<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg019.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="193"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οἷον εἴ τις ἰατρὸς ὤν, περιπλευμονίᾳ τοῦ ὑέος ἐχομένου ἢ ἄλλου τινὸς καὶ δεομένου πιεῖν ἢ φαγεῖν <milestone n="193" unit="page"/><milestone unit="section" resp="Stephanus" n="193a"/> δοῦναι, μὴ κάμπτοιτο ἀλλὰ καρτεροῖ;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> οὐδʼ ὁπωστιοῦν οὐδʼ αὕτη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἐν πολέμῳ καρτεροῦντα ἄνδρα καὶ ἐθέλοντα μάχεσθαι, φρονίμως λογιζόμενον, εἰδότα μὲν ὅτι βοηθήσουσιν ἄλλοι αὐτῷ, πρὸς ἐλάττους δὲ καὶ φαυλοτέρους μαχεῖται ἢ μεθʼ ὧν αὐτός ἐστιν, ἔτι δὲ χωρία ἔχει κρείττω, τοῦτον τὸν μετὰ τῆς τοιαύτης φρονήσεως καὶ παρασκευῆς καρτεροῦντα ἀνδρειότερον ἂν φαίης ἢ τὸν ἐν τῷ ἐναντίῳ στρατοπέδῳ ἐθέλοντα ὑπομένειν τε καὶ καρτερεῖν;</said></p><p><said who="#Λάχης"><milestone unit="section" resp="Stephanus" n="193b"/><label>ΛΑ.</label> τὸν ἐν τῷ ἐναντίῳ, ἔμοιγε δοκεῖ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν ἀφρονεστέρα γε ἡ τούτου ἢ ἡ τοῦ ἑτέρου καρτερία.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τὸν μετʼ ἐπιστήμης ἄρα ἱππικῆς καρτεροῦντα ἐν ἱππομαχίᾳ ἧττον φήσεις ἀνδρεῖον εἶναι ἢ τὸν ἄνευ ἐπιστήμης.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τὸν μετὰ σφενδονητικῆς ἢ τοξικῆς ἢ ἄλλης τινὸς τέχνης καρτεροῦντα.</said></p><p><said who="#Λάχης"><milestone unit="section" resp="Stephanus" n="193c"/><label>ΛΑ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ὅσοι ἂν ἐθέλωσιν εἰς φρέαρ καταβαίνοντες καὶ κολυμβῶντες καρτερεῖν ἐν τούτῳ τῷ ἔργῳ, μὴ ὄντες δεινοί, ἢ ἔν τινι ἄλλῳ τοιούτῳ, ἀνδρειοτέρους φήσεις τῶν ταῦτα δεινῶν.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> τί γὰρ ἄν τις ἄλλο φαίη, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδέν, εἴπερ οἴοιτό γε οὕτως.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ἀλλὰ μὴν οἶμαί γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μήν που ἀφρονεστέρως γε, ὦ Λάχης, οἱ τοιοῦτοι κινδυνεύουσίν τε καὶ καρτεροῦσιν ἢ οἱ μετὰ τέχνης αὐτὸ πράττοντες.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> φαίνονται.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="193d"/><label>ΣΩ.</label> οὐκοῦν αἰσχρὰ ἡ ἄφρων τόλμα τε καὶ καρτέρησις ἐν τῷ πρόσθεν ἐφάνη ἡμῖν οὖσα καὶ βλαβερά;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡ δέ γε ἀνδρεία ὡμολογεῖτο καλόν τι εἶναι.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ὡμολογεῖτο γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν δʼ αὖ πάλιν φαμὲν ἐκεῖνο τὸ αἰσχρόν, τὴν ἄφρονα καρτέρησιν, ἀνδρείαν εἶναι.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ἐοίκαμεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς οὖν σοι δοκοῦμεν λέγειν;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> μὰ τὸν Δίʼ, ὦ Σώκρατες, ἐμοὶ μὲν οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα που κατὰ τὸν σὸν λόγον δωριστὶ ἡρμόσμεθα  <milestone unit="section" resp="Stephanus" n="193e"/> ἐγώ τε καὶ σύ, ὦ Λάχης· τὰ γὰρ ἔργα οὐ συμφωνεῖ ἡμῖν τοῖς λόγοις. ἔργῳ μὲν γάρ, ὡς ἔοικε, φαίη ἄν τις ἡμᾶς ἀνδρείας μετέχειν, λόγῳ δʼ, ὡς ἐγᾦμαι, οὐκ ἄν, εἰ νῦν ἡμῶν ἀκούσειε διαλεγομένων.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; δοκεῖ καλὸν εἶναι οὕτως ἡμᾶς διακεῖσθαι;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> οὐδʼ ὁπωστιοῦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βούλει οὖν ᾧ λέγομεν πειθώμεθα τό γε τοσοῦτον;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> τὸ ποῖον δὴ τοῦτο, καὶ τίνι τούτῳ;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="194"><p><said who="#Σωκράτης"><milestone n="194" unit="page"/><milestone unit="section" resp="Stephanus" n="194a"/><label>ΣΩ.</label> τῷ λόγῳ ὃς καρτερεῖν κελεύει. εἰ οὖν βούλει, καὶ ἡμεῖς ἐπὶ τῇ ζητήσει ἐπιμείνωμέν τε καὶ καρτερήσωμεν, ἵνα καὶ μὴ ἡμῶν αὐτὴ ἡ ἀνδρεία καταγελάσῃ, ὅτι οὐκ ἀνδρείως αὐτὴν ζητοῦμεν, εἰ ἄρα πολλάκις αὐτὴ ἡ καρτέρησίς ἐστιν ἀνδρεία.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ἐγὼ μὲν ἕτοιμος, ὦ Σώκρατες, μὴ προαφίστασθαι. καίτοι ἀήθης γʼ εἰμὶ τῶν τοιούτων λόγων· ἀλλά τίς με καὶ φιλονικία εἴληφεν πρὸς τὰ εἰρημένα, καὶ ὡς ἀληθῶς ἀγανακτῶ  <milestone unit="section" resp="Stephanus" n="194b"/> εἰ οὑτωσὶ ἃ νοῶ μὴ οἷός τʼ εἰμὶ εἰπεῖν. νοεῖν μὲν γὰρ ἔμοιγε δοκῶ περὶ ἀνδρείας ὅτι ἔστιν, οὐκ οἶδα δʼ ὅπῃ με ἄρτι διέφυγεν, ὥστε μὴ συλλαβεῖν τῷ λόγῳ αὐτὴν καὶ εἰπεῖν ὅτι ἔστιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν, ὦ φίλε, τὸν ἀγαθὸν κυνηγέτην μεταθεῖν χρὴ καὶ μὴ ἀνιέναι.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βούλει οὖν καὶ Νικίαν τόνδε παρακαλῶμεν ἐπὶ τὸ κυνηγέσιον, εἴ τι ἡμῶν εὐπορώτερός ἐστιν;</said></p><p><said who="#Λάχης"><milestone unit="section" resp="Stephanus" n="194c"/><label>ΛΑ.</label> βούλομαι· πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι δή, ὦ Νικία, ἀνδράσι φίλοις χειμαζομένοις ἐν λόγῳ καὶ ἀποροῦσιν βοήθησον, εἴ τινα ἔχεις δύναμιν. τὰ μὲν γὰρ δὴ ἡμέτερα ὁρᾷς ὡς ἄπορα· σὺ δʼ εἰπὼν ὅτι ἡγῇ ἀνδρείαν εἶναι, ἡμᾶς τε τῆς ἀπορίας ἔκλυσαι καὶ αὐτὸς ἃ νοεῖς τῷ λόγῳ βεβαίωσαι.</said></p><p><said who="#Νικίας"><label>ΝΙ.</label> δοκεῖτε τοίνυν μοι πάλαι οὐ καλῶς, ὦ Σώκρατες, ὁρίζεσθαι τὴν ἀνδρείαν· ὃ γὰρ ἐγὼ σοῦ ἤδη καλῶς λέγοντος ἀκήκοα, τούτῳ οὐ χρῆσθε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ποίῳ δή, ὦ Νικία;</said></p><p><said who="#Νικίας"><milestone unit="section" resp="Stephanus" n="194d"/><label>ΝΙ.</label> πολλάκις ἀκήκοά σου λέγοντος ὅτι ταῦτα ἀγαθὸς ἕκαστος ἡμῶν ἅπερ σοφός, ἃ δὲ ἀμαθής, ταῦτα δὲ κακός.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀληθῆ μέντοι νὴ Δία λέγεις, ὦ Νικία.</said></p><p><said who="#Νικίας"><label>ΝΙ.</label> οὐκοῦν εἴπερ ὁ ἀνδρεῖος ἀγαθός, δῆλον ὅτι σοφός ἐστιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἤκουσας, ὦ Λάχης;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ἔγωγε, καὶ οὐ σφόδρα γε μανθάνω ὃ λέγει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἐγὼ δοκῶ μανθάνειν, καί μοι δοκεῖ ἁνὴρ σοφίαν τινὰ τὴν ἀνδρείαν λέγειν.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ποίαν, ὦ Σώκρατες, σοφίαν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="194e"/><label>ΣΩ.</label> οὐκοῦν τόνδε τοῦτο ἐρωτᾷς;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι δή, αὐτῷ εἰπέ, ὦ Νικία, ποία σοφία ἀνδρεία ἂν εἴη κατὰ τὸν σὸν λόγον. οὐ γάρ που ἥ γε αὐλητική.</said></p><p><said who="#Νικίας"><label>ΝΙ.</label> οὐδαμῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲ μὴν ἡ κιθαριστική.</said></p><p><said who="#Νικίας"><label>ΝΙ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ τίς δὴ αὕτη ἢ τίνος ἐπιστήμη;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> πάνυ μὲν οὖν ὀρθῶς αὐτὸν ἐρωτᾷς, ὦ Σώκρατες, καὶ εἰπέτω γε τίνα φησὶν αὐτὴν εἶναι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="195"><p><said who="#Νικίας"><label>ΝΙ.</label> ταύτην ἔγωγε, ὦ Λάχης, τὴν τῶν δεινῶν καὶ θαρραλέων <milestone n="195" unit="page"/><milestone unit="section" resp="Stephanus" n="195a"/> ἐπιστήμην καὶ ἐν πολέμῳ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ὡς ἄτοπα λέγει, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρὸς τί τοῦτʼ εἶπες βλέψας, ὦ Λάχης;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> πρὸς ὅτι; χωρὶς δήπου σοφία ἐστὶν ἀνδρείας.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔκουν φησί γε Νικίας.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> οὐ μέντοι μὰ Δία· ταῦτά τοι καὶ ληρεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν διδάσκωμεν αὐτὸν ἀλλὰ μὴ λοιδορῶμεν.</said></p><p><said who="#Νικίας"><label>ΝΙ.</label> οὔκ, ἀλλά μοι δοκεῖ, ὦ Σώκρατες, Λάχης ἐπιθυμεῖν κἀμὲ φανῆναι μηδὲν λέγοντα, ὅτι καὶ αὐτὸς ἄρτι τοιοῦτός  <milestone unit="section" resp="Stephanus" n="195b"/> τις ἐφάνη.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> πάνυ μὲν οὖν, ὦ Νικία, καὶ πειράσομαί γε ἀποφῆναι· οὐδὲν γὰρ λέγεις. ἐπεὶ αὐτίκα ἐν ταῖς νόσοις οὐχ οἱ ἰατροὶ τὰ δεινὰ ἐπίστανται; ἢ οἱ ἀνδρεῖοι δοκοῦσί σοι ἐπίστασθαι; ἢ τοὺς ἰατροὺς σὺ ἀνδρείους καλεῖς;</said></p><p><said who="#Νικίας"><label>ΝΙ.</label> οὐδʼ ὁπωστιοῦν.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> οὐδέ γε τοὺς γεωργοὺς οἶμαι. καίτοι τά γε ἐν τῇ γεωργίᾳ δεινὰ οὗτοι δήπου ἐπίστανται, καὶ οἱ ἄλλοι δημιουργοὶ ἅπαντες τὰ ἐν ταῖς αὑτῶν τέχναις δεινά τε καὶ  <milestone unit="section" resp="Stephanus" n="195c"/> θαρραλέα ἴσασιν· ἀλλʼ οὐδέν τι μᾶλλον οὗτοι ἀνδρεῖοί εἰσιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δοκεῖ Λάχης λέγειν, ὦ Νικία; ἔοικεν μέντοι λέγειν τι.</said></p><p><said who="#Νικίας"><label>ΝΙ.</label> καὶ γὰρ λέγει γέ τι, οὐ μέντοι ἀληθές γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς δή;</said></p><p><said who="#Νικίας"><label>ΝΙ.</label> ὅτι οἴεται τοὺς ἰατροὺς πλέον τι εἰδέναι περὶ τοὺς κάμνοντας ἢ τὸ ὑγιεινὸν <sic>εἰπεῖν</sic> οἷόν τε καὶ νοσῶδες. οἱ δὲ δήπου τοσοῦτον μόνον ἴσασιν· εἰ δὲ δεινόν τῳ τοῦτό ἐστιν τὸ ὑγιαίνειν μᾶλλον ἢ τὸ κάμνειν, ἡγῇ σὺ τουτί, ὦ Λάχης, τοὺς ἰατροὺς ἐπίστασθαι; ἢ οὐ πολλοῖς οἴει ἐκ τῆς νόσου ἄμεινον εἶναι μὴ ἀναστῆναι ἢ ἀναστῆναι; τοῦτο γὰρ εἰπέ·  <milestone unit="section" resp="Stephanus" n="195d"/> σὺ πᾶσι φῂς ἄμεινον εἶναι ζῆν καὶ οὐ πολλοῖς κρεῖττον τεθνάναι;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> οἶμαι ἔγωγε τοῦτό γε.</said></p><p><said who="#Νικίας"><label>ΝΙ.</label> οἷς οὖν τεθνάναι λυσιτελεῖ, ταὐτὰ οἴει δεινὰ εἶναι καὶ οἷς ζῆν;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> οὐκ ἔγωγε.</said></p><p><said who="#Νικίας"><label>ΝΙ.</label> ἀλλὰ τοῦτο δὴ σὺ δίδως τοῖς ἰατροῖς γιγνώσκειν ἢ ἄλλῳ τινὶ δημιουργῷ πλὴν τῷ τῶν δεινῶν καὶ μὴ δεινῶν ἐπιστήμονι, ὃν ἐγὼ ἀνδρεῖον καλῶ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κατανοεῖς, ὦ Λάχης, ὅτι λέγει;</said></p><p><said who="#Λάχης"><milestone unit="section" resp="Stephanus" n="195e"/><label>ΛΑ.</label> ἔγωγε, ὅτι γε τοὺς μάντεις καλεῖ τοὺς ἀνδρείους· τίς γὰρ δὴ ἄλλος εἴσεται ὅτῳ ἄμεινον ζῆν ἢ τεθνάναι; καίτοι σύ, ὦ Νικία, πότερον ὁμολογεῖς μάντις εἶναι ἢ οὔτε μάντις οὔτε ἀνδρεῖος;</said></p><p><said who="#Νικίας"><label>ΝΙ.</label> τί δέ; μάντει αὖ οἴει προσήκει τὰ δεινὰ γιγνώσκειν καὶ τὰ θαρραλέα;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ἔγωγε· τίνι γὰρ ἄλλῳ;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="196"><p><said who="#Νικίας"><label>ΝΙ.</label> ὧι ἐγὼ λέγω πολὺ μᾶλλον, ὦ βέλτιστε· ἐπεὶ μάντιν γε τὰ σημεῖα μόνον δεῖ γιγνώσκειν τῶν ἐσομένων, εἴτε τῳ θάνατος εἴτε νόσος εἴτε ἀποβολὴ χρημάτων ἔσται, <milestone n="196" unit="page"/><milestone unit="section" resp="Stephanus" n="196a"/> εἴτε νίκη εἴτε ἧττα ἢ πολέμου ἢ καὶ ἄλλης τινὸς ἀγωνίας· ὅτι δέ τῳ ἄμεινον τούτων ἢ παθεῖν ἢ μὴ παθεῖν, τί μᾶλλον μάντει προσήκει κρῖναι ἢ ἄλλῳ ὁτῳοῦν;</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ἀλλʼ ἐγὼ τούτου οὐ μανθάνω, ὦ Σώκρατες, ὅτι βούλεται λέγειν· οὔτε γὰρ μάντιν οὔτε ἰατρὸν οὔτε ἄλλον οὐδένα δηλοῖ ὅντινα λέγει τὸν ἀνδρεῖον, εἰ μὴ εἰ θεόν τινα λέγει αὐτὸν εἶναι. ἐμοὶ μὲν οὖν φαίνεται Νικίας οὐκ ἐθέλειν  <milestone unit="section" resp="Stephanus" n="196b"/> γενναίως ὁμολογεῖν ὅτι οὐδὲν λέγει, ἀλλὰ στρέφεται ἄνω καὶ κάτω ἐπικρυπτόμενος τὴν αὑτοῦ ἀπορίαν· καίτοι κἂν ἡμεῖς οἷοί τε ἦμεν ἄρτι ἐγώ τε καὶ σὺ τοιαῦτα στρέφεσθαι, εἰ ἐβουλόμεθα μὴ δοκεῖν ἐναντία ἡμῖν αὐτοῖς λέγειν. εἰ μὲν οὖν ἐν δικαστηρίῳ ἡμῖν οἱ λόγοι ἦσαν, εἶχεν ἄν τινα λόγον ταῦτα ποιεῖν· νῦν δὲ τί ἄν τις ἐν συνουσίᾳ τοιᾷδε μάτην κενοῖς λόγοις αὐτὸς αὑτὸν κοσμοῖ;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="196c"/><label>ΣΩ.</label> οὐδὲν οὐδʼ ἐμοὶ δοκεῖ, ὦ Λάχης· ἀλλʼ ὁρῶμεν μὴ Νικίας οἴεταί τι λέγειν καὶ οὐ λόγου ἕνεκα ταῦτα λέγει. αὐτοῦ οὖν σαφέστερον πυθώμεθα τί ποτε νοεῖ· καὶ ἐάν τι φαίνηται λέγων, συγχωρησόμεθα, εἰ δὲ μή, διδάξομεν.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> σὺ τοίνυν, ὦ Σώκρατες, εἰ βούλει πυνθάνεσθαι, πυνθάνου· ἐγὼ δʼ ἴσως ἱκανῶς πέπυσμαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οὐδέν με κωλύει· κοινὴ γὰρ ἔσται ἡ πύστις ὑπὲρ ἐμοῦ τε καὶ σοῦ.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγε δή μοι, ὦ Νικία—μᾶλλον δʼ ἡμῖν· κοινούμεθα  <milestone unit="section" resp="Stephanus" n="196d"/> γὰρ ἐγώ τε καὶ Λάχης τὸν λόγον—τὴν ἀνδρείαν ἐπιστήμην φῂς δεινῶν τε καὶ θαρραλέων εἶναι;</said></p><p><said who="#Νικίας"><label>ΝΙ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο δὲ οὐ παντὸς δὴ εἶναι ἀνδρὸς γνῶναι, ὁπότε γε μήτε ἰατρὸς μήτε μάντις αὐτὸ γνώσεται μηδὲ ἀνδρεῖος ἔσται, ἐὰν μὴ αὐτὴν ταύτην τὴν ἐπιστήμην προσλάβῃ· οὐχ οὕτως ἔλεγες;</said></p><p><said who="#Νικίας"><label>ΝΙ.</label> οὕτω μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κατὰ τὴν παροιμίαν ἄρα τῷ ὄντι οὐκ ἂν πᾶσα ὗς γνοίη οὐδʼ ἂν ἀνδρεία γένοιτο.</said></p><p><said who="#Νικίας"><label>ΝΙ.</label> οὔ μοι δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="196e"/><label>ΣΩ.</label> δῆλον δή, ὦ Νικία, ὅτι οὐδὲ τὴν Κρομμυωνίαν ὗν πιστεύεις σύ γε ἀνδρείαν γεγονέναι. τοῦτο δὲ λέγω οὐ παίζων, ἀλλʼ ἀναγκαῖον οἶμαι τῷ ταῦτα λέγοντι μηδενὸς θηρίου ἀποδέχεσθαι ἀνδρείαν, ἢ συγχωρεῖν θηρίον τι οὕτω σοφὸν εἶναι, ὥστε ἃ ὀλίγοι ἀνθρώπων ἴσασι διὰ τὸ χαλεπὰ εἶναι γνῶναι, ταῦτα λέοντα ἢ πάρδαλιν ἤ τινα κάπρον φάναι εἰδέναι· ἀλλʼ ἀνάγκη ὁμοίως λέοντα καὶ ἔλαφον καὶ ταῦρον καὶ πίθηκον πρὸς ἀνδρείαν φάναι πεφυκέναι τὸν τιθέμενον ἀνδρείαν τοῦθʼ ὅπερ σὺ τίθεσαι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="197"><p><said who="#Λάχης"><milestone n="197" unit="page"/><milestone unit="section" resp="Stephanus" n="197a"/><label>ΛΑ.</label> νὴ τοὺς θεούς, καὶ εὖ γε λέγεις, ὦ Σώκρατες. καὶ ἡμῖν ὡς ἀληθῶς τοῦτο ἀπόκριναι, ὦ Νικία, πότερον σοφώτερα φῂς ἡμῶν ταῦτα εἶναι τὰ θηρία, ἃ πάντες ὁμολογοῦμεν ἀνδρεῖα εἶναι, ἢ πᾶσιν ἐναντιούμενος τολμᾷς μηδὲ ἀνδρεῖα αὐτὰ καλεῖν;</said></p><p><said who="#Νικίας"><label>ΝΙ.</label> οὐ γάρ τι, ὦ Λάχης, ἔγωγε ἀνδρεῖα καλῶ οὔτε θηρία οὔτε ἄλλο οὐδὲν τὸ τὰ δεινὰ ὑπὸ ἀνοίας μὴ φοβούμενον, ἀλλʼ ἄφοβον καὶ μῶρον· ἢ καὶ τὰ παιδία πάντα οἴει με  <milestone unit="section" resp="Stephanus" n="197b"/> ἀνδρεῖα καλεῖν, ἃ διʼ ἄνοιαν οὐδὲν δέδοικεν; ἀλλʼ οἶμαι τὸ ἄφοβον καὶ τὸ ἀνδρεῖον οὐ ταὐτόν ἐστιν. ἐγὼ δὲ ἀνδρείας μὲν καὶ προμηθίας πάνυ τισὶν ὀλίγοις οἶμαι μετεῖναι, θρασύτητος δὲ καὶ τόλμης καὶ τοῦ ἀφόβου μετὰ ἀπρομηθίας πάνυ πολλοῖς καὶ ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων καὶ θηρίων. ταῦτʼ οὖν ἃ σὺ καλεῖς ἀνδρεῖα καὶ οἱ πολλοί, ἐγὼ  <milestone unit="section" resp="Stephanus" n="197c"/> θρασέα καλῶ, ἀνδρεῖα δὲ τὰ φρόνιμα περὶ ὧν λέγω.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> θέασαι, ὦ Σώκρατες, ὡς εὖ ὅδε ἑαυτὸν δή, ὡς οἴεται, κοσμεῖ τῷ λόγῳ· οὓς δὲ πάντες ὁμολογοῦσιν ἀνδρείους εἶναι, τούτους ἀποστερεῖν ἐπιχειρεῖ ταύτης τῆς τιμῆς.</said></p><p><said who="#Νικίας"><label>ΝΙ.</label> οὔκουν σέ γε, ὦ Λάχης, ἀλλὰ θάρρει· φημὶ γάρ σε εἶναι σοφόν, καὶ Λάμαχόν γε, εἴπερ ἐστὲ ἀνδρεῖοι, καὶ ἄλλους γε συχνοὺς Ἀθηναίων.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> οὐδὲν ἐρῶ πρὸς ταῦτα, ἔχων εἰπεῖν, ἵνα μή με φῇς ὡς ἀληθῶς Αἰξωνέα εἶναι.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="197d"/><label>ΣΩ.</label> μηδέ γε εἴπῃς, ὦ Λάχης· καὶ γάρ μοι δοκεῖς οὐδὲ ᾐσθῆσθαι ὅτι ταύτην τὴν σοφίαν παρὰ Δάμωνος τοῦ ἡμετέρου ἑταίρου παρείληφεν, ὁ δὲ Δάμων τῷ προδίκῳ πολλὰ πλησιάζει, ὃς δὴ δοκεῖ τῶν σοφιστῶν κάλλιστα τὰ τοιαῦτα ὀνόματα διαιρεῖν.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> καὶ γὰρ πρέπει, ὦ Σώκρατες, σοφιστῇ τὰ τοιαῦτα μᾶλλον κομψεύεσθαι ἢ ἀνδρὶ ὃν ἡ πόλις ἀξιοῖ αὑτῆς προεστάναι.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="197e"/><label>ΣΩ.</label> πρέπει μέν που, ὦ μακάριε, τῶν μεγίστων προστατοῦντι μεγίστης φρονήσεως μετέχειν· δοκεῖ δέ μοι Νικίας ἄξιος εἶναι ἐπισκέψεως, ὅποι ποτὲ βλέπων τοὔνομα τοῦτο τίθησι τὴν ἀνδρείαν.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> αὐτὸς τοίνυν σκόπει, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο μέλλω ποιεῖν, ὦ ἄριστε· μὴ μέντοι οἴου με ἀφήσειν σε τῆς κοινωνίας τοῦ λόγου, ἀλλὰ πρόσεχε τὸν νοῦν καὶ συσκόπει τὰ λεγόμενα.</said></p><p><said who="#Λάχης"><label>ΛΑ.</label> ταῦτα δὴ ἔστω, εἰ δοκεῖ χρῆναι.</said></p></div></div></body></text></TEI>