<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="208"><p><said who="#Σωκράτης" rend="merge">πῶς λέγεις; ἦν δʼ ἐγώ. βουλόμενοί σε μακάριον 
	
	<milestone n="208" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="208a"/> εἶναι διακωλύουσι τοῦτο ποιεῖν ὃ ἂν βούλῃ; ὧδε δέ μοι λέγε. ἢν ἐπιθυμήσῃς ἐπί τινος τῶν τοῦ πατρὸς ἁρμάτων ὀχεῖσθαι λαβὼν τὰς ἡνίας, ὅταν ἁμιλλᾶται, οὐκ ἂν ἐῷέν σε ἀλλὰ διακωλύοιεν;—<said who="#Λύσις" direct="false">μὰ Δίʼ οὐ μέντοι ἄν,</said> ἔφη, <said who="#Λύσις" direct="false">ἐῷεν.</said>—ἀλλὰ τίνα μήν;—<said who="#Λύσις" direct="false">ἔστιν τις ἡνίοχος παρὰ τοῦ πατρὸς μισθὸν φέρων.</said>—πῶς λέγεις; μισθωτῷ μᾶλλον ἐπιτρέπουσιν ἢ σοὶ ποιεῖν ὅτι ἂν βούληται περὶ τοὺς ἵππους, καὶ προσέτι <milestone unit="section" resp="Stephanus" n="208b"/> αὐτοῦ τούτου ἀργύριον τελοῦσιν;—<said who="#Λύσις" direct="false">ἀλλὰ τί μήν;</said> ἔφη.—ἀλλὰ τοῦ ὀρικοῦ ζεύγους οἶμαι ἐπιτρέπουσίν σοι ἄρχειν, κἂν εἰ βούλοιο λαβὼν τὴν μάστιγα τύπτειν, ἐῷεν ἄν.—<said who="#Λύσις" direct="false">πόθεν,</said> ἦ δʼ ὅς, <said who="#Λύσις" direct="false">ἐῷεν;</said>—τί δέ; ἦν δʼ ἐγώ· οὐδενὶ ἔξεστιν αὐτοὺς τύπτειν;—<said who="#Λύσις" direct="false">καὶ μάλα,</said> ἔφη, <said who="#Λύσις" direct="false">τῷ ὀρεοκόμῳ.</said>—δούλῳ ὄντι ἢ ἐλευθέρῳ;—<said who="#Λύσις" direct="false">δούλῳ,</said> ἔφη.—καὶ δοῦλον, ὡς ἔοικεν, ἡγοῦνται περὶ πλείονος ἢ σὲ τὸν ὑόν, καὶ ἐπιτρέπουσι τὰ ἑαυτῶν μᾶλλον ἢ σοί, καὶ ἐῶσιν ποιεῖν ὅτι βούλεται, σὲ δὲ <milestone unit="section" resp="Stephanus" n="208c"/> διακωλύουσι; καί μοι ἔτι τόδε εἰπέ. σὲ αὐτὸν ἐῶσιν ἄρχειν σεαυτοῦ, ἢ οὐδὲ τοῦτο ἐπιτρέπουσί σοι;—<said who="#Λύσις" direct="false">πῶς γάρ,</said> ἔφη, <said who="#Λύσις" direct="false">ἐπιτρέπουσιν;</said>—ἀλλʼ ἄρχει τίς σου;—<said who="#Λύσις" direct="false">ὅδε, παιδαγωγός,</said> ἔφη.—μῶν δοῦλος ὤν;—<said who="#Λύσις" direct="false">ἀλλὰ τί μήν; ἡμέτερός γε,</said> ἔφη.—ἦ δεινόν, ἦν δʼ ἐγώ, ἐλεύθερον ὄντα ὑπὸ δούλου ἄρχεσθαι. τί δὲ ποιῶν αὖ οὗτος ὁ παιδαγωγός σου ἄρχει;—<said who="#Λύσις" direct="false">ἄγων δήπου,</said> ἔφη, <said who="#Λύσις" direct="false">εἰς διδασκάλου.</said>—μῶν μὴ καὶ οὗτοί σου ἄρχουσιν, οἱ <milestone unit="section" resp="Stephanus" n="208d"/> διδάσκαλοι;—<said who="#Λύσις" direct="false">πάντως δήπου.</said>—παμπόλλους ἄρα σοι δεσπότας καὶ ἄρχοντας ἑκὼν ὁ πατὴρ ἐφίστησιν. ἀλλʼ ἆρα ἐπειδὰν οἴκαδε ἔλθῃς παρὰ τὴν μητέρα, ἐκείνη σε ἐᾷ ποιεῖν ὅτι ἂν βούλῃ, ἵνʼ αὐτῇ μακάριος ᾖς, ἢ περὶ τὰ ἔρια ἢ περὶ τὸν ἱστόν, ὅταν ὑφαίνῃ; οὔ τι γάρ που διακωλύει σε ἢ τῆς σπάθης ἢ τῆς κερκίδος ἢ ἄλλου του τῶν περὶ ταλασιουργίαν ὀργάνων ἅπτεσθαι.—καὶ ὃς γελάσας, <said who="#Λύσις" direct="false">μὰ Δία,</said> ἔφη, <said who="#Λύσις" direct="false">ὦ <milestone unit="section" resp="Stephanus" n="208e"/> Σώκρατες, οὐ μόνον γε διακωλύει, ἀλλὰ καὶ τυπτοίμην ἂν εἰ ἁπτοίμην.</said>—Ἡράκλεις, ἦν δʼ ἐγώ, μῶν μή τι ἠδίκηκας τὸν πατέρα ἢ τὴν μητέρα;—<said who="#Λύσις" direct="false">μὰ Δίʼ οὐκ ἔγωγε,</said> ἔφη.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="209"><p><said who="#Σωκράτης" rend="merge"><milestone unit="para" ed="P"/>ἀλλʼ ἀντὶ τίνος μὴν οὕτω σε δεινῶς διακωλύουσιν εὐδαίμονα εἶναι καὶ ποιεῖν ὅτι ἂν βούλῃ, καὶ διʼ ἡμέρας ὅλης τρέφουσί σε ἀεί τῳ δουλεύοντα καὶ ἑνὶ λόγῳ ὀλίγου ὧν ἐπιθυμεῖς οὐδὲν ποιοῦντα; ὥστε σοι, ὡς ἔοικεν, οὔτε τῶν χρημάτων τοσούτων ὄντων οὐδὲν ὄφελος, ἀλλὰ πάντες 
		
	<milestone n="209" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="209a"/> αὐτῶν μᾶλλον ἄρχουσιν ἢ σύ, οὔτε τοῦ σώματος οὕτω γενναίου ὄντος, ἀλλὰ καὶ τοῦτο ἄλλος ποιμαίνει καὶ θεραπεύει· σὺ δὲ ἄρχεις οὐδενός, ὦ Λύσι, οὐδὲ ποιεῖς οὐδὲν ὧν ἐπιθυμεῖς.—<said who="#Λύσις" direct="false">οὐ γάρ πω, ἔφη, ἡλικίαν ἔχω, ὦ Σώκρατες.</said>—μὴ οὐ τοῦτό σε, ὦ παῖ Δημοκράτους, κωλύῃ, ἐπεὶ τό γε τοσόνδε, ὡς ἐγᾦμαι, καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ σοι ἐπιτρέπουσιν καὶ οὐκ ἀναμένουσιν ἕως ἂν ἡλικίαν ἔχῃς. ὅταν γὰρ βούλωνται αὑτοῖς τινα ἀναγνωσθῆναι ἢ γραφῆναι, σέ, ὡς ἐγᾦμαι, <milestone unit="section" resp="Stephanus" n="209b"/> πρῶτον τῶν ἐν τῇ οἰκίᾳ ἐπὶ τοῦτο τάττουσιν. ἦ γάρ;—<said who="#Λύσις" direct="false">πάνυ γʼ,</said> ἔφη.—οὐκοῦν ἔξεστί σοι ἐνταῦθʼ ὅτι ἂν βούλῃ πρῶτον τῶν γραμμάτων γράφειν καὶ ὅτι ἂν δεύτερον· καὶ ἀναγιγνώσκειν ὡσαύτως ἔξεστιν. καὶ ἐπειδάν, ὡς ἐγᾦμαι, τὴν λύραν λάβῃς, οὐ διακωλύουσί σε οὔτε ὁ πατὴρ οὔτε ἡ μήτηρ ἐπιτεῖναί τε καὶ ἀνεῖναι ἣν ἂν βούλῃ τῶν χορδῶν, καὶ ψῆλαι καὶ κρούειν τῷ πλήκτρῳ. ἢ διακωλύουσιν;—<said who="#Λύσις" direct="false">οὐ δῆτα.</said>—τί ποτʼ ἂν οὖν εἴη, ὦ Λύσι, τὸ αἴτιον ὅτι ἐνταῦθα <milestone unit="section" resp="Stephanus" n="209c"/> μὲν οὐ διακωλύουσιν, ἐν οἷς δὲ ἄρτι ἐλέγομεν κωλύουσι;—<said who="#Λύσις" direct="false">ὅτι οἶμαι,</said> ἔφη, <said who="#Λύσις" direct="false">ταῦτα μὲν ἐπίσταμαι, ἐκεῖνα δʼ οὔ.</said>—εἶεν, ἦν δʼ ἐγώ, ὦ ἄριστε· οὐκ ἄρα τὴν ἡλικίαν σου περιμένει ὁ πατὴρ ἐπιτρέπειν πάντα, ἀλλʼ ᾗ ἂν ἡμέρᾳ ἡγήσηταί σε βέλτιον αὑτοῦ φρονεῖν, ταύτῃ ἐπιτρέψει σοι καὶ αὑτὸν καὶ τὰ αὑτοῦ.—<said who="#Λύσις" direct="false">οἶμαι ἔγωγε,</said> ἔφη.—εἶεν, ἦν δʼ ἐγώ· τί δέ; τῷ γείτονι ἆρʼ οὐχ ὁ αὐτὸς ὅρος ὅσπερ τῷ πατρὶ περὶ σοῦ; <milestone unit="section" resp="Stephanus" n="209d"/> πότερον οἴει αὐτὸν ἐπιτρέψειν σοι τὴν αὑτοῦ οἰκίαν οἰκονομεῖν, ὅταν σε ἡγήσηται βέλτιον περὶ οἰκονομίας ἑαυτοῦ φρονεῖν, ἢ αὐτὸν ἐπιστατήσειν;—<said who="#Λύσις" direct="false">ἐμοὶ ἐπιτρέψειν οἶμαι.</said>—τί δʼ; Ἀθηναίους οἴει σοι οὐκ ἐπιτρέψειν τὰ αὑτῶν, ὅταν αἰσθάνωνται ὅτι ἱκανῶς φρονεῖς;—<said who="#Λύσις" direct="false">ἔγωγε.</said>—πρὸς Διός, ἦν δʼ ἐγώ, τί ἄρα ὁ μέγας βασιλεύς; πότερον τῷ πρεσβυτάτῳ ὑεῖ, οὗ ἡ τῆς Ἀσίας ἀρχὴ γίγνεται, μᾶλλον ἂν ἐπιτρέψειεν ἑψομένων κρεῶν <del>ἐμβάλλειν</del> ὅτι ἂν βούληται ἐμβαλεῖν <milestone unit="section" resp="Stephanus" n="209e"/> εἰς τὸν ζωμόν, ἢ ἡμῖν, εἰ ἀφικόμενοι παρʼ ἐκεῖνον ἐνδειξαίμεθα αὐτῷ ὅτι ἡμεῖς κάλλιον φρονοῦμεν ἢ ὁ ὑὸς αὐτοῦ περὶ ὄψου σκευασίας;—<said who="#Λύσις" direct="false">ἡμῖν δῆλον ὅτι,</said> ἔφη.—καὶ τὸν μέν γε οὐδʼ ἂν σμικρὸν ἐάσειεν ἐμβαλεῖν· ἡμᾶς δέ, κἂν εἰ βουλοίμεθα δραξάμενοι τῶν ἁλῶν, ἐῴη ἂν ἐμβαλεῖν.—<said who="#Λύσις" direct="false">πῶς γὰρ οὔ;</said>—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="210"><p><said who="#Σωκράτης" rend="merge">
τί δʼ εἰ τοὺς ὀφθαλμοὺς ὁ ὑὸς αὐτοῦ ἀσθενοῖ, ἆρα ἐῴη ἂν αὐτὸν ἅπτεσθαι τῶν ἑαυτοῦ 
			
	<milestone n="210" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="210a"/> ὀφθαλμῶν, μὴ ἰατρὸν ἡγούμενος, ἢ κωλύοι ἄν;&gt;—<said who="#Λύσις" direct="false">κωλύοι ἄν.</said>—ἡμᾶς δέ γε εἰ ὑπολαμβάνοι ἰατρικοὺς εἶναι, κἂν εἰ βουλοίμεθα διανοίγοντες τοὺς ὀφθαλμοὺς ἐμπάσαι τῆς τέφρας, οἶμαι οὐκ ἂν κωλύσειεν, ἡγούμενος ὀρθῶς φρονεῖν.—<said who="#Λύσις" direct="false">ἀληθῆ λέγεις.</said>—ἆρʼ οὖν καὶ τἆλλα πάντα ἡμῖν ἐπιτρέποι ἂν μᾶλλον ἢ ἑαυτῷ καὶ τῷ ὑεῖ, περὶ ὅσων ἂν δόξωμεν αὐτῷ σοφώτεροι ἐκείνων εἶναι;—<said who="#Λύσις" direct="false">ἀνάγκη,</said> ἔφη, <said who="#Λύσις" direct="false">ὦ Σώκρατες.</said>

	<milestone unit="para" ed="P"/>οὕτως ἄρα ἔχει, ἦν δʼ ἐγώ, ὦ φίλε Λύσι· εἰς μὲν ταῦτα, <milestone unit="section" resp="Stephanus" n="210b"/> ἃ ἂν φρόνιμοι γενώμεθα, ἅπαντες ἡμῖν ἐπιτρέψουσιν, Ἕλληνές τε καὶ βάρβαροι καὶ ἄνδρες καὶ γυναῖκες, ποιήσομέν τε ἐν τούτοις ὅτι ἂν βουλώμεθα, καὶ οὐδεὶς ἡμᾶς ἑκὼν εἶναι ἐμποδιεῖ, ἀλλʼ αὐτοί τε ἐλεύθεροι ἐσόμεθα ἐν αὐτοῖς καὶ ἄλλων ἄρχοντες, ἡμέτερά τε ταῦτα ἔσται—ὀνησόμεθα γὰρ ἀπʼ αὐτῶν—εἰς ἃ δʼ ἂν νοῦν μὴ κτησώμεθα, οὔτε τις ἡμῖν ἐπιτρέψει περὶ αὐτὰ ποιεῖν τὰ ἡμῖν δοκοῦντα, ἀλλʼ ἐμποδιοῦσι <milestone unit="section" resp="Stephanus" n="210c"/> πάντες καθʼ ὅτι ἂν δύνωνται, οὐ μόνον οἱ ἀλλότριοι, ἀλλὰ καὶ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ εἴ τι τούτων οἰκειότερόν ἐστιν, αὐτοί τε ἐν αὐτοῖς ἐσόμεθα ἄλλων ὑπήκοοι, καὶ ἡμῖν ἔσται ἀλλότρια· οὐδὲν γὰρ ἀπʼ αὐτῶν ὀνησόμεθα. συγχωρεῖς οὕτως ἔχειν;—<said who="#Λύσις" direct="false">συγχωρῶ.</said>—ἆρʼ οὖν τῳ φίλοι ἐσόμεθα καί τις ἡμᾶς φιλήσει ἐν τούτοις, ἐν οἷς ἂν ὦμεν ἀνωφελεῖς;—<said who="#Λύσις" direct="false">οὐ δῆτα,</said> ἔφη.—νῦν ἄρα οὐδὲ σὲ ὁ πατὴρ οὐδὲ ἄλλος ἄλλον οὐδένα φιλεῖ, καθʼ ὅσον ἂν ᾖ ἄχρηστος.—<said who="#Λύσις" direct="false">οὐκ ἔοικεν,</said> <milestone unit="section" resp="Stephanus" n="210d"/> ἔφη.—ἐὰν μὲν ἄρα σοφὸς γένῃ, ὦ παῖ, πάντες σοι φίλοι καὶ πάντες σοι οἰκεῖοι ἔσονται—χρήσιμος γὰρ καὶ ἀγαθὸς ἔσῃ—εἰ δὲ μή, σοὶ οὔτε ἄλλος οὐδεὶς οὔτε ὁ πατὴρ φίλος ἔσται οὔτε ἡ μήτηρ οὔτε οἱ οἰκεῖοι. οἷόν τε οὖν ἐπὶ τούτοις, ὦ Λύσι, μέγα φρονεῖν, ἐν οἷς τις μήπω φρονεῖ;—<said who="#Λύσις" direct="false">καὶ πῶς ἄν;</said> ἔφη.—εἰ δʼ ἄρα σὺ διδασκάλου δέῃ, οὔπω φρονεῖς.—<said who="#Λύσις" direct="false">ἀληθῆ.</said>—οὐδʼ ἄρα μεγαλόφρων εἶ, εἴπερ ἄφρων ἔτι.—<said who="#Λύσις" direct="false">μὰ Δία,</said> ἔφη, <said who="#Λύσις" direct="false">ὦ Σώκρατες, οὔ μοι δοκεῖ.</said> <milestone unit="section" resp="Stephanus" n="210e"/> 

<milestone unit="para" ed="P"/>καὶ ἐγὼ ἀκούσας αὐτοῦ ἀπέβλεψα πρὸς τὸν Ἱπποθάλη, καὶ ὀλίγου ἐξήμαρτον· ἐπῆλθε γάρ μοι εἰπεῖν ὅτι οὕτω χρή, ὦ Ἱππόθαλες, τοῖς παιδικοῖς διαλέγεσθαι, ταπεινοῦντα καὶ συστέλλοντα, ἀλλὰ μὴ ὥσπερ σὺ χαυνοῦντα καὶ διαθρύπτοντα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="211"><p><said who="#Σωκράτης" rend="merge">
κατιδὼν οὖν αὐτὸν ἀγωνιῶντα καὶ τεθορυβημένον ὑπὸ τῶν λεγομένων, ἀνεμνήσθην ὅτι καὶ προσεστὼς λανθάνειν τὸν λύσιν ἐβούλετο· ἀνέλαβον οὖν ἐμαυτὸν καὶ 
	
<milestone n="211" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="211a"/> ἐπέσχον τοῦ λόγου. καὶ ἐν τούτῳ ὁ Μενέξενος πάλιν ἧκεν, καὶ ἐκαθέζετο παρὰ τὸν λύσιν, ὅθεν καὶ ἐξανέστη. ὁ οὖν Λύσις μάλα παιδικῶς καὶ φιλικῶς, λάθρᾳ τοῦ Μενεξένου, σμικρὸν πρός με λέγων ἔφη· <said who="#Λύσις" direct="false">ὦ Σώκρατες, ἅπερ καὶ ἐμοὶ λέγεις, εἰπὲ καὶ Μενεξένῳ.</said>

<milestone unit="para" ed="P"/>καὶ ἐγὼ εἶπον, ταῦτα μὲν σὺ αὐτῷ ἐρεῖς, ὦ Λύσι· πάντως γὰρ προσεῖχες τὸν νοῦν.

<milestone unit="para" ed="P"/><said who="#Λύσις" direct="false">πάνυ μὲν οὖν,</said> ἔφη.

<milestone unit="para" ed="P"/>πειρῶ τοίνυν, ἦν δʼ ἐγώ, ἀπομνημονεῦσαι αὐτὰ ὅτι <milestone unit="section" resp="Stephanus" n="211b"/> μάλιστα, ἵνα τούτῳ σαφῶς πάντα εἴπῃς· ἐὰν δέ τι αὐτῶν ἐπιλάθῃ, αὖθίς με ἀνερέσθαι ὅταν ἐντύχῃς πρῶτον.

	<milestone unit="para" ed="P"/><said who="#Λύσις" direct="false">ἀλλὰ ποιήσω,</said> ἔφη, <said who="#Λύσις" direct="false">ταῦτα, ὦ Σώκρατες, πάνυ σφόδρα, εὖ ἴσθι. ἀλλά τι ἄλλο αὐτῷ λέγε, ἵνα καὶ ἐγὼ ἀκούω, ἕως ἂν οἴκαδε ὥρα ᾖ ἀπιέναι.</said>

<milestone unit="para" ed="P"/>ἀλλὰ χρὴ ποιεῖν ταῦτα, ἦν δʼ ἐγώ, ἐπειδή γε καὶ σὺ κελεύεις. ἀλλὰ ὅρα ὅπως ἐπικουρήσεις μοι, ἐάν με ἐλέγχειν ἐπιχειρῇ ὁ Μενέξενος· ἢ οὐκ οἶσθα ὅτι ἐριστικός ἐστιν;

	<milestone unit="para" ed="P"/><said who="#Λύσις" direct="false">ναὶ μὰ Δία,</said> ἔφη, <said who="#Λύσις" direct="false">σφόδρα γε· διὰ ταῦτά τοι καὶ βούλομαί <milestone unit="section" resp="Stephanus" n="211c"/> σε αὐτῷ διαλέγεσθαι.</said>

<milestone unit="para" ed="P"/>ἵνα, ἦν δʼ ἐγώ, καταγέλαστος γένωμαι;

	<milestone unit="para" ed="P"/><said who="#Λύσις" direct="false">οὐ μὰ Δία,</said> ἔφη, <said who="#Λύσις" direct="false">ἀλλʼ ἵνα αὐτὸν κολάσῃς.</said>

<milestone unit="para" ed="P"/>πόθεν; ἦν δʼ ἐγώ. οὐ ῥᾴδιον· δεινὸς γὰρ ὁ ἄνθρωπος, Κτησίππου μαθητής. πάρεστι δέ τοι αὐτός—οὐχ ὁρᾷς; — Κτήσιππος.

	<milestone unit="para" ed="P"/><said who="#Λύσις" direct="false">μηδενός σοι,</said> ἔφη, <said who="#Λύσις" direct="false">μελέτω, ὦ Σώκρατες, ἀλλʼ ἴθι διαλέγου αὐτῷ.</said>

<milestone unit="para" ed="P"/>διαλεκτέον, ἦν δʼ ἐγώ.

	<milestone unit="para" ed="P"/>ταῦτα οὖν ἡμῶν λεγόντων πρὸς ἡμᾶς αὐτούς, <said who="#Κτήσιππος" direct="false">τί ὑμεῖς,</said> ἔφη ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">αὐτὼ μόνω ἑστιᾶσθον, ἡμῖν δὲ οὐ <milestone unit="section" resp="Stephanus" n="211d"/> μεταδίδοτον τῶν λόγων;</said>

<milestone unit="para" ed="P"/>ἀλλὰ μήν, ἦν δʼ ἐγώ, μεταδοτέον. ὅδε γάρ τι ὧν λέγω οὐ μανθάνει, ἀλλά φησιν οἴεσθαι Μενέξενον εἰδέναι, καὶ κελεύει τοῦτον ἐρωτᾶν.

	<milestone unit="para" ed="P"/><said who="#Κτήσιππος" direct="false">τί οὖν,</said> ἦ δʼ ὅς, <said who="#Κτήσιππος" direct="false">οὐκ ἐρωτᾷς;</said>

<milestone unit="para" ed="P"/>ἀλλʼ ἐρήσομαι, ἦν δʼ ἐγώ. καί μοι εἰπέ, ὦ Μενέξενε, ὃ ἄν σε ἔρωμαι. τυγχάνω γὰρ ἐκ παιδὸς ἐπιθυμῶν κτήματός του, ὥσπερ ἄλλος ἄλλου. ὁ μὲν γάρ τις ἵππους <milestone unit="section" resp="Stephanus" n="211e"/> ἐπιθυμεῖ κτᾶσθαι, ὁ δὲ κύνας, ὁ δὲ χρυσίον, ὁ δὲ τιμάς· ἐγὼ δὲ πρὸς μὲν ταῦτα πρᾴως ἔχω, πρὸς δὲ τὴν τῶν φίλων κτῆσιν πάνυ ἐρωτικῶς, καὶ βουλοίμην ἄν μοι φίλον ἀγαθὸν γενέσθαι μᾶλλον ἢ τὸν ἄριστον ἐν ἀνθρώποις ὄρτυγα ἢ ἀλεκτρυόνα, καὶ ναὶ μὰ Δία ἔγωγε μᾶλλον ἢ ἵππον τε καὶ κύνα—οἶμαι δέ, νὴ τὸν κύνα, μᾶλλον ἢ τὸ Δαρείου χρυσίον κτήσασθαι δεξαίμην πολὺ πρότερον ἑταῖρον, μᾶλλον <add>δὲ</add> ἢ αὐτὸν Δαρεῖον—οὕτως ἐγὼ φιλέταιρός τίς εἰμι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="212"><p><said who="#Σωκράτης" rend="merge">
				ὑμᾶς 
	<milestone n="212" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="212a"/> οὖν ὁρῶν, σέ τε καὶ Λύσιν, ἐκπέπληγμαι καὶ εὐδαιμονίζω ὅτι οὕτω νέοι ὄντες οἷοι τʼ ἐστὸν τοῦτο τὸ κτῆμα ταχὺ καὶ ῥᾳδίως κτᾶσθαι, καὶ σύ τε τοῦτον οὕτω φίλον ἐκτήσω ταχύ τε καὶ σφόδρα, καὶ αὖ οὗτος σέ· ἐγὼ δὲ οὕτω πόρρω εἰμὶ τοῦ κτήματος, ὥστε οὐδʼ ὅντινα τρόπον γίγνεται φίλος ἕτερος ἑτέρου οἶδα, ἀλλὰ ταῦτα δὴ αὐτά σε βούλομαι ἐρέσθαι ἅτε ἔμπειρον.

						<milestone unit="para" ed="P"/>καί μοι εἰπέ· ἐπειδάν τίς τινα φιλῇ, πότερος ποτέρου <milestone unit="section" resp="Stephanus" n="212b"/> φίλος γίγνεται, ὁ φιλῶν τοῦ φιλουμένου ἢ ὁ φιλούμενος τοῦ φιλοῦντος· ἢ οὐδὲν διαφέρει;—<said who="#Μενέξενος" direct="false">οὐδέν,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">ἔμοιγε δοκεῖ διαφέρειν.</said>—πῶς λέγεις; ἦν δʼ ἐγώ· ἀμφότεροι ἄρα ἀλλήλων φίλοι γίγνονται, ἐὰν μόνος ὁ ἕτερος τὸν ἕτερον φιλῇ;—<said who="#Μενέξενος" direct="false">ἔμοιγε,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">δοκεῖ.</said>—τί δέ; οὐκ ἔστιν φιλοῦντα μὴ ἀντιφιλεῖσθαι ὑπὸ τούτου ὃν ἂν φιλῇ;—<said who="#Μενέξενος" direct="false">ἔστιν.</said>—τί δέ; ἆρα ἔστιν καὶ μισεῖσθαι φιλοῦντα; οἷόν που ἐνίοτε δοκοῦσι καὶ οἱ ἐρασταὶ πάσχειν πρὸς τὰ παιδικά· φιλοῦντες γὰρ <milestone unit="section" resp="Stephanus" n="212c"/> ὡς οἷόν τε μάλιστα οἱ μὲν οἴονται οὐκ ἀντιφιλεῖσθαι, οἱ δὲ καὶ μισεῖσθαι. ἢ οὐκ ἀληθὲς δοκεῖ σοι τοῦτο;—<said who="#Μενέξενος" direct="false">σφόδρα γε,</said> ἔφη, <said who="#Μενέξενος" direct="false">ἀληθές.</said>—οὐκοῦν ἐν τῷ τοιούτῳ, ἦν δʼ ἐγώ, ὁ μὲν φιλεῖ, ὁ δὲ φιλεῖται;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—πότερος οὖν αὐτῶν ποτέρου φίλος ἐστίν; ὁ φιλῶν τοῦ φιλουμένου, ἐάντε καὶ ἀντιφιλῆται ἐάντε καὶ μισῆται, ἢ ὁ φιλούμενος τοῦ φιλοῦντος; ἢ οὐδέτερος αὖ ἐν τῷ τοιούτῳ οὐδετέρου φίλος ἐστίν, ἂν μὴ ἀμφότεροι ἀλλήλους φιλῶσιν;—<said who="#Μενέξενος" direct="false">ἔοικε γοῦν <milestone unit="section" resp="Stephanus" n="212d"/> οὕτως ἔχειν.</said>—ἀλλοίως ἄρα νῦν ἡμῖν δοκεῖ ἢ πρότερον ἔδοξεν. τότε μὲν γάρ, εἰ ὁ ἕτερος φιλοῖ, φίλω εἶναι ἄμφω· νῦν δέ, ἂν μὴ ἀμφότεροι φιλῶσιν, οὐδέτερος φίλος.—<said who="#Μενέξενος" direct="false">κινδυνεύει,</said> ἔφη.—οὐκ ἄρα ἐστὶν φίλον τῷ φιλοῦντι οὐδὲν μὴ οὐκ ἀντιφιλοῦν.—<said who="#Μενέξενος" direct="false">οὐκ ἔοικεν.</said>—οὐδʼ ἄρα φίλιπποί εἰσιν οὓς ἂν οἱ ἵπποι μὴ ἀντιφιλῶσιν, οὐδὲ φιλόρτυγες, οὐδʼ αὖ φιλόκυνές γε καὶ φίλοινοι καὶ φιλογυμνασταὶ καὶ φιλόσοφοι, ἂν μὴ ἡ σοφία αὐτοὺς ἀντιφιλῇ. ἢ φιλοῦσι μὲν ταῦτα <milestone unit="section" resp="Stephanus" n="212e"/> ἕκαστοι, οὐ μέντοι φίλα ὄντα, ἀλλὰ ψεύδεθʼ ὁ ποιητής, ὃς ἔφη—<quote type="verse"><l met="elegiac">ὄλβιος, ᾧ παῖδές τε φίλοι καὶ μώνυχες ἵπποι</l><l>καὶ κύνες ἀγρευταὶ καὶ ξένος ἀλλοδαπός;</l></quote><bibl>Solon 21.2</bibl>—<said who="#Μενέξενος" direct="false">οὐκ ἔμοιγε δοκεῖ,</said> ἦ δʼ ὅς.—ἀλλʼ ἀληθῆ δοκεῖ λέγειν σοι;—<said who="#Μενέξενος" direct="false">ναί.</said>—</said></p></div></div></body></text></TEI>