<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg018.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="168"><p><said who="#Σωκράτης" rend="merge"><milestone unit="para" ed="P"/>φόβον δὲ ἤδη τινὰ κατανενόηκας, ὃς ἑαυτὸν μὲν καὶ τοὺς 
				
<milestone n="168" unit="page"/><milestone unit="section" resp="Stephanus" n="168a"/> ἄλλους φόβους φοβεῖται, τῶν δεινῶν δʼ οὐδὲ ἓν φοβεῖται; 
<milestone unit="para" ed="P"/>οὐ κατανενόηκα, ἔφη. 
<milestone unit="para" ed="P"/>δόξαν δὲ δοξῶν δόξαν καὶ αὑτῆς, ὧν δὲ αἱ ἄλλαι δοξάζουσιν μηδὲν δοξάζουσαν; 
<milestone unit="para" ed="P"/>οὐδαμῶς. 
<milestone unit="para" ed="P"/>ἀλλʼ ἐπιστήμην, ὡς ἔοικεν, φαμέν τινα εἶναι τοιαύτην, ἥτις μαθήματος μὲν οὐδενός ἐστιν ἐπιστήμη, αὑτῆς δὲ καὶ τῶν ἄλλων ἐπιστημῶν ἐπιστήμη; 
<milestone unit="para" ed="P"/>φαμὲν γάρ. 
<milestone unit="para" ed="P"/>οὐκοῦν ἄτοπον, εἰ ἄρα καὶ ἔστιν; μηδὲν γάρ πω διισχυριζώμεθα ὡς οὐκ ἔστιν, ἀλλʼ εἰ ἔστιν ἔτι σκοπῶμεν.  <milestone unit="section" resp="Stephanus" n="168b"/>  
<milestone unit="para" ed="P"/>ὀρθῶς λέγεις. 
<milestone unit="para" ed="P"/>φέρε δή· ἔστι μὲν αὕτη ἡ ἐπιστήμη τινὸς ἐπιστήμη, καὶ ἔχει τινὰ τοιαύτην δύναμιν ὥστε τινὸς εἶναι· ἦ γάρ; 
<milestone unit="para" ed="P"/>πάνυ γε. 
<milestone unit="para" ed="P"/>καὶ γὰρ τὸ μεῖζόν φαμεν τοιαύτην τινὰ ἔχειν δύναμιν, ὥστε τινὸς εἶναι μεῖζον; 
<milestone unit="para" ed="P"/>ἔχει γάρ. 
<milestone unit="para" ed="P"/>οὐκοῦν ἐλάττονός τινος, εἴπερ ἔσται μεῖζον. 
<milestone unit="para" ed="P"/>ἀνάγκη. 
<milestone unit="para" ed="P"/>εἰ οὖν τι εὕροιμεν μεῖζον, ὃ τῶν μὲν μειζόνων ἐστὶν μεῖζον καὶ ἑαυτοῦ, ὧν δὲ τἆλλα μείζω ἐστὶν μηδενὸς μεῖζον,  <milestone unit="section" resp="Stephanus" n="168c"/> πάντως ἄν που ἐκεῖνό γʼ αὐτῷ ὑπάρχοι, εἴπερ ἑαυτοῦ μεῖζον εἴη, καὶ ἔλαττον ἑαυτοῦ εἶναι· ἢ οὔ; 
<milestone unit="para" ed="P"/>πολλὴ ἀνάγκη, ἔφη, ὦ Σώκρατες. 
<milestone unit="para" ed="P"/>οὐκοῦν καὶ εἴ τι διπλάσιόν ἐστιν τῶν τε ἄλλων διπλασίων καὶ ἑαυτοῦ, ἡμίσεος δήπου ὄντος ἑαυτοῦ τε καὶ τῶν ἄλλων διπλάσιον ἂν εἴη· οὐ γάρ ἐστίν που ἄλλου διπλάσιον ἢ ἡμίσεος. 
<milestone unit="para" ed="P"/>ἀληθῆ. 
<milestone unit="para" ed="P"/>πλέον δὲ αὑτοῦ ὂν οὐ καὶ ἔλαττον ἔσται, καὶ βαρύτερον ὂν κουφότερον, καὶ πρεσβύτερον ὂν νεώτερον, καὶ τἆλλα  <milestone unit="section" resp="Stephanus" n="168d"/> πάντα ὡσαύτως, ὅτιπερ ἂν τὴν ἑαυτοῦ δύναμιν πρὸς ἑαυτὸ ἔχῃ, οὐ καὶ ἐκείνην ἕξει τὴν οὐσίαν, πρὸς ἣν ἡ δύναμις αὐτοῦ ἦν; λέγω δὲ τὸ τοιόνδε· οἷον ἡ ἀκοή, φαμέν, οὐκ ἄλλου τινὸς ἦν ἀκοὴ ἢ φωνῆς· ἦ γάρ; 
<milestone unit="para" ed="P"/>ναί. 
<milestone unit="para" ed="P"/>οὐκοῦν εἴπερ αὐτὴ αὑτῆς ἀκούσεται, φωνὴν ἐχούσης ἑαυτῆς ἀκούσεται· οὐ γὰρ ἂν ἄλλως ἀκούσειεν. 
<milestone unit="para" ed="P"/>πολλὴ ἀνάγκη. 
<milestone unit="para" ed="P"/>καὶ ἡ ὄψις γέ που, ὦ ἄριστε, εἴπερ ὄψεται αὐτὴ ἑαυτήν, χρῶμά τι αὐτὴν ἀνάγκη ἔχειν· ἄχρων γὰρ ὄψις οὐδὲν <del>ἂν</del>  <milestone unit="section" resp="Stephanus" n="168e"/> μή ποτε ἴδῃ. 
<milestone unit="para" ed="P"/>οὐ γὰρ οὖν. 
<milestone unit="para" ed="P"/>ὁρᾷς οὖν, ὦ Κριτία, ὅτι ὅσα διεληλύθαμεν, τὰ μὲν αὐτῶν ἀδύνατα παντάπασι φαίνεται ἡμῖν, τὰ δʼ ἀπιστεῖται σφόδρα μή ποτʼ ἂν τὴν ἑαυτῶν δύναμιν πρὸς ἑαυτὰ σχεῖν; μεγέθη μὲν γὰρ καὶ πλήθη καὶ τὰ τοιαῦτα παντάπασιν ἀδύνατον· ἢ οὐχί; 
<milestone unit="para" ed="P"/>πάνυ γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="169"><p><said who="#Σωκράτης" rend="merge"><milestone unit="para" ed="P"/>ἀκοὴ δʼ αὖ καὶ ὄψις καὶ ἔτι γε κίνησις αὐτὴ ἑαυτὴν κινεῖν, καὶ θερμότης κάειν, καὶ πάντα αὖ τὰ τοιαῦτα τοῖς 
				
<milestone n="169" unit="page"/><milestone unit="section" resp="Stephanus" n="169a"/> μὲν ἀπιστίαν <add>ἂν</add> παράσχοι, ἴσως δέ τισιν οὔ. μεγάλου δή τινος, ὦ φίλε, ἀνδρὸς δεῖ, ὅστις τοῦτο κατὰ πάντων ἱκανῶς διαιρήσεται, πότερον οὐδὲν τῶν ὄντων τὴν αὑτοῦ δύναμιν αὐτὸ πρὸς ἑαυτὸ πέφυκεν ἔχειν <del>πλὴν ἐπιστήμης</del>, ἀλλὰ πρὸς ἄλλο, ἢ τὰ μέν, τὰ δʼ οὔ· καὶ εἰ ἔστιν αὖ ἅτινα αὐτὰ πρὸς αὑτὰ ἔχει, ἆρʼ ἐν τούτοις ἐστὶν ἐπιστήμη, ἣν δὴ ἡμεῖς σωφροσύνην φαμὲν εἶναι. ἐγὼ μὲν οὐ πιστεύω ἐμαυτῷ ἱκανὸς εἶναι ταῦτα διελέσθαι· διὸ καὶ οὔτʼ εἰ δυνατόν ἐστι τοῦτο γενέσθαι,  <milestone unit="section" resp="Stephanus" n="169b"/> ἐπιστήμης ἐπιστήμην εἶναι, ἔχω διισχυρίσασθαι, οὔτʼ εἰ ὅτι μάλιστα ἔστι, σωφροσύνην ἀποδέχομαι αὐτὸ εἶναι, πρὶν ἂν ἐπισκέψωμαι εἴτε τι ἂν ἡμᾶς ὠφελοῖ τοιοῦτον ὂν εἴτε μή. τὴν γὰρ οὖν δὴ σωφροσύνην ὠφέλιμόν τι καὶ ἀγαθὸν μαντεύομαι εἶναι· σὺ οὖν, ὦ παῖ Καλλαίσχρου—τίθεσαι γὰρ σωφροσύνην τοῦτʼ εἶναι, ἐπιστήμην ἐπιστήμης καὶ δὴ καὶ ἀνεπιστημοσύνης—πρῶτον μὲν τοῦτο ἔνδειξαι, ὅτι δυνατὸν <del>ἀποδεῖξαί σε</del> ὃ νυνδὴ ἔλεγον, ἔπειτα πρὸς τῷ δυνατῷ ὅτι  <milestone unit="section" resp="Stephanus" n="169c"/> καὶ ὠφέλιμον· κἀμὲ τάχʼ ἂν ἀποπληρώσαις ὡς ὀρθῶς λέγεις περὶ σωφροσύνης ὃ ἔστιν. 
<milestone unit="para" ed="P"/>καὶ ὁ Κριτίας ἀκούσας ταῦτα καὶ ἰδών με ἀποροῦντα, ὥσπερ οἱ τοὺς χασμωμένους καταντικρὺ ὁρῶντες ταὐτὸν τοῦτο συμπάσχουσιν, κἀκεῖνος ἔδοξέ μοι ὑπʼ ἐμοῦ ἀποροῦντος ἀναγκασθῆναι καὶ αὐτὸς ἁλῶναι ὑπὸ ἀπορίας. ἅτε οὖν εὐδοκιμῶν ἑκάστοτε, ᾐσχύνετο τοὺς παρόντας, καὶ οὔτε συγχωρῆσαί μοι ἤθελεν ἀδύνατος εἶναι διελέσθαι ἃ προυκαλούμην  <milestone unit="section" resp="Stephanus" n="169d"/> αὐτόν, ἔλεγέν τε οὐδὲν σαφές, ἐπικαλύπτων τὴν ἀπορίαν. κἀγὼ ἡμῖν ἵνα ὁ λόγος προΐοι, εἶπον· ἀλλʼ εἰ δοκεῖ, ὦ Κριτία, νῦν μὲν τοῦτο συγχωρήσωμεν, δυνατὸν εἶναι γενέσθαι ἐπιστήμην ἐπιστήμης· αὖθις δὲ ἐπισκεψόμεθα εἴτε οὕτως ἔχει εἴτε μή. ἴθι δὴ οὖν, εἰ ὅτι μάλιστα δυνατὸν τοῦτο, τί μᾶλλον οἷόν τέ ἐστιν εἰδέναι ἅ τέ τις οἶδε καὶ ἃ μή; τοῦτο γὰρ δήπου ἔφαμεν εἶναι τὸ γιγνώσκειν αὑτὸν καὶ σωφρονεῖν· ἦ γάρ; 
<milestone unit="para" ed="P"/>πάνυ γε, ἦ δʼ ὅς, καὶ συμβαίνει γέ που, ὦ Σώκρατες. εἰ  <milestone unit="section" resp="Stephanus" n="169e"/> γάρ τις ἔχει ἐπιστήμην ἣ αὐτὴ αὑτὴν γιγνώσκει, τοιοῦτος ἂν αὐτὸς εἴη οἷόνπερ ἐστὶν ὃ ἔχει· ὥσπερ ὅταν τάχος τις ἔχῃ, ταχύς, καὶ ὅταν κάλλος, καλός, καὶ ὅταν γνῶσιν, γιγνώσκων, ὅταν δὲ δὴ γνῶσιν αὐτὴν αὑτῆς τις ἔχῃ, γιγνώσκων που αὐτὸς ἑαυτὸν τότε ἔσται. 
<milestone unit="para" ed="P"/>οὐ τοῦτο, ἦν δʼ ἐγώ, ἀμφισβητῶ, ὡς οὐχ ὅταν τὸ αὑτὸ γιγνῶσκόν τις ἔχῃ, αὐτὸς αὑτὸν γνώσεται, ἀλλʼ ἔχοντι τοῦτο τίς ἀνάγκη εἰδέναι ἅ τε οἶδεν καὶ ἃ μὴ οἶδεν;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="170"><p><said who="#Σωκράτης" rend="merge"><milestone n="170" unit="page"/><milestone unit="section" resp="Stephanus" n="170a"/><milestone unit="para" ed="P"/>ὅτι, ὦ Σώκρατες, ταὐτόν ἐστιν τοῦτο ἐκείνῳ. 
<milestone unit="para" ed="P"/>ἴσως, ἔφην, ἀλλʼ ἐγὼ κινδυνεύω ἀεὶ ὅμοιος εἶναι· οὐ γὰρ αὖ μανθάνω ὡς ἔστιν τὸ αὐτό, ἃ οἶδεν εἰδέναι καὶ ἅ τις μὴ οἶδεν εἰδέναι. 
<milestone unit="para" ed="P"/>πῶς λέγεις, ἔφη; 
<milestone unit="para" ed="P"/>ὧδε, ἦν δʼ ἐγώ. ἐπιστήμη που ἐπιστήμης οὖσα ἆρα πλέον τι οἵα τʼ ἔσται διαιρεῖν, ἢ ὅτι τούτων τόδε μὲν ἐπιστήμη, τόδε δʼ οὐκ ἐπιστήμη; 
<milestone unit="para" ed="P"/>οὔκ, ἀλλὰ τοσοῦτον. 
<milestone unit="para" ed="P"/>ταὐτὸν οὖν ἐστιν ἐπιστήμῃ τε καὶ ἀνεπιστημοσύνῃ ὑγιεινοῦ,  <milestone unit="section" resp="Stephanus" n="170b"/> καὶ ἐπιστήμῃ τε καὶ ἀνεπιστημοσύνῃ δικαίου; 
<milestone unit="para" ed="P"/>οὐδαμῶς. 
<milestone unit="para" ed="P"/>ἀλλὰ τὸ μὲν οἶμαι ἰατρική, τὸ δὲ πολιτική, τὸ δὲ οὐδὲν ἄλλο ἢ ἐπιστήμη. 
<milestone unit="para" ed="P"/>πῶς γὰρ οὔ; 
<milestone unit="para" ed="P"/>οὐκοῦν ἐὰν μὴ προσεπίστηταί τις τὸ ὑγιεινὸν καὶ τὸ δίκαιον, ἀλλʼ ἐπιστήμην μόνον γιγνώσκῃ ἅτε τούτου μόνον ἔχων ἐπιστήμην, ὅτι μέν τι ἐπίσταται καὶ ὅτι ἐπιστήμην τινὰ ἔχει, εἰκότως ἂν γιγνώσκοι καὶ περὶ αὑτοῦ καὶ περὶ τῶν ἄλλων· ἦ γάρ; 
<milestone unit="para" ed="P"/>ναί. 
<milestone unit="para" ed="P"/>ὅτι δὲ γιγνώσκει, ταύτῃ τῇ ἐπιστήμῃ πῶς εἴσεται;  <milestone unit="section" resp="Stephanus" n="170c"/> γιγνώσκει γὰρ δὴ τὸ μὲν ὑγιεινὸν τῇ ἰατρικῇ ἀλλʼ οὐ σωφροσύνῃ, τὸ δʼ ἁρμονικὸν μουσικῇ ἀλλʼ οὐ σωφροσύνῃ, τὸ δʼ οἰκοδομικὸν οἰκοδομικῇ ἀλλʼ οὐ σωφροσύνῃ, καὶ οὕτω πάντα· ἢ οὔ; 
<milestone unit="para" ed="P"/>φαίνεται. 
<milestone unit="para" ed="P"/>σωφροσύνῃ δέ, εἴπερ μόνον ἐστὶν ἐπιστημῶν ἐπιστήμη, πῶς εἴσεται ὅτι τὸ ὑγιεινὸν γιγνώσκει ἢ ὅτι τὸ οἰκοδομικόν; 
<milestone unit="para" ed="P"/>οὐδαμῶς. 
<milestone unit="para" ed="P"/>οὐκ ἄρα εἴσεται ὃ οἶδεν ὁ τοῦτο ἀγνοῶν, ἀλλʼ ὅτι οἶδεν μόνον. 
<milestone unit="para" ed="P"/>ἔοικεν.  <milestone unit="section" resp="Stephanus" n="170d"/>  
<milestone unit="para" ed="P"/>οὐκ ἄρα σωφρονεῖν τοῦτʼ ἂν εἴη οὐδὲ σωφροσύνη, εἰδέναι ἅ τε οἶδεν καὶ ἃ μὴ οἶδεν, ἀλλʼ, ὡς ἔοικεν, ὅτι οἶδεν καὶ ὅτι οὐκ οἶδεν μόνον. 
<milestone unit="para" ed="P"/>κινδυνεύει. 
<milestone unit="para" ed="P"/>οὐδὲ ἄλλον ἄρα οἷός τε ἔσται οὗτος ἐξετάσαι φάσκοντά τι ἐπίστασθαι, πότερον ἐπίσταται ὅ φησιν ἐπίστασθαι ἢ οὐκ ἐπίσταται· ἀλλὰ τοσοῦτον μόνον, ὡς ἔοικεν, γνώσεται, ὅτι ἔχει τινὰ ἐπιστήμην, ὅτου δέ γε, ἡ σωφροσύνη οὐ ποιήσει αὐτὸν γιγνώσκειν. 
<milestone unit="para" ed="P"/>οὐ φαίνεται.  <milestone unit="section" resp="Stephanus" n="170e"/>  
<milestone unit="para" ed="P"/>οὔτε ἄρα τὸν προσποιούμενον ἰατρὸν εἶναι, ὄντα δὲ μή, καὶ τὸν ὡς ἀληθῶς ὄντα οἷός τε ἔσται διακρίνειν, οὔτε ἄλλον οὐδένα τῶν ἐπιστημόνων καὶ μή. σκεψώμεθα δὲ ἐκ τῶνδε· εἰ μέλλει ὁ σώφρων ἢ ὁστισοῦν ἄλλος τὸν ὡς ἀληθῶς ἰατρὸν διαγνώσεσθαι καὶ τὸν μή, ἆρʼ οὐχ ὧδε ποιήσει· περὶ μὲν ἰατρικῆς δήπου αὐτῷ οὐ διαλέξεται—οὐδὲν γὰρ ἐπαΐει, ὡς ἔφαμεν, ὁ ἰατρὸς ἀλλʼ ἢ τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδες—ἢ οὔ; 
<milestone unit="para" ed="P"/>ναί, οὕτως. 
<milestone unit="para" ed="P"/>περὶ δέ γε ἐπιστήμης οὐδὲν οἶδεν, ἀλλὰ τοῦτο δὴ τῇ σωφροσύνῃ μόνῃ ἀπέδομεν. 
<milestone unit="para" ed="P"/>ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="171"><p><said who="#Σωκράτης" rend="merge"><milestone unit="para" ed="P"/>οὐδὲ περὶ ἰατρικῆς ἄρα οἶδεν ὁ ἰατρικός, ἐπειδήπερ ἡ 
				
<milestone n="171" unit="page"/><milestone unit="section" resp="Stephanus" n="171a"/> ἰατρικὴ ἐπιστήμη οὖσα τυγχάνει. 
<milestone unit="para" ed="P"/>ἀληθῆ. 
<milestone unit="para" ed="P"/>ὅτι μὲν δὴ ἐπιστήμην τινὰ ἔχει, γνώσεται ὁ σώφρων τὸν ἰατρόν· δέον δὲ πεῖραν λαβεῖν ἥτις ἐστίν, ἄλλο τι σκέψεται ὧντινων; ἢ οὐ τούτῳ ὥρισται ἑκάστη ἐπιστήμη μὴ μόνον ἐπιστήμη εἶναι ἀλλὰ καὶ τίς, τῷ τινῶν εἶναι; 
<milestone unit="para" ed="P"/>τούτῳ μὲν οὖν. 
<milestone unit="para" ed="P"/>καὶ ἡ ἰατρικὴ δὴ ἑτέρα εἶναι τῶν ἄλλων ἐπιστημῶν ὡρίσθη τῷ τοῦ ὑγιεινοῦ εἶναι καὶ νοσώδους ἐπιστήμη. 
<milestone unit="para" ed="P"/>ναί. 
<milestone unit="para" ed="P"/>οὐκοῦν ἐν τούτοις ἀναγκαῖον σκοπεῖν τὸν βουλόμενον  <milestone unit="section" resp="Stephanus" n="171b"/> ἰατρικὴν σκοπεῖν, ἐν οἷς ποτʼ ἔστιν· οὐ γὰρ δήπου ἔν γε τοῖς ἔξω, ἐν οἷς οὐκ ἔστιν; 
<milestone unit="para" ed="P"/>οὐ δῆτα. 
<milestone unit="para" ed="P"/>ἐν τοῖς ὑγιεινοῖς ἄρα καὶ νοσώδεσιν ἐπισκέψεται τὸν ἰατρόν, ᾗ ἰατρικός ἐστιν, ὁ ὀρθῶς σκοπούμενος. 
<milestone unit="para" ed="P"/>ἔοικεν. 
<milestone unit="para" ed="P"/>οὐκοῦν ἐν τοῖς οὕτως ἢ λεγομένοις ἢ πραττομένοις τὰ μὲν λεγόμενα, εἰ ἀληθῆ λέγεται, σκοπούμενος, τὰ δὲ πραττόμενα, εἰ ὀρθῶς πράττεται; 
<milestone unit="para" ed="P"/>ἀνάγκη. 
<milestone unit="para" ed="P"/>ἦ οὖν ἄνευ ἰατρικῆς δύναιτʼ ἄν τις τούτων ποτέροις ἐπακολουθῆσαι; 
<milestone unit="para" ed="P"/>οὐ δῆτα.  <milestone unit="section" resp="Stephanus" n="171c"/>  
<milestone unit="para" ed="P"/>οὐδέ γε ἄλλος οὐδείς, ὡς ἔοικεν, πλὴν ἰατρός, οὔτε δὴ ὁ σώφρων· ἰατρὸς γὰρ ἂν εἴη πρὸς τῇ σωφροσύνῃ. 
<milestone unit="para" ed="P"/>ἔστι ταῦτα. 
<milestone unit="para" ed="P"/>παντὸς ἄρα μᾶλλον, εἰ ἡ σωφροσύνη ἐπιστήμης ἐπιστήμη μόνον ἐστὶν καὶ ἀνεπιστημοσύνης, οὔτε ἰατρὸν διακρῖναι οἵα τε ἔσται ἐπιστάμενον τὰ τῆς τέχνης ἢ μὴ ἐπιστάμενον, προσποιούμενον δὲ ἢ οἰόμενον, οὔτε ἄλλον οὐδένα τῶν ἐπισταμένων καὶ ὁτιοῦν, πλήν γε τὸν αὑτοῦ ὁμότεχνον, ὥσπερ οἱ ἄλλοι δημιουργοί. 
<milestone unit="para" ed="P"/>φαίνεται, ἔφη.  <milestone unit="section" resp="Stephanus" n="171d"/>  
<milestone unit="para" ed="P"/>τίς οὖν, ἦν δʼ ἐγώ, ὦ Κριτία, ὠφελία ἡμῖν ἔτι ἂν εἴη ἀπὸ τῆς σωφροσύνης τοιαύτης οὔσης; εἰ μὲν γάρ, ὃ ἐξ ἀρχῆς ὑπετιθέμεθα, ᾔδει ὁ σώφρων ἅ τε ᾔδει καὶ ἃ μὴ ᾔδει, τὰ μὲν ὅτι οἶδεν, τὰ δʼ ὅτι οὐκ οἶδεν, καὶ ἄλλον ταὐτὸν τοῦτο πεπονθότα ἐπισκέψασθαι οἷός τʼ ἦν, μεγαλωστὶ ἂν ἡμῖν, φαμέν, ὠφέλιμον ἦν σώφροσιν εἶναι· ἀναμάρτητοι γὰρ ἂν τὸν βίον διεζῶμεν αὐτοί τε <del>καὶ</del> οἱ τὴν σωφροσύνην ἔχοντες καὶ οἱ ἄλλοι πάντες ὅσοι ὑφʼ ἡμῶν ἤρχοντο. οὔτε  <milestone unit="section" resp="Stephanus" n="171e"/> γὰρ ἂν αὐτοὶ ἐπεχειροῦμεν πράττειν ἃ μὴ ἠπιστάμεθα, ἀλλʼ ἐξευρίσκοντες τοὺς ἐπισταμένους ἐκείνοις ἂν παρεδίδομεν, οὔτε τοῖς ἄλλοις ἐπετρέπομεν, ὧν ἤρχομεν, ἄλλο τι πράττειν ἢ ὅτι πράττοντες ὀρθῶς ἔμελλον πράξειν—τοῦτο δʼ ἦν ἄν, οὗ ἐπιστήμην εἶχον—καὶ οὕτω δὴ ὑπὸ σωφροσύνης οἰκία τε οἰκουμένη ἔμελλεν καλῶς οἰκεῖσθαι, πόλις τε πολιτευομένη, καὶ ἄλλο πᾶν οὗ σωφροσύνη ἄρχοι·</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="172"><p><said who="#Σωκράτης" rend="merge">
					ἁμαρτίας γὰρ 
				
<milestone n="172" unit="page"/><milestone unit="section" resp="Stephanus" n="172a"/> ἐξῃρημένης, ὀρθότητος δὲ ἡγουμένης, ἐν πάσῃ πράξει καλῶς καὶ εὖ πράττειν ἀναγκαῖον τοὺς οὕτω διακειμένους, τοὺς δὲ εὖ πράττοντας εὐδαίμονας εἶναι. ἆρʼ οὐχ οὕτως, ἦν δʼ ἐγώ, ὦ Κριτία, ἐλέγομεν περὶ σωφροσύνης, λέγοντες ὅσον ἀγαθὸν εἴη τὸ εἰδέναι ἅ τε οἶδέν τις καὶ ἃ μὴ οἶδεν; 
<milestone unit="para" ed="P"/>πάνυ μὲν οὖν, ἔφη, οὕτως. 
<milestone unit="para" ed="P"/>νῦν δέ, ἦν δʼ ἐγώ, ὁρᾷς ὅτι οὐδαμοῦ ἐπιστήμη οὐδεμία τοιαύτη οὖσα πέφανται. 
<milestone unit="para" ed="P"/>ὁρῶ, ἔφη.  <milestone unit="section" resp="Stephanus" n="172b"/>  
<milestone unit="para" ed="P"/>ἆρʼ οὖν, ἦν δʼ ἐγώ, τοῦτʼ ἔχει τὸ ἀγαθὸν ἣν νῦν εὑρίσκομεν σωφροσύνην οὖσαν, τὸ ἐπιστήμην ἐπίστασθαι καὶ ἀνεπιστημοσύνην, ὅτι ὁ ταύτην ἔχων, ὅτι ἂν ἄλλο μανθάνῃ, ῥᾷόν τε μαθήσεται καὶ ἐναργέστερα πάντα αὐτῷ φανεῖται, ἅτε πρὸς ἑκάστῳ ᾧ ἂν μανθάνῃ προσκαθορῶντι τὴν ἐπιστήμην· καὶ τοὺς ἄλλους δὴ κάλλιον ἐξετάσει περὶ ὧν ἂν καὶ αὐτὸς μάθῃ, οἱ δὲ ἄνευ τούτου ἐξετάζοντες ἀσθενέστερον καὶ φαυλότερον τοῦτο δράσουσιν; ἆρʼ, ὦ φίλε, τοιαῦτα  <milestone unit="section" resp="Stephanus" n="172c"/> ἄττα ἐστὶν ἃ ἀπολαυσόμεθα τῆς σωφροσύνης, ἡμεῖς δὲ μεῖζόν τι βλέπομεν καὶ ζητοῦμεν αὐτὸ μεῖζόν τι εἶναι ἢ ὅσον ἐστίν; 
<milestone unit="para" ed="P"/>τάχα δʼ ἄν, ἔφη, οὕτως ἔχοι. 
<milestone unit="para" ed="P"/>ἴσως, ἦν δʼ ἐγώ· ἴσως δέ γε ἡμεῖς οὐδὲν χρηστὸν ἐζητήσαμεν. τεκμαίρομαι δέ, ὅτι μοι ἄτοπʼ ἄττα καταφαίνεται περὶ σωφροσύνης, εἰ τοιοῦτόν ἐστιν. ἴδωμεν γάρ, εἰ βούλει, συγχωρήσαντες καὶ ἐπίστασθαι ἐπιστήμην δυνατὸν εἶναι <del>εἰδέναι</del>, καὶ ὅ γε ἐξ ἀρχῆς ἐτιθέμεθα σωφροσύνην εἶναι, τὸ εἰδέναι ἅ τε οἶδεν καὶ ἃ μὴ οἶδεν, μὴ  <milestone unit="section" resp="Stephanus" n="172d"/> ἀποστερήσωμεν, ἀλλὰ δῶμεν· καὶ πάντα ταῦτα δόντες ἔτι βέλτιον σκεψώμεθα εἰ ἄρα τι καὶ ἡμᾶς ὀνήσει τοιοῦτον ὄν. ἃ γὰρ νυνδὴ ἐλέγομεν, ὡς μέγα ἂν εἴη ἀγαθὸν ἡ σωφροσύνη εἰ τοιοῦτον εἴη, ἡγουμένη διοικήσεως καὶ οἰκίας καὶ πόλεως, οὔ μοι δοκοῦμεν, ὦ Κριτία, καλῶς ὡμολογηκέναι. 
<milestone unit="para" ed="P"/>πῶς δή; ἦ δʼ ὅς. 
<milestone unit="para" ed="P"/>ὅτι, ἦν δʼ ἐγώ, ῥᾳδίως ὡμολογήσαμεν μέγα τι ἀγαθὸν εἶναι τοῖς ἀνθρώποις εἰ ἕκαστοι ἡμῶν, ἃ μὲν ἴσασιν, πράττοιεν ταῦτα, ἃ δὲ μὴ ἐπίσταιντο, ἄλλοις παραδιδοῖεν τοῖς ἐπισταμένοις.  <milestone unit="section" resp="Stephanus" n="172e"/>  
<milestone unit="para" ed="P"/>οὐκ οὖν, ἔφη, καλῶς ὡμολογήσαμεν; 
<milestone unit="para" ed="P"/>οὔ μοι δοκοῦμεν, ἦν δʼ ἐγώ. 
<milestone unit="para" ed="P"/>ἄτοπα λέγεις ὡς ἀληθῶς, ἔφη, ὦ Σώκρατες. 
<milestone unit="para" ed="P"/>νὴ τὸν κύνα, ἔφην, καὶ ἐμοί τοι δοκεῖ οὕτω, κἀνταῦθα καὶ ἄρτι ἀποβλέψας ἄτοπʼ ἄττʼ ἔφην μοι προφαίνεσθαι, καὶ ὅτι φοβοίμην μὴ οὐκ ὀρθῶς σκοποῖμεν.</said></p></div></div></body></text></TEI>