ΘΕ. εὐξαίμην μὲν ἂν οἶμαι ἔγωγε τύραννος γενέσθαι, μάλιστα μὲν πάντων ἀνθρώπων, εἰ δὲ μή, ὡς πλείστων· καὶ σύ γʼ ἂν οἶμαι καὶ οἱ ἄλλοι πάντες ἄνθρωποι—ἔτι δέ γε ἴσως μᾶλλον θεὸς γενέσθαι—ἀλλʼ οὐ τούτου ἔλεγον ἐπιθυμεῖν. ΣΩ. ἀλλὰ τί δή ἐστί ποτε οὗ ἐπιθυμεῖς; οὐ τῶν πολιτῶν φῂς ἄρχειν ἐπιθυμεῖν; ΘΕ. οὐ βίᾳ γε οὐδʼ ὥσπερ οἱ τύραννοι ἀλλʼ ἑκόντων, ὥσπερ καὶ οἱ ἄλλοι οἱ ἐν τῇ πόλει ἐλλόγιμοι ἄνδρες. ΣΩ. ἆρά γε λέγεις ὥσπερ Θεμιστοκλῆς καὶ Περικλῆς καὶ Κίμων καὶ ὅσοι τὰ πολιτικὰ δεινοὶ γεγόνασιν; ΘΕ. νὴ Δία τούτους λέγω. ΣΩ. τί οὖν εἰ τὰ ἱππικὰ ἐτύγχανες ἐπιθυμῶν σοφὸς γενέσθαι; παρὰ τίνας ἂν ἀφικόμενος ᾠήθης δεινὸς ἔσεσθαι ἱππεύς; ἦ παρʼ ἄλλους τινὰς ἢ τοὺς ἱππικούς; ΘΕ. μὰ Δία οὐκ ἔγωγε. ΣΩ. ἀλλὰ παρʼ αὐτοὺς αὖ τοὺς δεινοὺς ὄντας ταῦτα, καὶ οἷς εἰσίν τε ἵπποι καὶ χρῶνται ἑκάστοτε καὶ οἰκείοις καὶ ἀλλοτρίοις πολλοῖς. ΘΕ. δῆλον ὅτι. ΣΩ. τί δὲ εἰ τὰ ἀκοντιστικὰ σοφὸς ἐβούλου γενέσθαι; οὐ παρὰ τοὺς ἀκοντιστικοὺς ᾤου ἂν ἐλθὼν σοφὸς ἔσεσθαι τούτους, οἷς ἔστιν τε ἀκόντια καὶ πολλοῖς καὶ ἀλλοτρίοις καὶ οἰκείοις ἑκάστοτε χρῶνται ἀκοντίοις; ΘΕ. ἔμοιγε δοκεῖ. ΣΩ. λέγε δή μοι· ἐπεὶ δὲ δὴ τὰ πολιτικὰ βούλει σοφὸς γενέσθαι, οἴει παρʼ ἄλλους τινὰς ἀφικόμενος σοφὸς ἔσεσθαι ἢ τοὺς πολιτικοὺς τούτους, τοὺς αὐτούς τε δεινοὺς ὄντας τὰ πολιτικὰ καὶ χρωμένους ἑκάστοτε τῇ τε αὑτῶν πόλει καὶ ἄλλαις πολλαῖς, καὶ Ἑλληνίσιν προσομιλοῦντας πόλεσιν καὶ βαρβάροις; ἢ δοκεῖς ἄλλοις τισὶν συγγενόμενος σοφὸς ἔσεσθαι ταῦτα ἅπερ οὗτοι, ἀλλʼ οὐκ αὐτοῖς τούτοις; ΘΕ. ἀκήκοα γάρ, ὦ Σώκρατες, οὕς σέ φασιν λέγειν τοὺς λόγους, ὅτι τούτων τῶν πολιτικῶν ἀνδρῶν οἱ ὑεῖς οὐδὲν βελτίους εἰσὶν ἢ οἱ τῶν σκυτοτόμων· καί μοι δοκεῖς ἀληθέστατα λέγειν ἐξ ὧν ἐγὼ δύναμαι αἰσθέσθαι. ἀνόητος ἂν οὖν εἴην εἰ οἰοίμην τινὰ τούτων ἐμοὶ μὲν ἂν παραδοῦναι τὴν αὑτοῦ σοφίαν, τὸν δὲ ὑὸν τὸν αὑτοῦ μηδὲν ὠφελῆσαι, εἴ τι οἷός τʼ ἦν εἰς ταῦτα ὠφελεῖν ἄλλον ὁντιναοῦν ἀνθρώπων. ΣΩ. τί οὖν ἄν, ὦ βέλτιστε ἀνδρῶν, χρήσαιο σαυτῷ, εἴ σοι ἐπειδὴ γένοιτο ὑὸς τοιαῦτα πράγματα παρέχοι, καὶ φαίη μὲν ἂν ἐπιθυμεῖν ἀγαθὸς γενέσθαι ζωγράφος, καὶ μέμφοιτο σοὶ τῷ πατρὶ ὅτι οὐκ ἐθέλεις ἀναλίσκειν εἰς αὐτὸν τούτων αὐτῶν ἕνεκα ἀργύριον, τοὺς δὲ δημιουργοὺς αὐτοῦ τούτου, τοὺς ζωγράφους, ἀτιμάζοι τε καὶ μὴ βούλοιτο παρʼ αὐτῶν μανθάνειν; ἢ τοὺς αὐλητάς, βουλόμενος αὐλητὴς γενέσθαι, ἢ τοὺς κιθαριστάς; ἔχοις ἂν αὐτῷ ὅτι χρῷο καὶ ὅποι πέμποις ἄλλοσε μὴ ἐθέλοντα παρὰ τούτων μανθάνειν; ΘΕ. μὰ Δία οὐκ ἔγωγε. ΣΩ. νῦν οὖν ταὐτὰ ταῦτα αὐτὸς πρὸς τὸν πατέρα ποιῶν θαυμάζεις, καὶ μέμφῃ εἰ ἀπορεῖ ὅτι σοι χρήσηται καὶ ὅποι πέμποι; ἐπεὶ Ἀθηναίων γε τῶν καλῶν κἀγαθῶν τὰ πολιτικὰ ὅτῳ ἂν βούλῃ συστήσομέν σε, ὅς σοι προῖκα συνέσται· καὶ ἅμα μὲν ἀργύριον οὐκ ἀναλώσεις, ἅμα δὲ πολὺ μᾶλλον εὐδοκιμήσεις παρὰ τοῖς πολλοῖς ἀνθρώποις ἢ ἄλλῳ τῳ συνών. ΘΕ. τί οὖν, ὦ Σώκρατες; οὐ καὶ σὺ τῶν καλῶν κἀγαθῶν εἰ ἀνδρῶν; εἰ γὰρ σύ μοι ἐθέλοις συνεῖναι, ἐξαρκεῖ καὶ οὐδένα ἄλλον ζητῶ. ΣΩ. τί τοῦτο λέγεις, Θέαγες; ΔΗ. ὦ Σώκρατες, οὐ μέντοι κακῶς λέγει, καὶ ἅμα μὲν ἐμοὶ χαριῇ· ὡς ἐγὼ οὐκ ἔσθʼ ὅτι τούτου μεῖζον ἂν ἕρμαιον ἡγησαίμην, ἢ εἰ οὗτός τε ἀρέσκοιτο τῇ σῇ συνουσίᾳ καὶ σὺ ἐθέλοις τούτῳ συνεῖναι. καὶ μέντοι καὶ αἰσχύνομαι λέγειν ὡς σφόδρα βούλομαι. ἀλλʼ ἐγὼ ἀμφοτέρων ὑμῶν δέομαι, σέ τʼ ἐθέλειν τούτῳ συνεῖναι καὶ σὲ μὴ ζητεῖν ἄλλῳ μηδενὶ συγγενέσθαι ἢ Σωκράτει· καί με πολλῶν καὶ φοβερῶν ἀπαλλάξετε φροντίδων. ὡς νῦν πάνυ φοβοῦμαι ὑπὲρ τούτου μή τινι ἄλλῳ ἐντύχῃ οἵῳ τοῦτον διαφθεῖραι. ΘΕ. μηκέτι νῦν, ὦ πάτερ, ὑπέρ γʼ ἐμοῦ φοβοῦ, εἴπερ οἷός τʼ εἶ πεῖσαι τοῦτον τὴν ἐμὴν συνουσίαν προσδέξασθαι. ΔΗ. πάνυ καλῶς λέγεις. ὦ Σώκρατες, πρὸς σὲ δʼ ἂν ἤδη εἴη ὁ μετὰ τοῦτο λόγος· ἐγὼ γάρ σοι ἕτοιμός εἰμι, ὡς διὰ βραχέων εἰπεῖν, καὶ ἐμὲ καὶ τὰ ἐμὰ ὡς οἷόν τε οἰκειότατα παρέχειν, ὅτου ἂν δέῃ ἔμβραχυ, ἐὰν Θεάγη τουτονὶ ἀσπάζῃ τε καὶ εὐεργετῇς ὅτι ἂν οἷός τε ᾖς. ΣΩ. ὦ Δημόδοκε, τὸ μὲν ἐσπουδακέναι σε οὐ θαυμάζω, εἴπερ οἴει ὑπʼ ἐμοῦ μάλιστʼ ἄν σοι τοῦτον ὠφεληθῆναι—οὐ γὰρ οἶδα ὑπὲρ ὅτου ἄν τις νοῦν ἔχων μᾶλλον σπουδάζοι ἢ ὑπὲρ ὑέος αὑτοῦ ὅπως ὡς βέλτιστος ἔσται—ὁπόθεν δὲ ἔδοξέ σοι τοῦτο, ὡς ἐγὼ ἂν μᾶλλον τὸν σὸν ὑὸν οἷός τʼ εἴην ὠφελῆσαι πρὸς τὸ πολίτην ἀγαθὸν γενέσθαι ἢ σὺ αὐτός, καὶ ὁπόθεν οὗτος ᾠήθη ἐμὲ μᾶλλον ἢ σὲ αὐτὸν ὠφελήσειν, τοῦτο πάνυ θαυμάζω. σὺ γὰρ πρῶτον μὲν πρεσβύτερος εἶ ἐμοῦ, ἔπειτα πολλὰς ἤδη ἀρχὰς καὶ τὰς μεγίστας Ἀθηναίοις ἦρξας, καὶ τιμᾷ ὑπὸ Ἀναγυρασίων τε τῶν δημοτῶν πολὺ μάλιστα καὶ ὑπὸ τῆς ἄλλης πόλεως οὐδενὸς ἧττον· ἐμοὶ δὲ τούτων οὐδὲν ἐνορᾷ οὐδέτερος ὑμῶν. ΣΩ. ἔπειτα εἰ ἄρα τῆς μὲν τῶν πολιτικῶν ἀνδρῶν συνουσίας Θεάγης ὅδε καταφρονεῖ, ἄλλους δέ τινας ζητεῖ οἳ παιδεύειν ἐπαγγέλλονται οἷοί τε εἶναι νέους ἀνθρώπους, ἔστιν ἐνταῦθα καὶ Πρόδικος ὁ Κεῖος καὶ Γοργίας ὁ Λεοντῖνος καὶ πῶλος ὁ Ἀκραγαντῖνος καὶ ἄλλοι πολλοί, οἳ οὕτω σοφοί εἰσιν ὥστε εἰς τὰς πόλεις ἰόντες πείθουσι τῶν νέων τοὺς γενναιοτάτους τε καὶ πλουσιωτάτους—οἷς ἔξεστιν τῶν πολιτῶν ᾧ ἂν βούλωνται προῖκα συνεῖναι— τούτους πείθουσιν ἀπολείποντας τὰς ἐκείνων συνουσίας αὐτοῖς συνεῖναι, προσκατατιθέντας ἀργύριον πάνυ πολὺ μισθόν, καὶ χάριν πρὸς τούτοις εἰδέναι. τούτων τινὰς εἰκὸς ἦν προαιρεῖσθαι καὶ τὸν ὑόν σου καὶ αὐτὸν σέ, ἐμὲ δʼ οὐκ εἰκός· οὐδὲν γὰρ τούτων ἐπίσταμαι τῶν μακαρίων τε καὶ καλῶν μαθημάτων—ἐπεὶ ἐβουλόμην ἄν—ἀλλὰ καὶ λέγω δήπου ἀεὶ ὅτι ἐγὼ τυγχάνω ὡς ἔπος εἰπεῖν οὐδὲν ἐπιστάμενος πλήν γε σμικροῦ τινος μαθήματος, τῶν ἐρωτικῶν. τοῦτο μέντοι τὸ μάθημα παρʼ ὁντινοῦν ποιοῦμαι δεινὸς εἶναι καὶ τῶν προγεγονότων ἀνθρώπων καὶ τῶν νῦν. ΘΕ. ὁρᾷς, ὦ πάτερ; ὁ Σωκράτης οὐ πάνυ μοι δοκεῖ τι ἔτι ἐθέλειν ἐμοὶ συνδιατρίβειν—ἐπεὶ τό γʼ ἐμὸν ἕτοιμον, ἐὰν οὗτος ἐθέλῃ—ἀλλὰ ταῦτα παίζων πρὸς ἡμᾶς λέγει. ἐπεὶ ἐγὼ οἶδα τῶν ἐμῶν ἡλικιωτῶν καὶ ὀλίγῳ πρεσβυτέρων οἳ πρὶν μὲν τούτῳ συνεῖναι οὐδενὸς ἄξιοι ἦσαν, ἐπειδὴ δὲ συνεγένοντο τούτῳ, ἐν πάνυ ὀλίγῳ χρόνῳ πάντων βελτίους φαίνονται ὧν πρότερον χείρους. ΣΩ. οἶσθα οὖν οἷον τοῦτό ἐστιν, ὦ παῖ Δημοδόκου; ΘΕ. ναὶ μὰ Δία ἔγωγε, ὅτι, ἐὰν σὺ βούλῃ, καὶ ἐγὼ οἷός τʼ ἔσομαι τοιοῦτος γενέσθαι οἷοίπερ καὶ ἐκεῖνοι. ΣΩ. οὔκ, ὠγαθέ, ἀλλά σε λέληθεν οἷον τοῦτʼ ἔστιν, ἐγὼ δέ σοι φράσω. ἔστι γάρ τι θείᾳ μοίρᾳ παρεπόμενον ἐμοὶ ἐκ παιδὸς ἀρξάμενον δαιμόνιον. ἔστι δὲ τοῦτο φωνή, ἣ ὅταν γένηται ἀεί μοι σημαίνει, ὃ ἂν μέλλω πράττειν, τούτου ἀποτροπήν, προτρέπει δὲ οὐδέποτε· καὶ ἐάν τίς μοι τῶν φίλων ἀνακοινῶται καὶ γένηται ἡ φωνή, ταὐτὸν τοῦτο, ἀποτρέπει καὶ οὐκ ἐᾷ πράττειν. καὶ τούτων ὑμῖν μάρτυρας παρέξομαι. Χαρμίδην γὰρ τουτονὶ γιγνώσκετε τὸν καλὸν γενόμενον, τὸν Γλαύκωνος· οὗτός ποτε ἐτύγχανε ἐμοὶ ἀνακοινούμενος μέλλων ἀσκήσειν στάδιον εἰς Νεμέαν, καὶ εὐθὺς αὐτοῦ ἀρχομένου λέγειν ὅτι μέλλοι ἀσκεῖν ἐγένετο ἡ φωνή, καὶ ἐγὼ διεκώλυόν τε αὐτὸν καὶ εἶπον ὅτι λέγοντός σου μεταξὺ γέγονέ μοι ἡ φωνὴ ἡ τοῦ δαιμονίου· ἀλλὰ μὴ ἄσκει. ἴσως, ἔφη, σημαίνει σοι ὅτι οὐ νικήσω· ἐγὼ δὲ κἂν μὴ μέλλω νικᾶν, γυμνασάμενός γε τοῦτον τὸν χρόνον ὠφεληθήσομαι. ΣΩ. ταῦτα εἰπὼν ἤσκει· ἄξιον οὖν πυθέσθαι αὐτοῦ ἃ αὐτῷ συνέβη ἀπὸ ταύτης τῆς ἀσκήσεως. εἰ δὲ βούλεσθε, τὸν Τιμάρχου ἀδελφὸν Κλειτόμαχον ἔρεσθε τί εἶπεν αὐτῷ Τίμαρχος ἡνίκα ἀποθανούμενος ᾔει εὐθὺ τοῦ δαιμονίου , ἐκεῖνός τε καὶ Εὔαθλος ὁ σταδιοδρομῶν ὃς Τίμαρχον ὑπεδέξατο φεύγοντα· ἐρεῖ γὰρ ὑμῖν ὅτι εἶπεν αὐτῷ ταυτί. ΘΕ. τί; ΣΩ. ὦ Κλειτόμαχε, ἔφη, ἐγὼ μέντοι ἔρχομαι ἀποθανούμενος νυνί, διότι Σωκράτει οὐκ ἤθελον πείθεσθαι. τί δὴ οὖν ποτε τοῦτο εἶπεν ὁ Τίμαρχος; ἐγὼ φράσω. ὅτε ἀνίστατο ἐκ τοῦ συμποσίου ὁ Τίμαρχος καὶ Φιλήμων ὁ Φιλημονίδου ἀποκτενοῦντες Νικίαν τὸν Ἡροσκαμάνδρου, ἠπιστάσθην μὲν αὐτὼ μόνω τὴν ἐπιβουλήν, ὁ δὲ Τίμαρχος ἀνιστάμενος πρὸς ἐμὲ εἶπεν, τί λέγεις, ἔφη, ὦ Σώκρατες; ὑμεῖς μὲν πίνετε, ἐμὲ δὲ δεῖ ποι ἐξαναστῆναι· ἥξω δὲ ὀλίγον ὕστερον, ἐὰν τύχω. καί μοι ἐγένετο ἡ φωνή, καὶ εἶπον πρὸς αὐτόν, μηδαμῶς, ἔφην, ἀναστῇς· γέγονε γάρ μοι τὸ εἰωθὸς σημεῖον τὸ δαιμόνιον. καὶ ὃς ἐπέσχε. καὶ διαλιπὼν χρόνον αὖθις ὡρμᾶτο ἰέναι, καὶ ἔφη· εἶμι δή, Σώκρατες. αὖθις ἐγένετο ἡ φωνή· αὖθις οὖν αὐτὸν ἠνάγκασα ἐπισχεῖν. τὸ τρίτον, βουλόμενός με λαθεῖν, ἀνέστη οὐκέτι εἰπών μοι οὐδὲν ἀλλὰ λαθών, ἐπιτηρήσας ἄλλοσε τὸν νοῦν ἔχοντα· καὶ οὕτως ᾤχετο ἀπιὼν καὶ διεπράξατο ἐξ ὧν ᾔει ἀποθανούμενος. ὅθεν δὴ τοῦτο εἶπεν πρὸς τὸν ἀδελφὸν ὅπερ νῦν ὑμῖν ἐγώ, ὅτι ἴοι ἀποθανούμενος διὰ τὸ ἐμοὶ ἀπιστῆσαι. ἔτι τοίνυν περὶ τῶν ἐν Σικελίᾳ πολλῶν ἀκούσεσθον ἃ ἐγὼ ἔλεγον περὶ τῆς διαφθορᾶς τοῦ στρατοπέδου. καὶ τὰ μὲν παρεληλυθότα τῶν εἰδότων ἔστιν ἀκοῦσαι· πεῖραν δʼ ἔξεστι νυνὶ λαβεῖν τοῦ σημείου εἰ ἄρα τὶ λέγει. ἐπὶ γὰρ τῇ ἐπὶ στρατείαν ἐξορμῇ Σαννίωνος τοῦ καλοῦ ἐγένετό μοι τὸ σημεῖον, οἴχεται δὲ νῦν μετὰ Θρασύλλου στρατευσόμενος εὐθὺ Ἐφέσου καὶ Ἰωνίας. ἐγὼ οὖν οἴομαι ἐκεῖνον ἢ ἀποθανεῖσθαι ἢ ὁμοῦ τι τούτῳ γʼ ἐλᾶν, καὶ περί γε τῆς στρατιᾶς τῆς ἄλλης πάνυ φοβοῦμαι. ταῦτα δὴ πάντα εἴρηκά σοι, ὅτι ἡ δύναμις αὕτη τοῦ δαιμονίου τούτου καὶ εἰς τὰς συνουσίας τῶν μετʼ ἐμοῦ συνδιατριβόντων τὸ ἅπαν δύναται. πολλοῖς μὲν γὰρ ἐναντιοῦται, καὶ οὐκ ἔστι τούτοις ὠφεληθῆναι μετʼ ἐμοῦ διατρίβουσιν, ὥστε οὐχ οἷόν τέ μοι τούτοις συνδιατρίβειν· πολλοῖς δὲ συνεῖναι μὲν οὐ διακωλύει, ὠφελοῦνται δὲ οὐδὲν συνόντες. οἷς δʼ ἂν συλλάβηται τῆς συνουσίας ἡ τοῦ δαιμονίου δύναμις, οὗτοί εἰσιν ὧν καὶ σὺ ᾔσθησαι· ταχὺ γὰρ παραχρῆμα ἐπιδιδόασιν. ΣΩ. καὶ τούτων αὖ τῶν ἐπιδιδόντων οἱ μὲν καὶ βέβαιον ἔχουσι καὶ παραμόνιμον τὴν ὠφελίαν· πολλοὶ δέ, ὅσον ἂν μετʼ ἐμοῦ χρόνον ὦσιν, θαυμάσιον ἐπιδιδόασιν, ἐπειδὰν δέ μου ἀπόσχωνται, πάλιν οὐδὲν διαφέρουσιν ὁτουοῦν. τοῦτό ποτε ἔπαθεν Ἀριστείδης ὁ Λυσιμάχου ὑὸς τοῦ Ἀριστείδου. διατρίβων γὰρ μετʼ ἐμοῦ πάμπολυ ἐπεδεδώκει ἐν ὀλίγῳ χρόνῳ· ἔπειτα αὐτῷ στρατεία τις ἐγένετο καὶ ᾤχετο ἐκπλέων, ἥκων δὲ κατελάμβανε μετʼ ἐμοῦ διατρίβοντα Θουκυδίδην τὸν Μελησίου ὑὸν τοῦ Θουκυδίδου. ὁ δὲ Θουκυδίδης τῇ προτεραίᾳ μοι διʼ ἀπεχθείας ἐν λόγοις τισὶν ἐγεγόνει· ἰδὼν οὖν με ὁ Ἀριστείδης, ἐπειδὴ ἠσπάσατό τε καὶ τἆλλα διελέχθη, Θουκυδίδην δέ, ἔφη, ἀκούω, ὦ Σώκρατες, σεμνύνεσθαι ἄττα πρός σε καὶ χαλεπαίνειν ὡς τὶ ὄντα. ἔστι γάρ, ἔφην ἐγώ, οὕτως. τί δέ, οὐκ οἶδεν, ἔφη, πρὶν σοὶ συγγενέσθαι οἷον ἦν τὸ ἀνδράποδον; οὐκ ἔοικέν γε, ἔφην ἐγώ, νὴ τοὺς θεούς. ἀλλὰ μὴν καὶ αὐτός γε, ἔφη, καταγελάστως ἔχω, ὦ Σώκρατες. τί μάλιστα; ἔφην ἐγώ. ὅτι, ἔφη, πρὶν μὲν ἐκπλεῖν, ὁτῳοῦν ἀνθρώπῳ οἷός τʼ ἦ διαλέγεσθαι καὶ μηδενὸς χείρων φαίνεσθαι ἐν τοῖς λόγοις, ὥστε καὶ ἐδίωκον τὰς συνουσίας τῶν χαριεστάτων ἀνθρώπων, νυνὶ δὲ τοὐναντίον φεύγω ἄν τινα καὶ αἰσθάνωμαι πεπαιδευμένον· οὕτως αἰσχύνομαι ἐπὶ τῇ ἐμαυτοῦ φαυλότητι. πότερον δέ, ἦν δʼ ἐγώ, ἐξαίφνης σε προύλιπεν αὕτη ἡ δύναμις ἢ κατὰ σμικρόν; κατὰ σμικρόν, ἦ δʼ ὅς. ἡνίκα δέ σοι παρεγένετο, ἦν δʼ ἐγώ, πότερον μαθόντι παρʼ ἐμοῦ τι παρεγένετο ἤ τινι ἄλλῳ τρόπῳ; ἐγώ σοι ἐρῶ, ἔφη, ὦ Σώκρατες, ἄπιστον μὲν νὴ τοὺς θεούς, ἀληθὲς δέ. ἐγὼ γὰρ ἔμαθον μὲν παρά σου οὐδὲν πώποτε, ὡς αὐτὸς οἶσθα· ἐπεδίδουν δὲ ὁπότε σοι συνείην, κἂν εἰ ἐν τῇ αὐτῇ μόνον οἰκίᾳ εἴην, μὴ ἐν τῷ αὐτῷ δὲ οἰκήματι, μᾶλλον δὲ ὁπότε ἐν τῷ αὐτῷ οἰκήματι, καὶ ἔμοιγε ἐδόκουν πολὺ μᾶλλον ὁπότε ἐν τῷ αὐτῷ οἰκήματι ὢν λέγοντός σου βλέποιμι πρὸς σέ, μᾶλλον ἢ ὁπότε ἄλλοσε ὁρῴην, πολὺ δὲ μάλιστα καὶ πλεῖστον ἐπεδίδουν ὁπότε παρʼ αὐτόν σε καθοίμην ἐχόμενός σου καὶ ἁπτόμενος· νῦν δέ, ἦ δʼ ὅς, πᾶσα ἐκείνη ἡ ἕξις ἐξερρύηκε. ἔστιν οὖν, ὦ Θέαγες, τοιαύτη ἡ ἡμετέρα συνουσία· ἐὰν μὲν τῷ θεῷ φίλον ᾖ, πάνυ πολὺ ἐπιδώσεις καὶ ταχύ, εἰ δὲ μή, οὔ. ὅρα οὖν μή σοι ἀσφαλέστερον ᾖ παρʼ ἐκείνων τινὶ παιδεύεσθαι οἳ ἐγκρατεῖς αὐτοί εἰσιν τῆς ὠφελίας ἣν ὠφελοῦσιν τοὺς ἀνθρώπους μᾶλλον ἢ παρʼ ἐμοῦ ὅτι ἂν τύχῃ τοῦτο πρᾶξαι.