγεῖον, ἐν ᾧ ὁ οἶνος ἐνείη;—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—ἆρʼ οὖν τότε οὐδὲν περὶ πλείονος ποιεῖται, κύλικα κεραμέαν ἢ τὸν ὑὸν τὸν αὑτοῦ, οὐδὲ τρεῖς κοτύλας οἴνου ἢ τὸν ὑόν;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="220"><p><said who="#Σωκράτης" rend="merge">ἢ ὧδέ πως ἔχει· πᾶσα ἡ τοιαύτη σπουδὴ οὐκ ἐπὶ τούτοις ἐστὶν ἐσπουδασμένη, ἐπὶ τοῖς ἕνεκά του παρασκευαζομένοις, ἀλλʼ ἐπʼ ἐκείνῳ οὗ ἕνεκα πάντα τὰ 
	
						<milestone n="220" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="220a"/> τοιαῦτα παρασκευάζεται. οὐχ ὅτι πολλάκις λέγομεν ὡς περὶ πολλοῦ ποιούμεθα χρυσίον καὶ ἀργύριον· ἀλλὰ μὴ οὐδέν τι μᾶλλον οὕτω τό γε ἀληθὲς ἔχῃ, ἀλλʼ ἐκεῖνό ἐστιν ὃ περὶ παντὸς ποιούμεθα, ὃ ἂν φανῇ ὄν, ὅτου ἕνεκα καὶ χρυσίον καὶ πάντα τὰ παρασκευαζόμενα παρασκευάζεται. ἆρʼ οὕτως φήσομεν;—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—οὐκοῦν καὶ περὶ τοῦ φίλου ὁ αὐτὸς λόγος; ὅσα γάρ φαμεν φίλα εἶναι ἡμῖν ἕνεκα φίλου <milestone unit="section" resp="Stephanus" n="220b"/> τινὸς ἑτέρου, ῥήματι φαινόμεθα λέγοντες αὐτό· φίλον δὲ τῷ ὄντι κινδυνεύει ἐκεῖνο αὐτὸ εἶναι, εἰς ὃ πᾶσαι αὗται αἱ λεγόμεναι φιλίαι τελευτῶσιν.—<said who="#Μενέξενος" direct="false">κινδυνεύει οὕτως,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">ἔχειν.</said>—οὐκοῦν τό γε τῷ ὄντι φίλον οὐ φίλου τινὸς ἕνεκα φίλον ἐστίν;—<said who="#Μενέξενος" direct="false">ἀληθῆ.</said>

						<milestone unit="para" ed="P"/>τοῦτο μὲν δὴ ἀπήλλακται, μὴ φίλου τινὸς ἕνεκα τὸ φίλον φίλον εἶναι· ἀλλʼ ἆρα τὸ ἀγαθόν ἐστιν φίλον;—<said who="#Μενέξενος" direct="false">ἔμοιγε δοκεῖ.</said>—ἆρʼ οὖν διὰ τὸ κακὸν τὸ ἀγαθὸν φιλεῖται, <milestone unit="section" resp="Stephanus" n="220c"/> καὶ ἔχει ὧδε· εἰ τριῶν ὄντων ὧν νυνδὴ ἐλέγομεν, ἀγαθοῦ καὶ κακοῦ καὶ μήτε ἀγαθοῦ μήτε κακοῦ, τὰ δύο λειφθείη, τὸ δὲ κακὸν ἐκποδὼν ἀπέλθοι καὶ μηδενὸς ἐφάπτοιτο μήτε σώματος μήτε ψυχῆς μήτε τῶν ἄλλων, ἃ δή φαμεν αὐτὰ καθʼ αὑτὰ οὔτε κακὰ εἶναι οὔτε ἀγαθά, ἆρα τότε οὐδὲν ἂν ἡμῖν χρήσιμον εἴη τὸ ἀγαθόν, ἀλλʼ ἄχρηστον ἂν γεγονὸς εἴη; εἰ γὰρ μηδὲν ἡμᾶς ἔτι βλάπτοι, οὐδὲν ἂν οὐδεμιᾶς <milestone unit="section" resp="Stephanus" n="220d"/> ὠφελίας δεοίμεθα, καὶ οὕτω δὴ ἂν τότε γένοιτο κατάδηλον ὅτι διὰ τὸ κακὸν τἀγαθὸν ἠγαπῶμεν καὶ ἐφιλοῦμεν, ὡς φάρμακον ὂν τοῦ κακοῦ τὸ ἀγαθόν, τὸ δὲ κακὸν νόσημα· νοσήματος δὲ μὴ ὄντος οὐδὲν δεῖ φαρμάκου. ἆρʼ οὕτω πέφυκέ τε καὶ φιλεῖται τἀγαθὸν διὰ τὸ κακὸν ὑφʼ ἡμῶν, τῶν μεταξὺ ὄντων τοῦ κακοῦ τε καὶ τἀγαθοῦ, αὐτὸ δʼ ἑαυτοῦ ἕνεκα οὐδεμίαν χρείαν ἔχει;—<said who="#Μενέξενος" direct="false">ἔοικεν,</said> ἦ δʼ ὅς, <said who="#Μενέξενος" direct="false">οὕτως ἔχειν.</said>—τὸ ἄρα φίλον ἡμῖν ἐκεῖνο, εἰς ὃ ἐτελεύτα πάντα τὰ ἄλλα <milestone unit="section" resp="Stephanus" n="220e"/> —ἕνεκα ἑτέρου φίλου φίλα ἔφαμεν εἶναι ἐκεῖνα—οὐδὲν <del>δὲ</del> τούτοις ἔοικεν. ταῦτα μὲν γὰρ φίλου ἕνεκα φίλα κέκληται, τὸ δὲ τῷ ὄντι φίλον πᾶν τοὐναντίον τούτου φαίνεται πεφυκός· φίλον γὰρ ἡμῖν ἀνεφάνη ὂν ἐχθροῦ ἕνεκα, εἰ δὲ τὸ ἐχθρὸν ἀπέλθοι, οὐκέτι, ὡς ἔοικʼ, ἔσθʼ ἡμῖν φίλον.—<said who="#Μενέξενος" direct="false">οὔ μοι δοκεῖ,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">ὥς γε νῦν λέγεται.</said>—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="221"><p><said who="#Σωκράτης" rend="merge">
						πότερον, ἦν δʼ ἐγώ, πρὸς Διός, ἐὰν τὸ κακὸν ἀπόληται, οὐδὲ πεινῆν ἔτι ἔσται οὐδὲ 
	
						<milestone n="221" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="221a"/> διψῆν οὐδὲ ἄλλο οὐδὲν τῶν τοιούτων; ἢ πείνη μὲν ἔσται, ἐάνπερ ἄνθρωποί τε καὶ τἆλλα ζῷα ᾖ, οὐ μέντοι βλαβερά γε; καὶ δίψα δὴ καὶ αἱ ἄλλαι ἐπιθυμίαι, ἀλλʼ οὐ κακαί, ἅτε τοῦ κακοῦ ἀπολωλότος; ἢ γελοῖον τὸ ἐρώτημα, ὅτι ποτʼ ἔσται τότε ἢ μὴ ἔσται; τίς γὰρ οἶδεν; ἀλλʼ οὖν τόδε γʼ ἴσμεν, ὅτι καὶ νῦν ἔστιν πεινῶντα βλάπτεσθαι, ἔστιν δὲ καὶ ὠφελεῖσθαι. ἦ γάρ;—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—οὐκοῦν καὶ διψῶντα καὶ <milestone unit="section" resp="Stephanus" n="221b"/> τῶν ἄλλων τῶν τοιούτων πάντων ἐπιθυμοῦντα ἔστιν ἐνίοτε μὲν ὠφελίμως ἐπιθυμεῖν, ἐνίοτε δὲ βλαβερῶς, ἐνίοτε δὲ μηδέτερα;—<said who="#Μενέξενος" direct="false">σφόδρα γε.</said>—οὐκοῦν ἐὰν ἀπολλύηται τὰ κακά, ἅ γε μὴ τυγχάνει ὄντα κακά, τί προσήκει τοῖς κακοῖς συναπόλλυσθαι;—<said who="#Μενέξενος" direct="false">οὐδέν.</said>—ἔσονται ἄρα αἱ μήτε ἀγαθαὶ μήτε κακαὶ ἐπιθυμίαι καὶ ἐὰν ἀπόληται τὰ κακά.—<said who="#Μενέξενος" direct="false">φαίνεται.</said>—οἷόν τε οὖν ἐστιν ἐπιθυμοῦντα καὶ ἐρῶντα τούτου οὗ ἐπιθυμεῖ καὶ ἐρᾷ μὴ φιλεῖν;—<said who="#Μενέξενος" direct="false">οὐκ ἔμοιγε δοκεῖ.</said>—ἔσται ἄρα <milestone unit="section" resp="Stephanus" n="221c"/> καὶ τῶν κακῶν ἀπολομένων, ὡς ἔοικεν, φίλʼ ἄττα.—<said who="#Μενέξενος" direct="false">ναί.</said>—οὐκ ἄν, εἴ γε τὸ κακὸν αἴτιον ἦν τοῦ φίλον τι εἶναι, οὐκ ἂν ἦν τούτου ἀπολομένου φίλον ἕτερον ἑτέρῳ. αἰτίας γὰρ ἀπολομένης ἀδύνατόν που ἦν ἔτʼ ἐκεῖνο εἶναι, οὗ ἦν αὕτη ἡ αἰτία.—<said who="#Μενέξενος" direct="false">ὀρθῶς λέγεις.</said>—οὐκοῦν ὡμολόγηται ἡμῖν τὸ φίλον φιλεῖν τι καὶ διά τι· καὶ ᾠήθημεν τότε γε διὰ τὸ κακὸν τὸ μήτε ἀγαθὸν μήτε κακὸν τὸ ἀγαθὸν φιλεῖν;—<said who="#Μενέξενος" direct="false">ἀληθῆ.</said>—<milestone unit="section" resp="Stephanus" n="221d"/> νῦν δέ γε, ὡς ἔοικε, φαίνεται ἄλλη τις αἰτία τοῦ φιλεῖν τε καὶ φιλεῖσθαι.—<said who="#Μενέξενος" direct="false">ἔοικεν.</said>—ἆρʼ οὖν τῷ ὄντι, ὥσπερ ἄρτι ἐλέγομεν, ἡ ἐπιθυμία τῆς φιλίας αἰτία, καὶ τὸ ἐπιθυμοῦν φίλον ἐστὶν τούτῳ οὗ ἐπιθυμεῖ καὶ τότε ὅταν ἐπιθυμῇ, ὃ δὲ τὸ πρότερον ἐλέγομεν φίλον εἶναι, ὕθλος τις ἦν, ὥσπερ ποίημα μακρὸν συγκείμενον;—<said who="#Μενέξενος" direct="false">κινδυνεύει,</said> ἔφη.—ἀλλὰ μέντοι, ἦν δʼ ἐγώ, τό γε ἐπιθυμοῦν, οὗ ἂν ἐνδεὲς ᾖ, τούτου <milestone unit="section" resp="Stephanus" n="221e"/> ἐπιθυμεῖ. ἦ γάρ;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—τὸ δʼ ἐνδεὲς ἄρα φίλον ἐκείνου οὗ ἂν ἐνδεὲς ᾖ;—<said who="#Μενέξενος" direct="false">δοκεῖ μοι.</said>—ἐνδεὲς δὲ γίγνεται οὗ ἄν τι ἀφαιρῆται.—<said who="#Μενέξενος" direct="false">πῶς δʼ οὔ;</said>—τοῦ οἰκείου δή, ὡς ἔοικεν, ὅ τε ἔρως καὶ ἡ φιλία καὶ ἡ ἐπιθυμία τυγχάνει οὖσα, ὡς φαίνεται, ὦ Μενέξενέ τε καὶ Λύσι.—συνεφάτην.—ὑμεῖς ἄρα εἰ φίλοι ἐστὸν ἀλλήλοις, φύσει πῃ οἰκεῖοί ἐσθʼ ὑμῖν αὐτοῖς.—<said who="#Μενέξενος #Λύσις" direct="false">κομιδῇ,</said> ἐφάτην.—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="222"><p><said who="#Σωκράτης" rend="merge">
						καὶ εἰ ἄρα τις ἕτερος ἑτέρου ἐπιθυμεῖ, ἦν δʼ ἐγώ, 
		
						<milestone n="222" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="222a"/> ὦ παῖδες, ἢ ἐρᾷ, οὐκ ἄν ποτε ἐπεθύμει οὐδὲ ἤρα οὐδὲ ἐφίλει, εἰ μὴ οἰκεῖός πῃ τῷ ἐρωμένῳ ἐτύγχανεν ὢν ἢ κατὰ τὴν ψυχὴν ἢ κατά τι τῆς ψυχῆς ἦθος ἢ τρόπους ἢ εἶδος.—<said who="#Μενέξενος" direct="false">πάνυ γε,</said> ἔφη ὁ Μενέξενος· ὁ δὲ Λύσις ἐσίγησεν.—εἶεν, ἦν δʼ ἐγώ. τὸ μὲν δὴ φύσει οἰκεῖον ἀναγκαῖον ἡμῖν πέφανται φιλεῖν.—<said who="#Μενέξενος" direct="false">ἔοικεν,</said> ἔφη.—ἀναγκαῖον ἄρα τῷ γνησίῳ ἐραστῇ καὶ μὴ προσποιήτῳ φιλεῖσθαι ὑπὸ τῶν παιδικῶν.— <milestone unit="section" resp="Stephanus" n="222b"/> ὁ μὲν οὖν Λύσις καὶ ὁ Μενέξενος μόγις πως ἐπενευσάτην, ὁ δὲ Ἱπποθάλης ὑπὸ τῆς ἡδονῆς παντοδαπὰ ἠφίει χρώματα.

						<milestone unit="para" ed="P"/>καὶ ἐγὼ εἶπον, βουλόμενος τὸν λόγον ἐπισκέψασθαι, εἰ μέν τι τὸ οἰκεῖον τοῦ ὁμοίου διαφέρει, λέγοιμεν ἄν τι, ὡς ἐμοὶ δοκεῖ, ὦ Λύσι τε καὶ Μενέξενε, περὶ φίλου, ὃ ἔστιν· εἰ δὲ ταὐτὸν τυγχάνει ὂν ὅμοιόν τε καὶ οἰκεῖον, οὐ ῥᾴδιον ἀποβαλεῖν τὸν πρόσθεν λόγον, ὡς οὐ τὸ ὅμοιον τῷ ὁμοίῳ κατὰ τὴν ὁμοιότητα ἄχρηστον· τὸ δὲ ἄχρηστον φίλον <milestone unit="section" resp="Stephanus" n="222c"/> ὁμολογεῖν πλημμελές. βούλεσθʼ οὖν, ἦν δʼ ἐγώ, ἐπειδὴ ὥσπερ μεθύομεν ὑπὸ τοῦ λόγου, συγχωρήσωμεν καὶ φῶμεν ἕτερόν τι εἶναι τὸ οἰκεῖον τοῦ ὁμοίου;—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—πότερον οὖν καὶ τἀγαθὸν οἰκεῖον θήσομεν παντί, τὸ δὲ κακὸν ἀλλότριον εἶναι; ἢ τὸ μὲν κακὸν τῷ κακῷ οἰκεῖον, τῷ δὲ ἀγαθῷ τὸ ἀγαθόν, τῷ δὲ μήτε ἀγαθῷ μήτε κακῷ τὸ μήτε ἀγαθὸν μήτε κακόν;—οὕτως ἐφάτην δοκεῖν σφίσιν ἕκαστον ἑκάστῳ <milestone unit="section" resp="Stephanus" n="222d"/> οἰκεῖον εἶναι.—πάλιν ἄρα, ἦν δʼ ἐγώ, ὦ παῖδες, οὓς τὸ πρῶτον λόγους ἀπεβαλόμεθα περὶ φιλίας, εἰς τούτους εἰσπεπτώκαμεν· ὁ γὰρ ἄδικος τῷ ἀδίκῳ καὶ ὁ κακὸς τῷ κακῷ οὐδὲν ἧττον φίλος ἔσται ἢ ὁ ἀγαθὸς τῷ ἀγαθῷ.—<said who="#Μενέξενος" direct="false">ἔοικεν,</said> ἔφη.—τί δέ; τὸ ἀγαθὸν καὶ τὸ οἰκεῖον ἂν ταὐτὸν φῶμεν εἶναι, ἄλλο τι ἢ ὁ ἀγαθὸς τῷ ἀγαθῷ μόνον φίλος;—<said who="#Μενέξενος" direct="false">πάνυ γε.</said>—ἀλλὰ μὴν καὶ τοῦτό γε ᾠόμεθα ἐξελέγξαι ἡμᾶς αὐτούς· ἢ οὐ μέμνησθε;—<said who="#Μενέξενος #Λύσις" direct="false">μεμνήμεθα.</said><milestone unit="section" resp="Stephanus" n="222e"/> 

<milestone unit="para" ed="P"/>τί οὖν ἂν ἔτι χρησαίμεθα τῷ λόγῳ; ἢ δῆλον ὅτι οὐδέν; δέομαι οὖν, ὥσπερ οἱ σοφοὶ ἐν τοῖς δικαστηρίοις, τὰ εἰρημένα ἅπαντα ἀναπεμπάσασθαι. εἰ γὰρ μήτε οἱ φιλούμενοι μήτε οἱ φιλοῦντες μήτε οἱ ὅμοιοι μήτε οἱ ἀνόμοιοι μήτε οἱ ἀγαθοὶ μήτε οἱ οἰκεῖοι μήτε τὰ ἄλλα ὅσα διεληλύθαμεν—οὐ γὰρ ἔγωγε ἔτι μέμνημαι ὑπὸ τοῦ πλήθους—ἀλλʼ εἰ μηδὲν τούτων φίλον ἐστίν, ἐγὼ μὲν οὐκέτι ἔχω τί λέγω.</said></p></div></div></body></text></TEI>