<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg020.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="203"><p><said who="#Σωκράτης"><milestone n="203" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="203a"/>ἐπορευόμην μὲν ἐξ Ἀκαδημείας εὐθὺ Λυκείου τὴν ἔξω τείχους ὑπʼ αὐτὸ τὸ τεῖχος· ἐπειδὴ δʼ ἐγενόμην κατὰ τὴν πυλίδα ᾗ ἡ Πάνοπος κρήνη, ἐνταῦθα συνέτυχον Ἱπποθάλει τε τῷ Ἱερωνύμου καὶ Κτησίππῳ τῷ Παιανιεῖ καὶ ἄλλοις μετὰ τούτων νεανίσκοις ἁθρόοις συνεστῶσι. καί με προσιόντα ὁ Ἱπποθάλης ἰδών, <said who="#Ἱπποθάλης" direct="false">ὦ Σώκρατες,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">ποῖ δὴ πορεύῃ καὶ <milestone unit="section" resp="Stephanus" n="203b"/> πόθεν;</said>

<milestone unit="para" ed="P"/>ἐξ Ἀκαδημείας, ἦν δʼ ἐγώ, πορεύομαι εὐθὺ Λυκείου.

<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">δεῦρο δή,</said> ἦ δʼ ὅς, <said who="#Ἱπποθάλης" direct="false">εὐθὺ ἡμῶν. οὐ παραβάλλεις; ἄξιον μέντοι.</said>

<milestone unit="para" ed="P"/>ποῖ, ἔφην ἐγώ, λέγεις, καὶ παρὰ τίνας τοὺς ὑμᾶς;

<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">δεῦρο,</said> ἔφη, δείξας μοι ἐν τῷ καταντικρὺ τοῦ τείχους περίβολόν τέ τινα καὶ θύραν ἀνεῳγμένην. <said who="#Ἱπποθάλης" direct="false">διατρίβομεν δέ,</said> ἦ δʼ ὅς, <said who="#Ἱπποθάλης" direct="false">αὐτόθι ἡμεῖς τε αὐτοὶ καὶ ἄλλοι πάνυ πολλοὶ καὶ καλοί.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="204"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="204" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="204a"/><milestone unit="para" ed="P"/>ἔστιν δὲ δὴ τί τοῦτο, καὶ τίς ἡ διατριβή;

<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">παλαίστρα,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">vνεωστὶ ᾠκοδομημένη· ἡ δὲ διατριβὴ τὰ πολλὰ ἐν λόγοις, ὧν ἡδέως ἄν σοι μεταδιδοῖμεν.</said>

<milestone unit="para" ed="P"/>καλῶς γε, ἦν δʼ ἐγώ, ποιοῦντες· διδάσκει δὲ τίς αὐτόθι;

<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">σὸς ἑταῖρός γε,</said> ἦ δʼ ὅς, <said who="#Ἱπποθάλης" direct="false">καὶ ἐπαινέτης, Μίκκος.</said>

<milestone unit="para" ed="P"/>μὰ Δία, ἦν δʼ ἐγώ, οὐ φαῦλός γε ἁνήρ, ἀλλʼ ἱκανὸς σοφιστής.

<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">βούλει οὖν ἕπεσθαι,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">ἵνα καὶ ἴδῃς τοὺς ὄντας αὐτόθι <del>αὐτοῦ</del>;</said> <milestone unit="section" resp="Stephanus" n="204b"/> 

<milestone unit="para" ed="P"/>πρῶτον ἡδέως ἀκούσαιμʼ ἂν ἐπὶ τῷ καὶ εἴσειμι καὶ τίς ὁ καλός.

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">ἄλλος,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">ἄλλῳ ἡμῶν δοκεῖ, ὦ Σώκρατες.</said>

<milestone unit="para" ed="P"/>σοὶ δὲ δὴ τίς, ὦ Ἱππόθαλες; τοῦτό μοι εἰπέ.

<milestone unit="para" ed="P"/>καὶ ὃς ἐρωτηθεὶς ἠρυθρίασεν. καὶ ἐγὼ εἶπον· ὦ παῖ Ἱερωνύμου Ἱππόθαλες, τοῦτο μὲν μηκέτι εἴπῃς, εἴτε ἐρᾷς του εἴτε μή· οἶδα γὰρ ὅτι οὐ μόνον ἐρᾷς, ἀλλὰ καὶ πόρρω ἤδη εἶ πορευόμενος τοῦ ἔρωτος. εἰμὶ δʼ ἐγὼ τὰ μὲν ἄλλα φαῦλος <milestone unit="section" resp="Stephanus" n="204c"/> καὶ ἄχρηστος, τοῦτο δέ μοί πως ἐκ θεοῦ δέδοται, ταχὺ οἵῳ τʼ εἶναι γνῶναι ἐρῶντά τε καὶ ἐρώμενον.

<milestone unit="para" ed="P"/>καὶ ὃς ἀκούσας πολὺ ἔτι μᾶλλον ἠρυθρίασεν. ὁ οὖν Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">Ἀστεῖόν γε,</said> ἦ δʼ ὅς, <said who="#Κτήσιππος" direct="false">ὅτι ἐρυθριᾷς, ὦ Ἱππόθαλες, καὶ ὀκνεῖς εἰπεῖν Σωκράτει τοὔνομα· ἐὰν δʼ οὗτος καὶ σμικρὸν χρόνον συνδιατρίψῃ σοι, παραταθήσεται ὑπὸ σοῦ ἀκούων θαμὰ λέγοντος. ἡμῶν γοῦν, ὦ Σώκρατες, ἐκκεκώφωκε τὰ <milestone unit="section" resp="Stephanus" n="204d"/> ὦτα καὶ ἐμπέπληκε Λύσιδος· ἂν μὲν δὴ καὶ ὑποπίῃ, εὐμαρία ἡμῖν ἐστιν καὶ ἐξ ὕπνου ἐγρομένοις Λύσιδος οἴεσθαι τοὔνομα ἀκούειν. καὶ ἃ μὲν καταλογάδην διηγεῖται, δεινὰ ὄντα, οὐ πάνυ τι δεινά ἐστιν, ἀλλʼ ἐπειδὰν τὰ ποιήματα ἡμῶν ἐπιχειρήσῃ καταντλεῖν καὶ συγγράμματα. καὶ ὅ ἐστιν τούτων δεινότερον, ὅτι καὶ ᾁδει εἰς τὰ παιδικὰ φωνῇ θαυμασίᾳ, ἣν ἡμᾶς δεῖ ἀκούοντας ἀνέχεσθαι. νῦν δὲ ἐρωτώμενος ὑπὸ σοῦ ἐρυθριᾷ.</said> <milestone unit="section" resp="Stephanus" n="204e"/> 

<milestone unit="para" ed="P"/>ἔστιν δέ, ἦν δʼ ἐγώ, ὁ Λύσις νέος τις, ὡς ἔοικε· τεκμαίρομαι δέ, ὅτι ἀκούσας τοὔνομα οὐκ ἔγνων.

	<milestone unit="para" ed="P"/><said who="#Κτήσιππος" direct="false">οὐ γὰρ πάνυ,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">τὶ αὐτοῦ τοὔνομα λέγουσιν, ἀλλʼ ἔτι πατρόθεν ἐπονομάζεται διὰ τὸ σφόδρα τὸν πατέρα γιγνώσκεσθαι αὐτοῦ. ἐπεὶ εὖ οἶδʼ ὅτι πολλοῦ δεῖς τὸ εἶδος ἀγνοεῖν τοῦ παιδός· ἱκανὸς γὰρ καὶ ἀπὸ μόνου τούτου γιγνώσκεσθαι.</said>

<milestone unit="para" ed="P"/>λεγέσθω, ἦν δʼ ἐγώ, οὗτινος ἔστιν.

	<milestone unit="para" ed="P"/><said who="#Κτήσιππος" direct="false">Δημοκράτους,</said> ἔφη, <said who="#Κτήσιππος" direct="false">τοῦ Αἰξωνέως ὁ πρεσβύτατος ὑός.</said></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="205"><p><said who="#Σωκράτης" rend="merge"><milestone unit="para" ed="P"/>εἶεν, ἦν δʼ ἐγώ, ὦ Ἱππόθαλες, ὡς γενναῖον καὶ νεανικὸν τοῦτον τὸν ἔρωτα πανταχῇ ἀνηῦρες· καί μοι ἴθι ἐπίδειξαι ἃ 
<milestone n="205" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="205a"/> καὶ τοῖσδε ἐπιδείκνυσαι, ἵνα εἰδῶ εἰ ἐπίστασαι ἃ χρὴ ἐραστὴν περὶ παιδικῶν πρὸς αὐτὸν ἢ πρὸς ἄλλους λέγειν.

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">τούτων δέ τι,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">σταθμᾷ, ὦ Σώκρατες, ὧν ὅδε λέγει;</said>

<milestone unit="para" ed="P"/>πότερον, ἦν δʼ ἐγώ, καὶ τὸ ἐρᾶν ἔξαρνος εἶ οὗ λέγει ὅδε;

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">οὐκ ἔγωγε,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">ἀλλὰ μὴ ποιεῖν εἰς τὰ παιδικὰ μηδὲ συγγράφειν.</said>

	<milestone unit="para" ed="P"/><said who="#Κτήσιππος" direct="false">οὐχ ὑγιαίνει,</said> ἔφη ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">ἀλλὰ ληρεῖ τε καὶ μαίνεται.</said>

<milestone unit="para" ed="P"/>καὶ ἐγὼ εἶπον· ὦ Ἱππόθαλες, οὔ τι τῶν μέτρων δέομαι <milestone unit="section" resp="Stephanus" n="205b"/> ἀκοῦσαι οὐδὲ μέλος εἴ τι πεποίηκας εἰς τὸν νεανίσκον, ἀλλὰ τῆς διανοίας, ἵνα εἰδῶ τίνα τρόπον προσφέρῃ πρὸς τὰ παιδικά.

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">ὅδε δήπου σοι,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">ἐρεῖ· ἀκριβῶς γὰρ ἐπίσταται καὶ μέμνηται, εἴπερ, ὡς λέγει, ὑπʼ ἐμοῦ ἀεὶ ἀκούων διατεθρύληται.</said>

	<milestone unit="para" ed="P"/><said who="#Κτήσιππος" direct="false">νὴ τοὺς θεούς,</said> ἔφη ὁ Κτήσιππος, <said who="#Κτήσιππος" direct="false">πάνυ γε. καὶ γάρ ἐστι καταγέλαστα, ὦ Σώκρατες. τὸ γὰρ ἐραστὴν ὄντα καὶ διαφερόντως τῶν ἄλλων τὸν νοῦν προσέχοντα τῷ παιδὶ ἴδιον <milestone unit="section" resp="Stephanus" n="205c"/> μὲν μηδὲν ἔχειν λέγειν ὃ οὐχὶ κἂν παῖς εἴποι, πῶς οὐχὶ καταγέλαστον; ἃ δὲ ἡ πόλις ὅλη ᾁδει περὶ Δημοκράτους καὶ Λύσιδος τοῦ πάππου τοῦ παιδὸς καὶ πάντων πέρι τῶν προγόνων, πλούτους τε καὶ ἱπποτροφίας καὶ νίκας Πυθοῖ καὶ Ἰσθμοῖ καὶ Νεμέᾳ τεθρίπποις τε καὶ κέλησι, ταῦτα ποιεῖ τε καὶ λέγει, πρὸς δὲ τούτοις ἔτι τούτων κρονικώτερα. τὸν γὰρ τοῦ Ἡρακλέους ξενισμὸν πρῴην ἡμῖν ἐν ποιήματί τινι διῄει, ὡς διὰ τὴν τοῦ Ἡρακλέους συγγένειαν ὁ πρόγονος αὐτῶν <milestone unit="section" resp="Stephanus" n="205d"/> ὑποδέξαιτο τὸν Ἡρακλέα, γεγονὼς αὐτὸς ἐκ Διός τε καὶ τῆς τοῦ δήμου ἀρχηγέτου θυγατρός, ἅπερ αἱ γραῖαι ᾁδουσι, καὶ ἄλλα πολλὰ τοιαῦτα, ὦ Σώκρατες· ταῦτʼ ἐστὶν ἃ οὗτος λέγων τε καὶ ᾁδων ἀναγκάζει καὶ ἡμᾶς ἀκροᾶσθαι.</said>

<milestone unit="para" ed="P"/>καὶ ἐγὼ ἀκούσας εἶπον· ὦ καταγέλαστε Ἱππόθαλες, πρὶν νενικηκέναι ποιεῖς τε καὶ ᾁδεις εἰς σαυτὸν ἐγκώμιον;

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">ἀλλʼ οὐκ εἰς ἐμαυτόν,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">ὦ Σώκρατες, οὔτε ποιῶ οὔτε ᾁδω.</said>

<milestone unit="para" ed="P"/>οὐκ οἴει γε, ἦν δʼ ἐγώ.

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">τὸ δὲ πῶς ἔχει;</said> ἔφη. <milestone unit="section" resp="Stephanus" n="205e"/> 

<milestone unit="para" ed="P"/>πάντων μάλιστα, εἶπον, εἰς σὲ τείνουσιν αὗται αἱ ᾠδαί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="206"><p><said who="#Σωκράτης" rend="merge">ἐὰν μὲν γὰρ ἕλῃς τὰ παιδικὰ τοιαῦτα ὄντα, κόσμος σοι ἔσται τὰ λεχθέντα καὶ ᾀσθέντα καὶ τῷ ὄντι ἐγκώμια ὥσπερ νενικηκότι, ὅτι τοιούτων παιδικῶν ἔτυχες· ἐὰν δέ σε διαφύγῃ, ὅσῳ ἂν μείζω σοι εἰρημένα ᾖ ἐγκώμια περὶ τῶν παιδικῶν, τοσούτῳ μειζόνων δόξεις καλῶν τε καὶ ἀγαθῶν ἐστερημένος 
		    	
		    	<milestone n="206" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="206a"/> καταγέλαστος εἶναι.
				

ὅστις οὖν τὰ ἐρωτικά, ὦ φίλε, σοφός, οὐκ ἐπαινεῖ τὸν ἐρώμενον πρὶν ἂν ἕλῃ, δεδιὼς τὸ μέλλον ὅπῃ ἀποβήσεται. καὶ ἅμα οἱ καλοί, ἐπειδάν τις αὐτοὺς ἐπαινῇ καὶ αὔξῃ, φρονήματος ἐμπίμπλανται καὶ μεγαλαυχίας· ἢ οὐκ οἴει;

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">ἔγωγε,</said> ἔφη.

<milestone unit="para" ed="P"/>οὐκοῦν ὅσῳ ἂν μεγαλαυχότεροι ὦσιν, δυσαλωτότεροι γίγνονται;

		<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">εἰκός γε.</said>

<milestone unit="para" ed="P"/>ποῖός τις οὖν ἄν σοι δοκεῖ θηρευτὴς εἶναι, εἰ ἀνασοβοῖ θηρεύων καὶ δυσαλωτοτέραν τὴν ἄγραν ποιοῖ; <milestone unit="section" resp="Stephanus" n="206b"/> 

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">δῆλον ὅτι φαῦλος.</said>

<milestone unit="para" ed="P"/>καὶ μὲν δὴ λόγοις τε καὶ ᾠδαῖς μὴ κηλεῖν ἀλλʼ ἐξαγριαίνειν πολλὴ ἀμουσία· ἦ γάρ;

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">δοκεῖ μοι.</said>

<milestone unit="para" ed="P"/>σκόπει δή, ὦ Ἱππόθαλες, ὅπως μὴ πᾶσι τούτοις ἔνοχον σαυτὸν ποιήσεις διὰ τὴν ποίησιν· καίτοι οἶμαι ἐγὼ ἄνδρα ποιήσει βλάπτοντα ἑαυτὸν οὐκ ἄν σε ἐθέλειν ὁμολογῆσαι ὡς ἀγαθός ποτʼ ἐστὶν ποιητής, βλαβερὸς ὢν ἑαυτῷ.

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">οὐ μὰ τὸν Δία,</said> ἔφη· <said who="#Ἱπποθάλης" direct="false">πολλὴ γὰρ ἂν ἀλογία εἴη. ἀλλὰ διὰ <milestone unit="section" resp="Stephanus" n="206c"/> ταῦτα δή σοι, ὦ Σώκρατες, ἀνακοινοῦμαι, καὶ εἴ τι ἄλλο ἔχεις, συμβούλευε τίνα ἄν τις λόγον διαλεγόμενος ἢ τί πράττων προσφιλὴς παιδικοῖς γένοιτο.</said>

<milestone unit="para" ed="P"/>οὐ ῥᾴδιον, ἦν δʼ ἐγώ, εἰπεῖν· ἀλλʼ εἴ μοι ἐθελήσαις αὐτὸν ποιῆσαι εἰς λόγους ἐλθεῖν, ἴσως ἂν δυναίμην σοι ἐπιδεῖξαι ἃ χρὴ αὐτῷ διαλέγεσθαι ἀντὶ τούτων ὧν οὗτοι λέγειν τε καὶ ᾁδειν φασί σε.

	<milestone unit="para" ed="P"/><said who="#Ἱπποθάλης" direct="false">ἀλλʼ οὐδέν,</said> ἔφη, <said who="#Ἱπποθάλης" direct="false">χαλεπόν. ἂν γὰρ εἰσέλθῃς μετὰ Κτησίππου τοῦδε καὶ καθεζόμενος διαλέγῃ, οἶμαι μὲν καὶ αὐτός σοι πρόσεισι—φιλήκοος γάρ, ὦ Σώκρατες, διαφερόντως <milestone unit="section" resp="Stephanus" n="206d"/> ἐστίν, καὶ ἅμα, ὡς Ἑρμαῖα ἄγουσιν, ἀναμεμειγμένοι ἐν ταὐτῷ εἰσιν οἵ τε νεανίσκοι καὶ οἱ παῖδες—πρόσεισιν οὖν σοι. εἰ δὲ μή, Κτησίππῳ συνήθης ἐστὶν διὰ τὸν τούτου ἀνεψιὸν Μενέξενον· Μενεξένῳ μὲν γὰρ δὴ πάντων μάλιστα ἑταῖρος ὢν τυγχάνει. καλεσάτω οὖν οὗτος αὐτόν, ἐὰν ἄρα μὴ προσίῃ αὐτός.</said>

<milestone unit="para" ed="P"/>ταῦτα, ἦν δʼ ἐγώ, χρὴ ποιεῖν. καὶ ἅμα λαβὼν τὸν <milestone unit="section" resp="Stephanus" n="206e"/> Κτήσιππον προσῇα εἰς τὴν παλαίστραν· οἱ δʼ ἄλλοι ὕστεροι ἡμῶν ᾖσαν.

<milestone unit="para" ed="P"/>εἰσελθόντες δὲ κατελάβομεν αὐτόθι τεθυκότας τε τοὺς παῖδας καὶ τὰ περὶ τὰ ἱερεῖα σχεδόν τι ἤδη πεποιημένα, ἀστραγαλίζοντάς τε δὴ καὶ κεκοσμημένους ἅπαντας. οἱ μὲν οὖν πολλοὶ ἐν τῇ αὐλῇ ἔπαιζον ἔξω, οἱ δέ τινες τοῦ ἀποδυτηρίου ἐν γωνίᾳ ἠρτίαζον ἀστραγάλοις παμπόλλοις, ἐκ φορμίσκων τινῶν προαιρούμενοι· τούτους δὲ περιέστασαν ἄλλοι θεωροῦντες.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="207"><p><said who="#Σωκράτης" rend="merge">
				ὧν δὴ καὶ ὁ Λύσις ἦν, καὶ εἱστήκει ἐν 
		    	
		    	<milestone n="207" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="207a"/> τοῖς παισί τε καὶ νεανίσκοις ἐστεφανωμένος καὶ τὴν ὄψιν διαφέρων, οὐ τὸ καλὸς εἶναι μόνον ἄξιος ἀκοῦσαι, ἀλλʼ ὅτι καλός τε κἀγαθός. καὶ ἡμεῖς εἰς τὸ καταντικρὺ ἀποχωρήσαντες ἐκαθεζόμεθα—ἦν γὰρ αὐτόθι ἡσυχία—καί τι ἀλλήλοις διελεγόμεθα. περιστρεφόμενος οὖν ὁ Λύσις θαμὰ ἐπεσκοπεῖτο ἡμᾶς, καὶ δῆλος ἦν ἐπιθυμῶν προσελθεῖν. τέως μὲν οὖν ἠπόρει τε καὶ ὤκνει μόνος προσιέναι, ἔπειτα ὁ Μενέξενος <milestone unit="section" resp="Stephanus" n="207b"/> ἐκ τῆς αὐλῆς μεταξὺ παίζων εἰσέρχεται, καὶ ὡς εἶδεν ἐμέ τε καὶ τὸν Κτήσιππον, ᾔει παρακαθιζησόμενος· ἰδὼν οὖν αὐτὸν ὁ Λύσις εἵπετο καὶ συμπαρεκαθέζετο μετὰ τοῦ Μενεξένου. προσῆλθον δὴ καὶ οἱ ἄλλοι, καὶ δὴ καὶ ὁ Ἱπποθάλης, ἐπειδὴ πλείους ἑώρα ἐφισταμένους, τούτους ἐπηλυγισάμενος προσέστη ᾗ μὴ ᾤετο κατόψεσθαι τὸν λύσιν, δεδιὼς μὴ αὐτῷ ἀπεχθάνοιτο· καὶ οὕτω προσεστὼς ἠκροᾶτο.

<milestone unit="para" ed="P"/>καὶ ἐγὼ πρὸς τὸν Μενέξενον ἀποβλέψας, ὦ παῖ Δημοφῶντος, <milestone unit="section" resp="Stephanus" n="207c"/> ἦν δʼ ἐγώ, πότερος ὑμῶν πρεσβύτερος;

	<milestone unit="para" ed="P"/><said who="#Μενέξενος" direct="false">ἀμφισβητοῦμεν,</said> ἔφη.

<milestone unit="para" ed="P"/>οὐκοῦν καὶ ὁπότερος γενναιότερος, ἐρίζοιτʼ ἄν, ἦν δʼ ἐγώ.

	<milestone unit="para" ed="P"/><said who="#Μενέξενος" direct="false">πάνυ γε,</said> ἔφη.

<milestone unit="para" ed="P"/>καὶ μὴν ὁπότερός γε καλλίων, ὡσαύτως.

<milestone unit="para" ed="P"/>ἐγελασάτην οὖν ἄμφω.

<milestone unit="para" ed="P"/>οὐ μὴν ὁπότερός γε, ἔφην, πλουσιώτερος ὑμῶν, οὐκ ἐρήσομαι· φίλω γάρ ἐστον. ἦ γάρ;

	<milestone unit="para" ed="P"/><said who="#Μενέξενος #Λύσις" direct="false">πάνυ γʼ,</said> ἐφάτην.

<milestone unit="para" ed="P"/>οὐκοῦν κοινὰ τά γε φίλων λέγεται, ὥστε τούτῳ γε οὐδὲν διοίσετον, εἴπερ ἀληθῆ περὶ τῆς φιλίας λέγετον.

<milestone unit="para" ed="P"/>συνεφάτην. <milestone unit="section" resp="Stephanus" n="207d"/> 

	<milestone unit="para" ed="P"/>ἐπεχείρουν δὴ μετὰ τοῦτο ἐρωτᾶν ὁπότερος δικαιότερος καὶ σοφώτερος αὐτῶν εἴη. μεταξὺ οὖν τις προσελθὼν ἀνέστησε τὸν Μενέξενον, φάσκων καλεῖν τὸν παιδοτρίβην· ἐδόκει γάρ μοι ἱεροποιῶν τυγχάνειν. ἐκεῖνος μὲν οὖν ᾤχετο· ἐγὼ δὲ τὸν λύσιν ἠρόμην, ἦ που, ἦν δʼ ἐγώ, ὦ Λύσι, σφόδρα φιλεῖ σε ὁ πατὴρ καὶ ἡ μήτηρ;—<said who="#Λύσις" direct="false">πάνυ γε,</said> ἦ δʼ ὅς.—οὐκοῦν βούλοιντο ἄν σε ὡς εὐδαιμονέστατον εἶναι;— <milestone unit="section" resp="Stephanus" n="207e"/> <said who="#Λύσις" direct="false">πῶς γὰρ οὔ;</said>—δοκεῖ δέ σοι εὐδαίμων εἶναι ἄνθρωπος δουλεύων τε καὶ ᾧ μηδὲν ἐξείη ποιεῖν ὧν ἐπιθυμοῖ;—<said who="#Λύσις" direct="false">μὰ Δίʼ οὐκ ἔμοιγε,</said> ἔφη.—οὐκοῦν εἴ σε φιλεῖ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ εὐδαίμονά σε ἐπιθυμοῦσι γενέσθαι, τοῦτο παντὶ τρόπῳ δῆλον ὅτι προθυμοῦνται ὅπως ἂν εὐδαιμονοίης.—<said who="#Λύσις" direct="false">πῶς γὰρ οὐχί;</said> ἔφη.—ἐῶσιν ἄρα σε ἃ βούλει ποιεῖν, καὶ οὐδὲν ἐπιπλήττουσιν οὐδὲ διακωλύουσι ποιεῖν ὧν ἂν ἐπιθυμῇς;—<said who="#Λύσις" direct="false">ναὶ μὰ Δία ἐμέ γε, ὦ Σώκρατες, καὶ μάλα γε πολλὰ κωλύουσιν.</said>—</said></p></div></div></body></text></TEI>