ΣΩ. ὦ μιαρέ, τυραννεῖν ἄρα ἡμῶν ἐπιθυμῶν πάλαι ἐμέμφου τῷ πατρὶ ὅτι σε οὐκ ἔπεμπεν εἰς διδασκάλου τυραννοδιδασκάλου τινός; καὶ σύ, ὦ Δημόδοκε, οὐκ αἰσχύνῃ πάλαι εἰδὼς οὗ ἐπιθυμεῖ οὗτος, καὶ ἔχων ὅθι πέμψας αὐτὸν δημιουργὸν ἂν ἐποίησας τῆς σοφίας ἧς ἐπιθυμεῖ, ἔπειτα φθονεῖς τε αὐτῷ καὶ οὐκ ἐθέλεις πέμπειν; ἀλλὰ νῦν—ὁρᾷς; — ἐπειδὴ ἐναντίον ἐμοῦ κατείρηκέ σου, κοινῇ βουλευώμεθα ἐγώ τε καὶ σὺ ἐς τίνος ἂν αὐτὸν πέμποιμεν καὶ διὰ τὴν τίνος συνουσίαν σοφὸς ἂν γένοιτο τύραννος; ΔΗ. ναὶ μὰ Δία, ὦ Σώκρατες, βουλευώμεθα δῆτα, ὡς δοκεῖ γέ μοι βουλῆς δεῖν περὶ τούτου οὐ φαύλης. ΣΩ. ἔασον, ὠγαθέ. διαπυθώμεθα αὐτοῦ πρῶτον ἱκανῶς. ΔΗ. πυνθάνου δή. ΣΩ. τί οὖν ἂν εἰ Εὐριπίδῃ τι προσχρησαίμεθα, ὦ Θέαγες; Εὐριπίδης γάρ πού φησιν— σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ· Soph. Fr. 14.1 εἰ οὖν ἔροιτό τις τὸν Εὐριπίδην· ὦ Εὐριπίδη, τῶν τί σοφῶν συνουσίᾳ φῂς σοφοὺς εἶναι τοὺς τυράννους; ὥσπερ ἂν εἰ εἰπόντα— σοφοὶ γεωργοὶ τῶν σοφῶν συνουσίᾳ, ἠρόμεθα τῶν τί σοφῶν; τί ἂν ἡμῖν ἀπεκρίνατο; ἆρʼ ἂν ἄλλο τι ἢ τῶν τὰ γεωργικά; ΘΕ. οὔκ, ἀλλὰ τοῦτο. ΣΩ. τί δὲ εἰ εἶπε— σοφοὶ μάγειροι τῶν σοφῶν συνουσίᾳ, εἰ ἠρόμεθα· τῶν τί σοφῶν; τί ἂν ἡμῖν ἀπεκρίνατο; οὐχ ὅτι τῶν μαγείρων; ΘΕ. ναί. ΣΩ. τί δʼ εἰ— σοφοὶ παλαισταὶ τῶν σοφῶν συνουσίᾳ εἶπεν, εἰ ἠρόμεθα· τῶν τί σοφῶν; ἆρα οὐκ ἂν τῶν παλαίειν ἔφη; ΘΕ. ναί. ΣΩ. ἐπειδὴ δὲ εἶπε— σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ, Soph. Frag. 14.1 ἡμῶν ἐρωτώντων· τῶν τί σοφῶν λέγεις, ὦ Εὐριπίδη; τί ἂν φαίη; ποῖα ἂν εἶναι ταῦτα; ΘΕ. ἀλλὰ μὰ Δίʼ οὐκ οἶδʼ ἔγωγε. ΣΩ. ἀλλὰ βούλει ἐγώ σοι εἴπω; ΘΕ. εἰ σὺ βούλει. ΣΩ. ταῦτʼ ἐστὶν ἅπερ ἔφη Ἀνακρέων τὴν Καλλικρίτην ἐπίστασθαι· ἢ οὐκ οἶσθα τὸ ᾆσμα; ΘΕ. ἔγωγε. ΣΩ. τί οὖν; τοιαύτης τινὸς καὶ σὺ συνουσίας ἐπιθυμεῖς ἀνδρὸς ὅστις τυγχάνει ὁμότεχνος ὢν Καλλικρίτῃ τῇ Κυάνης καὶ ἐπίσταται τυραννικά, ὥσπερ ἐκείνην ἔφη ὁ ποιητής, ἵνα καὶ σὺ ἡμῖν τύραννος γένῃ καὶ τῇ πόλει; ΘΕ. πάλαι, ὦ Σώκρατες, σκώπτεις καὶ παίζεις πρός με. ΣΩ. τί δέ; οὐ ταύτης φῂς τῆς σοφίας ἐπιθυμεῖν ᾗ πάντων ἂν τῶν πολιτῶν ἄρχοις; τοῦτο δὲ ποιῶν ἄλλο τι ἢ τύραννος ἂν εἴης;