ΣΩ. ἔπειτα εἰ ἄρα τῆς μὲν τῶν πολιτικῶν ἀνδρῶν συνουσίας Θεάγης ὅδε καταφρονεῖ, ἄλλους δέ τινας ζητεῖ οἳ παιδεύειν ἐπαγγέλλονται οἷοί τε εἶναι νέους ἀνθρώπους, ἔστιν ἐνταῦθα καὶ Πρόδικος ὁ Κεῖος καὶ Γοργίας ὁ Λεοντῖνος καὶ πῶλος ὁ Ἀκραγαντῖνος καὶ ἄλλοι πολλοί, οἳ οὕτω σοφοί εἰσιν ὥστε εἰς τὰς πόλεις ἰόντες πείθουσι τῶν νέων τοὺς γενναιοτάτους τε καὶ πλουσιωτάτους—οἷς ἔξεστιν τῶν πολιτῶν ᾧ ἂν βούλωνται προῖκα συνεῖναι— τούτους πείθουσιν ἀπολείποντας τὰς ἐκείνων συνουσίας αὐτοῖς συνεῖναι, προσκατατιθέντας ἀργύριον πάνυ πολὺ μισθόν, καὶ χάριν πρὸς τούτοις εἰδέναι. τούτων τινὰς εἰκὸς ἦν προαιρεῖσθαι καὶ τὸν ὑόν σου καὶ αὐτὸν σέ, ἐμὲ δʼ οὐκ εἰκός· οὐδὲν γὰρ τούτων ἐπίσταμαι τῶν μακαρίων τε καὶ καλῶν μαθημάτων—ἐπεὶ ἐβουλόμην ἄν—ἀλλὰ καὶ λέγω δήπου ἀεὶ ὅτι ἐγὼ τυγχάνω ὡς ἔπος εἰπεῖν οὐδὲν ἐπιστάμενος πλήν γε σμικροῦ τινος μαθήματος, τῶν ἐρωτικῶν. τοῦτο μέντοι τὸ μάθημα παρʼ ὁντινοῦν ποιοῦμαι δεινὸς εἶναι καὶ τῶν προγεγονότων ἀνθρώπων καὶ τῶν νῦν. ΘΕ. ὁρᾷς, ὦ πάτερ; ὁ Σωκράτης οὐ πάνυ μοι δοκεῖ τι ἔτι ἐθέλειν ἐμοὶ συνδιατρίβειν—ἐπεὶ τό γʼ ἐμὸν ἕτοιμον, ἐὰν οὗτος ἐθέλῃ—ἀλλὰ ταῦτα παίζων πρὸς ἡμᾶς λέγει. ἐπεὶ ἐγὼ οἶδα τῶν ἐμῶν ἡλικιωτῶν καὶ ὀλίγῳ πρεσβυτέρων οἳ πρὶν μὲν τούτῳ συνεῖναι οὐδενὸς ἄξιοι ἦσαν, ἐπειδὴ δὲ συνεγένοντο τούτῳ, ἐν πάνυ ὀλίγῳ χρόνῳ πάντων βελτίους φαίνονται ὧν πρότερον χείρους. ΣΩ. οἶσθα οὖν οἷον τοῦτό ἐστιν, ὦ παῖ Δημοδόκου; ΘΕ. ναὶ μὰ Δία ἔγωγε, ὅτι, ἐὰν σὺ βούλῃ, καὶ ἐγὼ οἷός τʼ ἔσομαι τοιοῦτος γενέσθαι οἷοίπερ καὶ ἐκεῖνοι. ΣΩ. οὔκ, ὠγαθέ, ἀλλά σε λέληθεν οἷον τοῦτʼ ἔστιν, ἐγὼ δέ σοι φράσω. ἔστι γάρ τι θείᾳ μοίρᾳ παρεπόμενον ἐμοὶ ἐκ παιδὸς ἀρξάμενον δαιμόνιον. ἔστι δὲ τοῦτο φωνή, ἣ ὅταν γένηται ἀεί μοι σημαίνει, ὃ ἂν μέλλω πράττειν, τούτου ἀποτροπήν, προτρέπει δὲ οὐδέποτε· καὶ ἐάν τίς μοι τῶν φίλων ἀνακοινῶται καὶ γένηται ἡ φωνή, ταὐτὸν τοῦτο, ἀποτρέπει καὶ οὐκ ἐᾷ πράττειν. καὶ τούτων ὑμῖν μάρτυρας παρέξομαι. Χαρμίδην γὰρ τουτονὶ γιγνώσκετε τὸν καλὸν γενόμενον, τὸν Γλαύκωνος· οὗτός ποτε ἐτύγχανε ἐμοὶ ἀνακοινούμενος μέλλων ἀσκήσειν στάδιον εἰς Νεμέαν, καὶ εὐθὺς αὐτοῦ ἀρχομένου λέγειν ὅτι μέλλοι ἀσκεῖν ἐγένετο ἡ φωνή, καὶ ἐγὼ διεκώλυόν τε αὐτὸν καὶ εἶπον ὅτι λέγοντός σου μεταξὺ γέγονέ μοι ἡ φωνὴ ἡ τοῦ δαιμονίου· ἀλλὰ μὴ ἄσκει. ἴσως, ἔφη, σημαίνει σοι ὅτι οὐ νικήσω· ἐγὼ δὲ κἂν μὴ μέλλω νικᾶν, γυμνασάμενός γε τοῦτον τὸν χρόνον ὠφεληθήσομαι.