<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg017.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="130"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> καὶ τούτων αὖ τῶν ἐπιδιδόντων 
<milestone n="130" unit="page"/><milestone unit="section" resp="Stephanus" n="130a"/> οἱ μὲν καὶ βέβαιον ἔχουσι καὶ παραμόνιμον τὴν  ὠφελίαν· πολλοὶ δέ, ὅσον ἂν μετʼ ἐμοῦ χρόνον ὦσιν, θαυμάσιον ἐπιδιδόασιν, ἐπειδὰν δέ μου ἀπόσχωνται, πάλιν οὐδὲν διαφέρουσιν ὁτουοῦν. τοῦτό ποτε ἔπαθεν Ἀριστείδης ὁ Λυσιμάχου ὑὸς τοῦ Ἀριστείδου. διατρίβων γὰρ μετʼ ἐμοῦ πάμπολυ ἐπεδεδώκει ἐν ὀλίγῳ χρόνῳ· ἔπειτα αὐτῷ στρατεία τις ἐγένετο καὶ ᾤχετο ἐκπλέων, ἥκων δὲ κατελάμβανε μετʼ ἐμοῦ διατρίβοντα Θουκυδίδην τὸν Μελησίου ὑὸν τοῦ Θουκυδίδου. 
<milestone unit="section" resp="Stephanus" n="130b"/> ὁ δὲ Θουκυδίδης τῇ προτεραίᾳ μοι διʼ ἀπεχθείας  ἐν λόγοις τισὶν ἐγεγόνει· ἰδὼν οὖν με ὁ Ἀριστείδης, ἐπειδὴ ἠσπάσατό τε καὶ τἆλλα διελέχθη, <q>Θουκυδίδην δέ,</q> ἔφη, <q>ἀκούω, ὦ Σώκρατες, σεμνύνεσθαι ἄττα πρός σε καὶ χαλεπαίνειν ὡς τὶ ὄντα.</q> <q>ἔστι γάρ,</q> ἔφην ἐγώ, <q>οὕτως.</q> <q>τί δέ, οὐκ οἶδεν,</q> ἔφη, <q>πρὶν σοὶ συγγενέσθαι οἷον ἦν τὸ ἀνδράποδον;</q> <q>οὐκ ἔοικέν γε,</q> ἔφην ἐγώ, <q>νὴ τοὺς θεούς.</q> <q>ἀλλὰ μὴν καὶ αὐτός γε,</q> ἔφη, <q>καταγελάστως 
<milestone unit="section" resp="Stephanus" n="130c"/> ἔχω, ὦ Σώκρατες.</q> <q>τί μάλιστα;</q> ἔφην ἐγώ. <q>ὅτι,</q> ἔφη, <q>πρὶν μὲν ἐκπλεῖν, ὁτῳοῦν ἀνθρώπῳ οἷός τʼ ἦ διαλέγεσθαι καὶ μηδενὸς χείρων φαίνεσθαι ἐν τοῖς λόγοις, ὥστε καὶ ἐδίωκον τὰς συνουσίας τῶν χαριεστάτων ἀνθρώπων, νυνὶ δὲ τοὐναντίον φεύγω ἄν τινα καὶ αἰσθάνωμαι πεπαιδευμένον· οὕτως αἰσχύνομαι ἐπὶ τῇ ἐμαυτοῦ φαυλότητι.</q> <q>πότερον δέ,</q> ἦν δʼ ἐγώ, <q>ἐξαίφνης σε προύλιπεν αὕτη ἡ δύναμις ἢ κατὰ σμικρόν;</q> <q>κατὰ σμικρόν,</q> ἦ δʼ ὅς. 
<milestone unit="section" resp="Stephanus" n="130d"/> <q>ἡνίκα δέ σοι παρεγένετο,</q> ἦν δʼ ἐγώ, <q>πότερον μαθόντι παρʼ ἐμοῦ τι παρεγένετο ἤ τινι ἄλλῳ τρόπῳ;</q> <q>ἐγώ σοι ἐρῶ,</q> ἔφη, <q>ὦ Σώκρατες, ἄπιστον μὲν νὴ τοὺς θεούς, ἀληθὲς δέ. ἐγὼ γὰρ ἔμαθον μὲν παρά σου οὐδὲν πώποτε, ὡς αὐτὸς οἶσθα· ἐπεδίδουν δὲ ὁπότε σοι συνείην, κἂν εἰ ἐν τῇ αὐτῇ μόνον οἰκίᾳ εἴην, μὴ ἐν τῷ αὐτῷ δὲ οἰκήματι, μᾶλλον δὲ ὁπότε ἐν τῷ αὐτῷ οἰκήματι, καὶ ἔμοιγε ἐδόκουν πολὺ μᾶλλον ὁπότε ἐν τῷ αὐτῷ οἰκήματι ὢν λέγοντός σου βλέποιμι πρὸς 
<milestone unit="section" resp="Stephanus" n="130e"/> σέ, μᾶλλον ἢ ὁπότε ἄλλοσε ὁρῴην, πολὺ δὲ μάλιστα καὶ πλεῖστον ἐπεδίδουν ὁπότε παρʼ αὐτόν σε καθοίμην ἐχόμενός σου καὶ ἁπτόμενος· νῦν δέ,</q> ἦ δʼ ὅς, <q>πᾶσα ἐκείνη ἡ ἕξις ἐξερρύηκε.</q><milestone unit="para" ed="P"/>ἔστιν οὖν, ὦ Θέαγες, τοιαύτη ἡ ἡμετέρα συνουσία· ἐὰν μὲν τῷ θεῷ φίλον ᾖ, πάνυ πολὺ ἐπιδώσεις καὶ ταχύ, εἰ δὲ μή, οὔ. ὅρα οὖν μή σοι ἀσφαλέστερον ᾖ παρʼ ἐκείνων τινὶ παιδεύεσθαι οἳ ἐγκρατεῖς αὐτοί εἰσιν τῆς ὠφελίας ἣν ὠφελοῦσιν τοὺς ἀνθρώπους μᾶλλον ἢ παρʼ ἐμοῦ ὅτι ἂν τύχῃ τοῦτο πρᾶξαι.</said></p></div></div></body></text></TEI>