<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg017.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="125"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ μιαρέ, τυραννεῖν ἄρα ἡμῶν ἐπιθυμῶν πάλαι <milestone n="125" unit="page"/><milestone unit="section" resp="Stephanus" n="125a"/> ἐμέμφου τῷ πατρὶ ὅτι σε οὐκ ἔπεμπεν εἰς <del>διδασκάλου</del> τυραννοδιδασκάλου τινός; καὶ σύ, ὦ Δημόδοκε, οὐκ αἰσχύνῃ πάλαι εἰδὼς οὗ ἐπιθυμεῖ οὗτος, καὶ ἔχων ὅθι πέμψας αὐτὸν δημιουργὸν ἂν ἐποίησας τῆς σοφίας ἧς ἐπιθυμεῖ, ἔπειτα φθονεῖς τε αὐτῷ καὶ οὐκ ἐθέλεις πέμπειν; ἀλλὰ νῦν—ὁρᾷς; — ἐπειδὴ ἐναντίον ἐμοῦ κατείρηκέ σου, κοινῇ βουλευώμεθα ἐγώ τε καὶ σὺ ἐς τίνος ἂν αὐτὸν πέμποιμεν καὶ διὰ τὴν τίνος συνουσίαν σοφὸς ἂν γένοιτο τύραννος;</said></p><p><said who="#Δημόδοκος"><milestone unit="section" resp="Stephanus" n="125b"/><label>ΔΗ.</label> ναὶ μὰ Δία, ὦ Σώκρατες, βουλευώμεθα δῆτα, ὡς δοκεῖ γέ μοι βουλῆς δεῖν περὶ τούτου οὐ φαύλης.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔασον, ὠγαθέ. διαπυθώμεθα αὐτοῦ πρῶτον ἱκανῶς.</said></p><p><said who="#Δημόδοκος"><label>ΔΗ.</label> πυνθάνου δή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν ἂν εἰ Εὐριπίδῃ τι προσχρησαίμεθα, ὦ Θέαγες; Εὐριπίδης γάρ πού φησιν—<quote type="verse"><l met="iambic">σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ·</l></quote><bibl>Soph. Fr. 14.1</bibl>εἰ οὖν ἔροιτό τις τὸν Εὐριπίδην· <q>ὦ Εὐριπίδη, τῶν τί <milestone unit="section" resp="Stephanus" n="125c"/> σοφῶν συνουσίᾳ φῂς σοφοὺς εἶναι τοὺς τυράννους;</q> ὥσπερ ἂν εἰ εἰπόντα—<quote type="verse"><l met="iambic">σοφοὶ γεωργοὶ τῶν σοφῶν συνουσίᾳ,</l></quote>ἠρόμεθα <q>τῶν τί σοφῶν;</q> τί ἂν ἡμῖν ἀπεκρίνατο; ἆρʼ ἂν ἄλλο τι ἢ τῶν τὰ γεωργικά;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οὔκ, ἀλλὰ τοῦτο.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ εἰ εἶπε—<quote type="verse"><l met="iambic">σοφοὶ μάγειροι τῶν σοφῶν συνουσίᾳ,</l></quote>εἰ ἠρόμεθα· <q>τῶν τί σοφῶν;</q> τί ἂν ἡμῖν ἀπεκρίνατο; οὐχ ὅτι τῶν μαγείρων;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ εἰ—<quote type="verse"><l met="iambic">σοφοὶ παλαισταὶ τῶν σοφῶν συνουσίᾳ</l></quote>εἶπεν, εἰ ἠρόμεθα· <q>τῶν τί σοφῶν;</q> ἆρα οὐκ ἂν τῶν <milestone unit="section" resp="Stephanus" n="125d"/> παλαίειν ἔφη;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπειδὴ δὲ εἶπε—<quote type="verse"><l met="iambic">σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ,</l></quote><bibl>Soph. Frag. 14.1</bibl>ἡμῶν ἐρωτώντων· <q>τῶν τί σοφῶν λέγεις, ὦ Εὐριπίδη;</q> τί ἂν φαίη; ποῖα ἂν εἶναι ταῦτα;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἀλλὰ μὰ Δίʼ οὐκ οἶδʼ ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ βούλει ἐγώ σοι εἴπω;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> εἰ σὺ βούλει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταῦτʼ ἐστὶν ἅπερ ἔφη Ἀνακρέων τὴν Καλλικρίτην ἐπίστασθαι· ἢ οὐκ οἶσθα τὸ ᾆσμα;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; τοιαύτης τινὸς καὶ σὺ συνουσίας ἐπιθυμεῖς <milestone unit="section" resp="Stephanus" n="125e"/> ἀνδρὸς ὅστις τυγχάνει ὁμότεχνος ὢν Καλλικρίτῃ τῇ Κυάνης καὶ <q>ἐπίσταται τυραννικά,</q> ὥσπερ ἐκείνην ἔφη ὁ ποιητής, ἵνα καὶ σὺ ἡμῖν τύραννος γένῃ καὶ τῇ πόλει;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> πάλαι, ὦ Σώκρατες, σκώπτεις καὶ παίζεις πρός με.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; οὐ ταύτης φῂς τῆς σοφίας ἐπιθυμεῖν ᾗ πάντων ἂν τῶν πολιτῶν ἄρχοις; τοῦτο δὲ ποιῶν ἄλλο τι ἢ τύραννος ἂν εἴης;</said></p></div></div></body></text></TEI>