πῶς λέγεις; ἦν δʼ ἐγώ. βουλόμενοί σε μακάριον εἶναι διακωλύουσι τοῦτο ποιεῖν ὃ ἂν βούλῃ; ὧδε δέ μοι λέγε. ἢν ἐπιθυμήσῃς ἐπί τινος τῶν τοῦ πατρὸς ἁρμάτων ὀχεῖσθαι λαβὼν τὰς ἡνίας, ὅταν ἁμιλλᾶται, οὐκ ἂν ἐῷέν σε ἀλλὰ διακωλύοιεν;— μὰ Δίʼ οὐ μέντοι ἄν, ἔφη, ἐῷεν. —ἀλλὰ τίνα μήν;— ἔστιν τις ἡνίοχος παρὰ τοῦ πατρὸς μισθὸν φέρων. —πῶς λέγεις; μισθωτῷ μᾶλλον ἐπιτρέπουσιν ἢ σοὶ ποιεῖν ὅτι ἂν βούληται περὶ τοὺς ἵππους, καὶ προσέτι αὐτοῦ τούτου ἀργύριον τελοῦσιν;— ἀλλὰ τί μήν; ἔφη.—ἀλλὰ τοῦ ὀρικοῦ ζεύγους οἶμαι ἐπιτρέπουσίν σοι ἄρχειν, κἂν εἰ βούλοιο λαβὼν τὴν μάστιγα τύπτειν, ἐῷεν ἄν.— πόθεν, ἦ δʼ ὅς, ἐῷεν; —τί δέ; ἦν δʼ ἐγώ· οὐδενὶ ἔξεστιν αὐτοὺς τύπτειν;— καὶ μάλα, ἔφη, τῷ ὀρεοκόμῳ. —δούλῳ ὄντι ἢ ἐλευθέρῳ;— δούλῳ, ἔφη.—καὶ δοῦλον, ὡς ἔοικεν, ἡγοῦνται περὶ πλείονος ἢ σὲ τὸν ὑόν, καὶ ἐπιτρέπουσι τὰ ἑαυτῶν μᾶλλον ἢ σοί, καὶ ἐῶσιν ποιεῖν ὅτι βούλεται, σὲ δὲ διακωλύουσι; καί μοι ἔτι τόδε εἰπέ. σὲ αὐτὸν ἐῶσιν ἄρχειν σεαυτοῦ, ἢ οὐδὲ τοῦτο ἐπιτρέπουσί σοι;— πῶς γάρ, ἔφη, ἐπιτρέπουσιν; —ἀλλʼ ἄρχει τίς σου;— ὅδε, παιδαγωγός, ἔφη.—μῶν δοῦλος ὤν;— ἀλλὰ τί μήν; ἡμέτερός γε, ἔφη.—ἦ δεινόν, ἦν δʼ ἐγώ, ἐλεύθερον ὄντα ὑπὸ δούλου ἄρχεσθαι. τί δὲ ποιῶν αὖ οὗτος ὁ παιδαγωγός σου ἄρχει;— ἄγων δήπου, ἔφη, εἰς διδασκάλου. —μῶν μὴ καὶ οὗτοί σου ἄρχουσιν, οἱ διδάσκαλοι;— πάντως δήπου. —παμπόλλους ἄρα σοι δεσπότας καὶ ἄρχοντας ἑκὼν ὁ πατὴρ ἐφίστησιν. ἀλλʼ ἆρα ἐπειδὰν οἴκαδε ἔλθῃς παρὰ τὴν μητέρα, ἐκείνη σε ἐᾷ ποιεῖν ὅτι ἂν βούλῃ, ἵνʼ αὐτῇ μακάριος ᾖς, ἢ περὶ τὰ ἔρια ἢ περὶ τὸν ἱστόν, ὅταν ὑφαίνῃ; οὔ τι γάρ που διακωλύει σε ἢ τῆς σπάθης ἢ τῆς κερκίδος ἢ ἄλλου του τῶν περὶ ταλασιουργίαν ὀργάνων ἅπτεσθαι.—καὶ ὃς γελάσας, μὰ Δία, ἔφη, ὦ Σώκρατες, οὐ μόνον γε διακωλύει, ἀλλὰ καὶ τυπτοίμην ἂν εἰ ἁπτοίμην. —Ἡράκλεις, ἦν δʼ ἐγώ, μῶν μή τι ἠδίκηκας τὸν πατέρα ἢ τὴν μητέρα;— μὰ Δίʼ οὐκ ἔγωγε, ἔφη.