<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg018.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="173"><p><said who="#Σωκράτης" rend="merge">
					ὡς ἀληθῶς γάρ, εἰ ὅτι μάλιστα τοιοῦτόν ἐστιν ἡ σωφροσύνη, οὐδέν μοι 
				
<milestone n="173" unit="page"/><milestone unit="section" resp="Stephanus" n="173a"/> δῆλον εἶναι δοκεῖ ὅτι ἀγαθὸν ἡμᾶς ἀπεργάζεται. 
<milestone unit="para" ed="P"/>πῶς δή; ἦ δʼ ὅς. λέγε, ἵνα καὶ ἡμεῖς εἰδῶμεν ὅτι λέγεις. 
<milestone unit="para" ed="P"/>οἶμαι μέν, ἦν δʼ ἐγώ, ληρεῖν με· ὅμως τό γε προφαινόμενον ἀναγκαῖον σκοπεῖν καὶ μὴ εἰκῇ παριέναι, εἴ τίς γε αὑτοῦ καὶ σμικρὸν κήδεται. 
<milestone unit="para" ed="P"/>καλῶς γάρ, ἔφη, λέγεις. 
<milestone unit="para" ed="P"/>ἄκουε δή, ἔφην, τὸ ἐμὸν ὄναρ, εἴτε διὰ κεράτων εἴτε διʼ ἐλέφαντος ἐλήλυθεν. εἰ γὰρ ὅτι μάλιστα ἡμῶν ἄρχοι ἡ σωφροσύνη, οὖσα οἵαν νῦν ὁριζόμεθα, ἄλλο τι κατὰ τὰς  <milestone unit="section" resp="Stephanus" n="173b"/> ἐπιστήμας πάντʼ ἂν πράττοιτο, καὶ οὔτε τις κυβερνήτης φάσκων εἶναι, ὢν δὲ οὔ, ἐξαπατῷ ἂν ἡμᾶς, οὔτε ἰατρὸς οὔτε στρατηγὸς οὔτʼ ἄλλος οὐδείς, προσποιούμενός τι εἰδέναι ὃ μὴ οἶδεν, λανθάνοι ἄν· ἐκ δὴ τούτων οὕτως ἐχόντων ἄλλο ἂν ἡμῖν τι συμβαίνοι ἢ ὑγιέσιν τε τὰ σώματα εἶναι μᾶλλον ἢ νῦν, καὶ ἐν τῇ θαλάττῃ κινδυνεύοντας καὶ ἐν πολέμῳ σῴζεσθαι, καὶ τὰ σκεύη καὶ τὴν ἀμπεχόνην καὶ ὑπόδεσιν  <milestone unit="section" resp="Stephanus" n="173c"/> πᾶσαν καὶ τὰ χρήματα πάντα τεχνικῶς ἡμῖν εἰργασμένα εἶναι καὶ ἄλλα πολλὰ διὰ τὸ ἀληθινοῖς δημιουργοῖς χρῆσθαι; εἰ δὲ βούλοιό γε, καὶ τὴν μαντικὴν εἶναι συγχωρήσωμεν ἐπιστήμην τοῦ μέλλοντος ἔσεσθαι, καὶ τὴν σωφροσύνην, αὐτῆς ἐπιστατοῦσαν, τοὺς μὲν ἀλαζόνας ἀποτρέπειν, τοὺς δὲ ὡς ἀληθῶς μάντεις καθιστάναι ἡμῖν προφήτας τῶν μελλόντων. κατεσκευασμένον δὴ οὕτω τὸ ἀνθρώπινον γένος  <milestone unit="section" resp="Stephanus" n="173d"/> ὅτι μὲν ἐπιστημόνως ἂν πράττοι καὶ ζῴη, ἕπομαι—ἡ γὰρ σωφροσύνη φυλάττουσα οὐκ ἂν ἐῴη παρεμπίπτουσαν τὴν ἀνεπιστημοσύνην συνεργὸν ἡμῖν εἶναι—ὅτι δʼ ἐπιστημόνως ἂν πράττοντες εὖ ἂν πράττοιμεν καὶ εὐδαιμονοῖμεν, τοῦτο δὲ οὔπω δυνάμεθα μαθεῖν, ὦ φίλε Κριτία. 
<milestone unit="para" ed="P"/>ἀλλὰ μέντοι, ἦ δʼ ὅς, οὐ ῥᾳδίως εὑρήσεις ἄλλο τι τέλος τοῦ εὖ πράττειν, ἐὰν τὸ ἐπιστημόνως ἀτιμάσῃς. 
<milestone unit="para" ed="P"/>σμικρὸν τοίνυν με, ἦν δʼ ἐγώ, ἔτι προσδίδαξον. τίνος ἐπιστημόνως λέγεις; ἦ σκυτῶν τομῆς;  <milestone unit="section" resp="Stephanus" n="173e"/>  
<milestone unit="para" ed="P"/>μὰ Δίʼ οὐκ ἔγωγε. 
<milestone unit="para" ed="P"/>ἀλλὰ χαλκοῦ ἐργασίας; 
<milestone unit="para" ed="P"/>οὐδαμῶς. 
<milestone unit="para" ed="P"/>ἀλλὰ ἐρίων ἢ ξύλων ἢ ἄλλου του τῶν τοιούτων; 
<milestone unit="para" ed="P"/>οὐ δῆτα. 
<milestone unit="para" ed="P"/>οὐκ ἄρα, ἦν δʼ ἐγώ, ἔτι ἐμμένομεν τῷ λόγῳ τῷ εὐδαίμονα εἶναι τὸν ἐπιστημόνως ζῶντα. οὗτοι γὰρ ἐπιστημόνως ζῶντες οὐχ ὁμολογοῦνται παρὰ σοῦ εὐδαίμονες εἶναι, ἀλλὰ περί τινων ἐπιστημόνως ζῶντα σὺ δοκεῖς μοι ἀφορίζεσθαι τὸν εὐδαίμονα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="174"><p><said who="#Σωκράτης" rend="merge">
					καὶ ἴσως λέγεις ὃν νυνδὴ ἐγὼ ἔλεγον, τὸν 
				
<milestone n="174" unit="page"/><milestone unit="section" resp="Stephanus" n="174a"/> εἰδότα τὰ μέλλοντα ἔσεσθαι πάντα, τὸν μάντιν. τοῦτον ἢ ἄλλον τινὰ λέγεις; 
<milestone unit="para" ed="P"/>καὶ τοῦτον ἔγωγε, ἔφη, καὶ ἄλλον. 
<milestone unit="para" ed="P"/>τίνα; ἦν δʼ ἐγώ. ἆρα μὴ τὸν τοιόνδε, εἴ τις πρὸς τοῖς μέλλουσιν καὶ τὰ γεγονότα πάντα εἰδείη καὶ τὰ νῦν ὄντα, καὶ μηδὲν ἀγνοοῖ; θῶμεν γάρ τινα εἶναι αὐτόν. οὐ γὰρ οἶμαι τούτου γε ἔτι ἂν εἴποις οὐδένα ἐπιστημονέστερον ζῶντα εἶναι. 
<milestone unit="para" ed="P"/>οὐ δῆτα. 
<milestone unit="para" ed="P"/>τόδε δὴ ἔτι προσποθῶ, τίς αὐτὸν τῶν ἐπιστημῶν ποιεῖ εὐδαίμονα; ἢ ἅπασαι ὁμοίως; 
<milestone unit="para" ed="P"/>οὐδαμῶς ὁμοίως, ἔφη.  <milestone unit="section" resp="Stephanus" n="174b"/>  
<milestone unit="para" ed="P"/>ἀλλὰ ποία μάλιστα; ᾗ τί οἶδεν καὶ τῶν ὄντων καὶ τῶν γεγονότων καὶ τῶν μελλόντων ἔσεσθαι; ἆρά γε ᾗ τὸ πεττευτικόν; 
<milestone unit="para" ed="P"/>ποῖον, ἦ δʼ ὅς, πεττευτικόν; 
<milestone unit="para" ed="P"/>ἀλλʼ ᾗ τὸ λογιστικόν; 
<milestone unit="para" ed="P"/>οὐδαμῶς. 
<milestone unit="para" ed="P"/>ἀλλʼ ᾗ τὸ ὑγιεινόν; 
<milestone unit="para" ed="P"/>μᾶλλον, ἔφη. 
<milestone unit="para" ed="P"/>ἐκείνη δʼ ἣν λέγω μάλιστα, ἦν δʼ ἐγώ, ᾗ τί; 
<milestone unit="para" ed="P"/>ἧι τὸ ἀγαθόν, ἔφη, καὶ τὸ κακόν. 
<milestone unit="para" ed="P"/>ὦ μιαρέ, ἔφην ἐγώ, πάλαι με περιέλκεις κύκλῳ, ἀποκρυπτόμενος ὅτι οὐ τὸ ἐπιστημόνως ἦν ζῆν τὸ εὖ πράττειν  <milestone unit="section" resp="Stephanus" n="174c"/> τε καὶ εὐδαιμονεῖν ποιοῦν, οὐδὲ συμπασῶν τῶν ἄλλων ἐπιστημῶν, ἀλλὰ μιᾶς οὔσης ταύτης μόνον τῆς περὶ τὸ ἀγαθόν τε καὶ κακόν. ἐπεί, ὦ Κριτία, εἰ ʼθέλεις ἐξελεῖν ταύτην τὴν ἐπιστήμην ἐκ τῶν ἄλλων ἐπιστημῶν, ἧττόν τι ἡ μὲν ἰατρικὴ ὑγιαίνειν ποιήσει, ἡ δὲ σκυτικὴ ὑποδεδέσθαι, ἡ δὲ ὑφαντικὴ ἠμφιέσθαι, ἡ δὲ κυβερνητικὴ κωλύσει ἐν τῇ θαλάττῃ ἀποθνῄσκειν καὶ ἡ στρατηγικὴ ἐν πολέμῳ; 
<milestone unit="para" ed="P"/>οὐδὲν ἧττον, ἔφη. 
<milestone unit="para" ed="P"/>ἀλλʼ, ὦ φίλε Κριτία, τὸ εὖ γε τούτων ἕκαστα γίγνεσθαι  <milestone unit="section" resp="Stephanus" n="174d"/> καὶ ὠφελίμως ἀπολελοιπὸς ἡμᾶς ἔσται ταύτης ἀπούσης. 
<milestone unit="para" ed="P"/>ἀληθῆ λέγεις. 
<milestone unit="para" ed="P"/>οὐχ αὕτη δέ γε, ὡς ἔοικεν, ἐστὶν ἡ σωφροσύνη, ἀλλʼ ἧς ἔργον ἐστὶν τὸ ὠφελεῖν ἡμᾶς. οὐ γὰρ ἐπιστημῶν γε καὶ ἀνεπιστημοσυνῶν ἡ ἐπιστήμη ἐστίν, ἀλλὰ ἀγαθοῦ τε καὶ κακοῦ· ὥστε εἰ αὕτη ἐστὶν ὠφέλιμος, ἡ σωφροσύνη ἄλλο τι ἂν εἴη <del>ἡ ὠφελίμη</del> ἡμῖν. 
<milestone unit="para" ed="P"/>τί δʼ, ἦ δʼ ὅς, οὐκ ἂν αὕτη ὠφελοῖ; εἰ γὰρ ὅτι μάλιστα τῶν ἐπιστημῶν ἐπιστήμη ἐστὶν ἡ σωφροσύνη, ἐπιστατεῖ  <milestone unit="section" resp="Stephanus" n="174e"/> δὲ καὶ ταῖς ἄλλαις ἐπιστήμαις, καὶ ταύτης δήπου ἂν ἄρχουσα τῆς περὶ τἀγαθὸν ἐπιστήμης ὠφελοῖ ἂν ἡμᾶς. 
<milestone unit="para" ed="P"/>ἦ κἂν ὑγιαίνειν ποιοῖ, ἦν δʼ ἐγώ, αὕτη, ἀλλʼ οὐχ ἡ ἰατρική; καὶ τἆλλα τὰ τῶν τεχνῶν αὕτη ἂν ποιοῖ, καὶ οὐχ αἱ ἄλλαι τὸ αὑτῆς ἔργον ἑκάστη; ἢ οὐ πάλαι διεμαρτυρόμεθα ὅτι ἐπιστήμης μόνον ἐστὶν καὶ ἀνεπιστημοσύνης ἐπιστήμη, ἄλλου δὲ οὐδενός· οὐχ οὕτω; 
<milestone unit="para" ed="P"/>φαίνεταί γε. 
<milestone unit="para" ed="P"/>οὐκ ἄρα ὑγιείας ἔσται δημιουργός; 
<milestone unit="para" ed="P"/>οὐ δῆτα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="175"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="175" unit="page"/><milestone unit="section" resp="Stephanus" n="175a"/><milestone unit="para" ed="P"/>ἄλλης γὰρ ἦν τέχνης ὑγίεια· ἢ οὔ; 
<milestone unit="para" ed="P"/>ἄλλης. 
<milestone unit="para" ed="P"/>οὐδʼ ἄρα ὠφελίας, ὦ ἑταῖρε· ἄλλῃ γὰρ αὖ ἀπέδομεν τοῦτο τὸ ἔργον τέχνῃ νυνδή· ἦ γάρ; 
<milestone unit="para" ed="P"/>πάνυ γε. 
<milestone unit="para" ed="P"/>πῶς οὖν ὠφέλιμος ἔσται ἡ σωφροσύνη, οὐδεμιᾶς ὠφελίας οὖσα δημιουργός; 
<milestone unit="para" ed="P"/>οὐδαμῶς, ὦ Σώκρατες, ἔοικέν γε. 
<milestone unit="para" ed="P"/>ὁρᾷς οὖν, ὦ Κριτία, ὡς ἐγὼ πάλαι εἰκότως ἐδεδοίκη καὶ δικαίως ἐμαυτὸν ᾐτιώμην ὅτι οὐδὲν χρηστὸν περὶ σωφροσύνης σκοπῶ; οὐ γὰρ ἄν που ὅ γε κάλλιστον πάντων  <milestone unit="section" resp="Stephanus" n="175b"/> ὁμολογεῖται εἶναι, τοῦτο ἡμῖν ἀνωφελὲς ἐφάνη, εἴ τι ἐμοῦ ὄφελος ἦν πρὸς τὸ καλῶς ζητεῖν. νῦν δὲ πανταχῇ γὰρ ἡττώμεθα, καὶ οὐ δυνάμεθα εὑρεῖν ἐφʼ ὅτῳ ποτὲ τῶν ὄντων ὁ νομοθέτης τοῦτο τοὔνομα ἔθετο, τὴν σωφροσύνην. καίτοι πολλά γε συγκεχωρήκαμεν οὐ συμβαίνονθʼ ἡμῖν ἐν τῷ λόγῳ. καὶ γὰρ ἐπιστήμην ἐπιστήμης εἶναι συνεχωρήσαμεν, οὐκ ἐῶντος τοῦ λόγου οὐδὲ φάσκοντος εἶναι· καὶ ταύτῃ αὖ τῇ ἐπιστήμῃ καὶ τὰ τῶν ἄλλων ἐπιστημῶν ἔργα γιγνώσκειν  <milestone unit="section" resp="Stephanus" n="175c"/> συνεχωρήσαμεν, οὐδὲ τοῦτʼ ἐῶντος τοῦ λόγου, ἵνα δὴ ἡμῖν γένοιτο ὁ σώφρων ἐπιστήμων ὧν τε οἶδεν ὅτι οἶδεν, καὶ ὧν μὴ οἶδεν ὅτι οὐκ οἶδεν. τοῦτο μὲν δὴ καὶ παντάπασι μεγαλοπρεπῶς συνεχωρήσαμεν, οὐδʼ ἐπισκεψάμενοι τὸ ἀδύνατον εἶναι ἅ τις μὴ οἶδεν μηδαμῶς, ταῦτα εἰδέναι ἁμῶς γέ πως· ὅτι γὰρ οὐκ οἶδεν, φησὶν αὐτὰ εἰδέναι ἡ ἡμετέρα ὁμολογία. καίτοι, ὡς ἐγᾦμαι, οὐδενὸς ὅτου οὐχὶ ἀλογώτερον τοῦτʼ ἂν φανείη. ἀλλʼ ὅμως οὕτως ἡμῶν εὐηθικῶν  <milestone unit="section" resp="Stephanus" n="175d"/> τυχοῦσα ἡ ζήτησις καὶ οὐ σκληρῶν, οὐδέν τι μᾶλλον εὑρεῖν δύναται τὴν ἀλήθειαν, ἀλλὰ τοσοῦτον κατεγέλασεν αὐτῆς, ὥστε ὃ ἡμεῖς πάλαι συνομολογοῦντες καὶ συμπλάττοντες ἐτιθέμεθα σωφροσύνην εἶναι, τοῦτο ἡμῖν πάνυ ὑβριστικῶς ἀνωφελὲς ὂν ἀπέφαινε. τὸ μὲν οὖν ἐμὸν καὶ ἧττον ἀγανακτῶ· ὑπὲρ δὲ σοῦ, ἦν δʼ ἐγώ, ὦ Χαρμίδη, πάνυ ἀγανακτῶ, εἰ σὺ τοιοῦτος ὢν τὴν ἰδέαν καὶ πρὸς τούτῳ τὴν ψυχὴν  <milestone unit="section" resp="Stephanus" n="175e"/> σωφρονέστατος, μηδὲν ὀνήσῃ ἀπὸ ταύτης τῆς σωφροσύνης μηδέ τί σʼ ὠφελήσει ἐν τῷ βίῳ παροῦσα. ἔτι δὲ μᾶλλον ἀγανακτῶ ὑπὲρ τῆς ἐπῳδῆς ἣν παρὰ τοῦ Θρᾳκὸς ἔμαθον, εἰ μηδενὸς ἀξίου πράγματος οὖσαν αὐτὴν μετὰ πολλῆς σπουδῆς ἐμάνθανον. ταῦτʼ οὖν πάνυ μὲν <del>οὖν</del> οὐκ οἴομαι οὕτως ἔχειν, ἀλλʼ ἐμὲ φαῦλον εἶναι ζητητήν·ἐπεὶ τήν γε σωφροσύνην μέγα τι ἀγαθὸν εἶναι, καὶ εἴπερ γε ἔχεις αὐτό, 
				
		<milestone n="176" unit="page"/><milestone unit="section" resp="Stephanus" n="176a"/> μακάριον εἶναί σε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="176"><p><said who="#Σωκράτης" rend="merge"> ἀλλʼ ὅρα εἰ ἔχεις τε καὶ μηδὲν δέῃ τῆς ἐπῳδῆς· εἰ γὰρ ἔχεις, μᾶλλον ἂν ἔγωγέ σοι συμβουλεύσαιμι ἐμὲ μὲν λῆρον ἡγεῖσθαι εἶναι καὶ ἀδύνατον λόγῳ ὁτιοῦν ζητεῖν, σεαυτὸν δέ, ὅσῳπερ σωφρονέστερος εἶ, τοσούτῳ εἶναι καὶ εὐδαιμονέστερον. 
<milestone unit="para" ed="P"/>καὶ ὁ Χαρμίδης, ἀλλὰ μὰ Δίʼ, ἦ δʼ ὅς, ἔγωγε, ὦ Σώκρατες, οὐκ οἶδα οὔτʼ εἰ ἔχω οὔτʼ εἰ μὴ ἔχω· πῶς γὰρ ἂν εἰδείην ὅ γε μηδʼ ὑμεῖς οἷοί τέ ἐστε ἐξευρεῖν ὅτι ποτʼ ἔστιν,  <milestone unit="section" resp="Stephanus" n="176b"/> ὡς φῂς σύ; ἐγὼ μέντοι οὐ πάνυ σοι πείθομαι, καὶ ἐμαυτόν, ὦ Σώκρατες, πάνυ οἶμαι δεῖσθαι τῆς ἐπῳδῆς, καὶ τό γʼ ἐμὸν οὐδὲν κωλύει ἐπᾴδεσθαι ὑπὸ σοῦ ὅσαι ἡμέραι, ἕως ἂν φῇς σὺ ἱκανῶς ἔχειν. 
<milestone unit="para" ed="P"/>εἶεν· ἀλλʼ, ἔφη ὁ Κριτίας, ὦ Χαρμίδη, <add>ἢν</add> δρᾷς τοῦτο ἔμοιγʼ ἔσται τοῦτο τεκμήριον ὅτι σωφρονεῖς, ἢν ἐπᾴδειν παρέχῃς Σωκράτει καὶ μὴ ἀπολείπῃ τούτου μήτε μέγα μήτε σμικρόν. 
<milestone unit="para" ed="P"/>ὡς ἀκολουθήσοντος, ἔφη, καὶ μὴ ἀπολειψομένου· δεινὰ  <milestone unit="section" resp="Stephanus" n="176c"/> γὰρ ἂν ποιοίην, εἰ μὴ πειθοίμην σοὶ τῷ ἐπιτρόπῳ καὶ μὴ ποιοίην ἃ κελεύεις. 
<milestone unit="para" ed="P"/>ἀλλὰ μήν, ἔφη, κελεύω ἔγωγε. 
<milestone unit="para" ed="P"/>ποιήσω τοίνυν, ἔφη, ἀπὸ ταυτησὶ τῆς ἡμέρας ἀρξάμενος. 
<milestone unit="para" ed="P"/>οὗτοι, ἦν δʼ ἐγώ, τί βουλεύεσθον ποιεῖν; 
<milestone unit="para" ed="P"/>οὐδέν, ἔφη ὁ Χαρμίδης, ἀλλὰ βεβουλεύμεθα. 
<milestone unit="para" ed="P"/>βιάσῃ ἄρα, ἦν δʼ ἐγώ, καὶ οὐδʼ ἀνάκρισίν μοι δώσεις; 
<milestone unit="para" ed="P"/>ὡς βιασομένου, ἔφη, ἐπειδήπερ ὅδε γε ἐπιτάττει· πρὸς ταῦτα σὺ αὖ βουλεύου ὅτι ποιήσεις.  <milestone unit="section" resp="Stephanus" n="176d"/>  
<milestone unit="para" ed="P"/>ἀλλʼ οὐδεμία, ἔφην ἐγώ, λείπεται βουλή· σοὶ γὰρ ἐπιχειροῦντι πράττειν ὁτιοῦν καὶ βιαζομένῳ οὐδεὶς οἷός τʼ ἔσται ἐναντιοῦσθαι ἀνθρώπων. 
<milestone unit="para" ed="P"/>μὴ τοίνυν, ἦ δʼ ὅς, μηδὲ σὺ ἐναντιοῦ. 
<milestone unit="para" ed="P"/>οὐ τοίνυν, ἦν δʼ ἐγώ, ἐναντιώσομαι.</said></p></div></div></body></text></TEI>