<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg017.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="124"><p><said who="#Θεάγης"><milestone n="124" unit="page"/><milestone unit="section" resp="Stephanus" n="124a"/><label>ΘΕ.</label> ἧι τῶν ἐν τῇ πόλει, ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐν τῇ πόλει εἰσὶν καὶ οἱ κάμνοντες;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί, ἀλλʼ οὐ τούτων λέγω μόνον, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἐν τῇ πόλει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρά γε μανθάνω ἣν λέγεις τέχνην; δοκεῖς γάρ μοι λέγειν οὐχ ᾗ τῶν θεριζόντων ἐπιστάμεθα ἄρχειν καὶ τρυγώντων καὶ τῶν φυτευόντων καὶ σπειρόντων καὶ ἁλοώντων· αὕτη μὲν γὰρ γεωργική, ᾗ τούτων ἄρχομεν. ἦ γάρ;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="124b"/><label>ΣΩ.</label> οὐδέ γε οἶμαι ᾗ τῶν πριζόντων καὶ τρυπώντων καὶ ξεόντων καὶ τορνευόντων συμπάντων ἐπιστάμεθα ἄρχειν, οὐ ταύτην λέγεις· αὕτη μὲν γὰρ οὐ τεκτονική;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἴσως ᾗ τούτων τε πάντων καὶ αὐτῶν τῶν γεωργῶν καὶ τῶν τεκτόνων καὶ τῶν δημιουργῶν ἁπάντων καὶ τῶν ἰδιωτῶν καὶ τῶν γυναικῶν καὶ ἀνδρῶν, ταύτην ἴσως λέγεις τὴν σοφίαν.</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ταύτην πάλαι, ὦ Σώκρατες, βούλομαι λέγειν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="124c"/><label>ΣΩ.</label> ἔχεις οὖν εἰπεῖν, Αἴγισθος ὁ Ἀγαμέμνονα ἀποκτείνας ἐν Ἄργει ἆρα τούτων ἦρχεν ὧν σὺ λέγεις, τῶν τε δημιουργῶν καὶ ἰδιωτῶν καὶ ἀνδρῶν καὶ γυναικῶν συμπάντων, ἢ ἄλλων τινῶν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οὔκ, ἀλλὰ τούτων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ δή; Πηλεὺς ὁ Αἰακοῦ ἐν Φθίᾳ οὐ τῶν αὐτῶν τούτων ἦρχεν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Περίανδρον δὲ τὸν Κυψέλου ἄρχοντα ἐν Κορίνθῳ ἤδη ἀκήκοας γενέσθαι;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ τῶν αὐτῶν τούτων ἄρχοντα ἐν τῇ αὑτοῦ πόλει;</said></p><p><said who="#Θεάγης"><milestone unit="section" resp="Stephanus" n="124d"/><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ Ἀρχέλαον τὸν Περδίκκου, τὸν νεωστὶ τοῦτον ἄρχοντα ἐν Μακεδονίᾳ; οὐ τῶν αὐτῶν ἡγῇ τούτων ἄρχειν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Ἱππίαν δὲ τὸν Πεισιστράτου ἐν τῇδε τῇ πόλει ἄρξαντα τίνων οἴει ἄρξαι; οὐ τούτων;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἴποις ἂν οὖν μοι τίνα ἐπωνυμίαν ἔχει Βάκις τε καὶ Σίβυλλα καὶ ὁ ἡμεδαπὸς Ἀμφίλυτος;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> τίνα γὰρ ἄλλην, ὦ Σώκρατες, πλήν γε χρησμῳδοί;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="124e"/><label>ΣΩ.</label> ὀρθῶς λέγεις. ἀλλὰ καὶ τούσδε μοι οὕτω πειρῶ ἀποκρίνασθαι, τίνα ἐπωνυμίαν ἔχει Ἱππίας καὶ Περίανδρος διὰ τὴν αὐτὴν ἀρχήν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οἶμαι μὲν τύραννοι· τί γὰρ ἄλλο;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὅστις ἐπιθυμεῖ τῶν ἀνθρώπων τῶν ἐν τῇ πόλει συμπάντων ἄρχειν, τῆς αὐτῆς ἀρχῆς τούτοις ἐπιθυμεῖ, τυραννικῆς, καὶ τύραννος εἶναι;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ταύτης ἐπιθυμεῖν σὺ φῄς;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἔοικέν γε ἐξ ὧν ἐγὼ εἶπον.</said></p></div></div></body></text></TEI>