<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg017.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="123"><p><said who="#Σωκράτης"><milestone n="123" unit="page"/><milestone unit="section" resp="Stephanus" n="123a"/><label>ΣΩ.</label> ἔτι οὖν οἴει τινὸς ἐπιστήμης ἐλλείπειν, ἧς προσήκει ὑπὲρ σοῦ τὸν πατέρα ἐπιμεληθῆναι;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς ἐστιν αὕτη; εἰπὲ καὶ ἡμῖν, ἵνα σοι χαρισώμεθα.</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οἶδεν καὶ οὗτος, ὦ Σώκρατες—ἐπεὶ πολλάκις ἐγὼ αὐτῷ εἴρηκα—ἀλλὰ ταῦτα ἐξεπίτηδες πρὸς σὲ λέγει, ὡς δὴ οὐκ εἰδὼς οὗ ἐγὼ ἐπιθυμῶ· τοιαῦτα γὰρ ἕτερα καὶ πρὸς ἐμὲ μάχεταί τε καὶ οὐκ ἐθέλει με οὐδενὶ συστῆσαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ τὰ μὲν ἔμπροσθέν σοι ἦν πρὸς τοῦτον ῥηθέντα
<milestone unit="section" resp="Stephanus" n="123b"/>ὥσπερ ἄνευ μαρτύρων λεγόμενα· νυνὶ δὲ ἐμὲ ποίησαι μάρτυρα, καὶ ἐναντίον ἐμοῦ κάτειπε τίς ἐστιν αὕτη ἡ σοφία ἧς ἐπιθυμεῖς. φέρε γάρ, εἰ ἐπεθύμεις ταύτης ᾗ οἱ ἄνθρωποι τὰ πλοῖα κυβερνῶσιν, καὶ ἐγώ σε ἐτύγχανον ἀνερωτῶν· <q>ὦ Θέαγες, τίνος ἐνδεὴς ὢν σοφίας μέμφῃ τῷ πατρὶ ὅτι οὐκ ἐθέλει σε συνιστάναι παρʼ ὧν ἂν σὺ σοφὸς γένοιο;</q> τί ἄν μοι ἀπεκρίνω; τίνα αὐτὴν εἶναι; ἆρα οὐ κυβερνητικήν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="123c"/><label>ΣΩ.</label> εἰ δὲ ἐπιθυμῶν ταύτην τὴν σοφίαν εἶναι σοφὸς ᾗ τὰ ἅρματα κυβερνῶσιν εἶτʼ ἐμέμφου τῷ πατρί, ἐμοῦ αὖ ἐρωτῶντος τίς ἐστιν αὕτη ἡ σοφία, τίνα ἂν ἀπεκρίνω αὐτὴν εἶναι; ἆρʼ οὐχὶ ἡνιοχικήν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἧς δὲ δὴ νῦν τυγχάνεις ἐπιθυμῶν, πότερον ἀνώνυμός τίς ἐστιν ἢ ἔχει ὄνομα;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οἶμαι ἔγωγε ἔχειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν αὐτὴν μὲν οἶσθα, οὐ μέντοι τό γε ὄνομα, ἢ καὶ τὸ ὄνομα;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> καὶ τὸ ὄνομα ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν ἔστιν; εἰπέ.</said></p><p><said who="#Θεάγης"><milestone unit="section" resp="Stephanus" n="123d"/><label>ΘΕ.</label> τί δὲ ἄλλο, ὦ Σώκρατες, αὐτῇ ὄνομά τις φαίη ἂν εἶναι ἀλλʼ ἢ σοφίαν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ἡ ἡνιοχεία σοφία ἐστίν; ἢ ἀμαθία δοκεῖ σοι εἶναι;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οὐκ ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ σοφία;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἧι τί χρώμεθα; οὐχ ᾗ ἵππων ἐπιστάμεθα ζεύγους ἄρχειν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ἡ κυβερνητικὴ σοφία ἐστίν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὐχ αὕτη ᾗ πλοίων ἐπιστάμεθα ἄρχειν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> αὕτη μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἧς δὲ δὴ σὺ ἐπιθυμεῖς ἡ σοφία τίς ἐστιν; ᾗ τίνος <milestone unit="section" resp="Stephanus" n="123e"/> ἐπιστάμεθα ἄρχειν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἐμοὶ μὲν δοκεῖ, ᾗ τῶν ἀνθρώπων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μῶν ᾗ τῶν καμνόντων;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἰατρικὴ γὰρ αὕτη ἐστίν· ἦ γάρ;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ᾗ τῶν ᾀδόντων ἐπιστάμεθα ἐν τοῖς χοροῖς ἄρχειν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μουσικὴ γὰρ αὕτη γε;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ᾗ τῶν γυμναζομένων ἐπιστάμεθα ἄρχειν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> γυμναστικὴ γὰρ αὕτη γε;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ᾗ τῶν τί ποιούντων; προθυμοῦ εἰπεῖν ὥσπερ ἐγὼ σοὶ τὰ ἔμπροσθεν.</said></p></div></div></body></text></TEI>