ΔΗ. ὦ Σώκρατες, ἐδεόμην ἄττα σοι ἰδιολογήσασθαι, εἰ σχολή· κἂν εἰ ἀσχολία δὲ μὴ πάνυ τις μεγάλη, ὅμως ἐμοῦ ἕνεκα ποίησαι σχολήν. ΣΩ. ἀλλὰ καὶ ἄλλως τυγχάνω σχολάζων, καὶ δὴ σοῦ γε ἕνεκα καὶ πάνυ. ἀλλʼ εἴ τι βούλει λέγειν, ἔξεστιν. ΔΗ. βούλει οὖν δεῦρο εἰς τὴν τοῦ Διὸς τοῦ ἐλευθερίου στοὰν ἐκποδὼν ἀποχωρήσωμεν; ΣΩ. εἰ σοὶ δοκεῖ. ΔΗ. ἴωμεν δή. ὦ Σώκρατες, πάντα τὰ φυτὰ κινδυνεύει τὸν αὐτὸν τρόπον ἔχειν, καὶ τὰ ἐκ τῆς γῆς φυόμενα καὶ τὰ ζῷα τά τε ἄλλα καὶ ἅνθρωπος. καὶ γὰρ ἐν τοῖς φυτοῖς ῥᾷστον ἡμῖν τοῦτο γίγνεται, ὅσοι τὴν γῆν γεωργοῦμεν, τὸ παρασκευάσασθαι πάντα τὰ πρὸ τοῦ φυτεύειν καὶ αὐτὸ τὸ φυτεῦσαι· ἐπειδὰν δὲ τὸ φυτευθὲν βιῷ, μετὰ τοῦτο θεραπεία τοῦ φύντος καὶ πολλὴ καὶ χαλεπὴ καὶ δύσκολος γίγνεται. οὕτω δὲ ἔχειν ἔοικε καὶ τὸ περὶ τῶν ἀνθρώπων· ἀπὸ τῶν ἐμαυτοῦ ἐγὼ πραγμάτων τεκμαίρομαι καὶ ἐς τἆλλα. καὶ γὰρ ἐμοὶ ἡ τοῦ ὑέος τουτουΐ, εἴτε φυτείαν εἴτε παιδοποιίαν δεῖ αὐτὴν ὀνομάζειν, πάντων ῥᾴστη γέγονεν, ἡ δὲ τροφὴ δύσκολός τε καὶ ἀεὶ ἐν φόβῳ περὶ αὐτοῦ δεδιότι. τὰ μὲν οὖν ἄλλα πολλὰ ἂν εἴη λέγειν, ἡ δὲ νῦν παροῦσα ἐπιθυμία τούτῳ πάνυ με φοβεῖ—ἔστι μὲν γὰρ οὐκ ἀγεννής, σφαλερὰ δέ—ἐπιθυμεῖ γὰρ δὴ οὗτος ἡμῖν, ὦ Σώκρατες, ὥς φησι, σοφὸς γενέσθαι. δοκῶ γάρ μοι, τῶν ἡλικιωτῶν τινες αὐτοῦ καὶ δημοτῶν, εἰς τὸ ἄστυ καταβαίνοντες, λόγους τινὰς ἀπομνημονεύοντες διαταράττουσιν αὐτόν, οὓς ἐζήλωκεν καὶ πάλαι μοι πράγματα παρέχει, ἀξιῶν ἐπιμεληθῆναί με ἑαυτοῦ καὶ χρήματα τελέσαι τινὶ τῶν σοφιστῶν, ὅστις αὐτὸν σοφὸν ποιήσει. ἐμοὶ δὲ τῶν μὲν χρημάτων καὶ ἔλαττον μέλει, ἡγοῦμαι δὲ τοῦτον οὐκ εἰς μικρὸν κίνδυνον ἰέναι οἷ σπεύδει. ΔΗ. τέως μὲν οὖν αὐτὸν κατεῖχον παραμυθούμενος· ἐπειδὴ δὲ οὐκέτι οἷός τέ εἰμι, ἡγοῦμαι κράτιστον εἶναι πείθεσθαι αὐτῷ, ἵνα μὴ πολλάκις ἄνευ ἐμοῦ συγγενόμενός τῳ διαφθαρῇ. νῦν οὖν ἥκω ἐπʼ αὐτὰ ταῦτα, ἵνα τῳ τούτων τῶν σοφιστῶν δοκούντων εἶναι συστήσω τουτονί. σὺ οὖν ἡμῖν εἰς καλὸν παρεφάνης, ᾧ ἂν ἐγὼ μάλιστα ἐβουλόμην περὶ τῶν τοιούτων μέλλων πράξειν συμβουλεύσασθαι. ἀλλʼ εἴ τι ἔχεις συμβουλεύειν ἐξ ὧν ἐμοῦ ἀκήκοας, ἔξεστί τε καὶ χρή. ΣΩ. ἀλλὰ μὲν δή, ὦ Δημόδοκε, καὶ λέγεταί γε συμβουλὴ ἱερὸν χρῆμα εἶναι. εἴπερ οὖν καὶ ἄλλη ἡτισοῦν ἐστιν ἱερά, καὶ αὕτη ἂν εἴη περὶ ἧς σὺ νῦν συμβουλεύῃ· οὐ γὰρ ἔστι περὶ ὅτου θειοτέρου ἂν ἄνθρωπος βουλεύσαιτο ἢ περὶ παιδείας καὶ αὑτοῦ καὶ τῶν αὑτοῦ οἰκείων. πρῶτον μὲν οὖν ἐγώ τε καὶ σὺ συνομολογήσωμεν τί ποτε οἰόμεθα τοῦτο εἶναι περὶ οὗ βουλευόμεθα· μὴ γὰρ πολλάκις ἐγὼ μὲν ἄλλο τι αὐτὸ ὑπολαμβάνω, σὺ δὲ ἄλλο, κἄπειτα πόρρω που τῆς συνουσίας αἰσθώμεθα γελοῖοι ὄντες, ἐγώ τε ὁ συμβουλεύων καὶ σὺ ὁ συμβουλευόμενος, μηδὲν τῶν αὐτῶν ἡγούμενοι. ΔΗ. ἀλλά μοι δοκεῖς ὀρθῶς λέγειν, ὦ Σώκρατες, καὶ ποιεῖν χρὴ οὕτω. ΣΩ. καὶ λέγω γε ὀρθῶς, οὐ μέντοι παντάπασί γε· σμικρὸν γάρ τι μετατίθεμαι. ἐννοῶ γὰρ μὴ καὶ ὁ μειρακίσκος οὗτος οὐ τούτου ἐπιθυμεῖ οὗ ἡμεῖς αὐτὸν οἰόμεθα ἐπιθυμεῖν ἀλλʼ ἑτέρου, εἶτʼ αὖ ἡμεῖς ἔτι ἀτοπώτεροι ὦμεν περὶ ἄλλου του βουλευόμενοι. ὀρθότατον οὖν μοι δοκεῖ εἶναι ἀπʼ αὐτοῦ τούτου ἄρχεσθαι, διαπυνθανομένους ὅτι καὶ ἔστιν οὗ ἐπιθυμεῖ. ΔΗ. κινδυνεύει γοῦν οὕτω βέλτιστον εἶναι ὡς σὺ λέγεις. ΣΩ. εἰπὲ δή μοι, τί καλὸν ὄνομα τῷ νεανίσκῳ; τί αὐτὸν προσαγορεύωμεν; ΔΗ. Θεάγης ὄνομα τούτῳ, ὦ Σώκρατες. ΣΩ. καλόν γε, ὦ Δημόδοκε, τῷ ὑεῖ τὸ ὄνομα ἔθου καὶ ἱεροπρεπές. εἰπὲ δὴ ἡμῖν, ὦ Θέαγες, ἐπιθυμεῖν φῂς σοφὸς γενέσθαι, καὶ ἀξιοῖς σου τὸν πατέρα τόνδε ἐξευρεῖν ἀνδρός τινος συνουσίαν τοιούτου ὅστις σε σοφὸν ποιήσει; ΘΕ. ναί. ΣΩ. σοφοὺς δὲ καλεῖς πότερον τοὺς ἐπιστήμονας, περὶ ὅτου ἂν ἐπιστήμονες ὦσιν, ἢ τοὺς μή; ΘΕ. τοὺς ἐπιστήμονας ἔγωγε. ΣΩ. τί οὖν; οὐκ ἐδιδάξατό σε ὁ πατὴρ καὶ ἐπαίδευσεν ἅπερ ἐνθάδε οἱ ἄλλοι πεπαίδευνται, οἱ τῶν καλῶν κἀγαθῶν πατέρων ὑεῖς, οἷον γράμματά τε καὶ κιθαρίζειν καὶ παλαίειν καὶ τὴν ἄλλην ἀγωνίαν; ΘΕ. ἐμέ γε. ΣΩ. ἔτι οὖν οἴει τινὸς ἐπιστήμης ἐλλείπειν, ἧς προσήκει ὑπὲρ σοῦ τὸν πατέρα ἐπιμεληθῆναι; ΘΕ. ἔγωγε. ΣΩ. τίς ἐστιν αὕτη; εἰπὲ καὶ ἡμῖν, ἵνα σοι χαρισώμεθα. ΘΕ. οἶδεν καὶ οὗτος, ὦ Σώκρατες—ἐπεὶ πολλάκις ἐγὼ αὐτῷ εἴρηκα—ἀλλὰ ταῦτα ἐξεπίτηδες πρὸς σὲ λέγει, ὡς δὴ οὐκ εἰδὼς οὗ ἐγὼ ἐπιθυμῶ· τοιαῦτα γὰρ ἕτερα καὶ πρὸς ἐμὲ μάχεταί τε καὶ οὐκ ἐθέλει με οὐδενὶ συστῆσαι. ΣΩ. ἀλλὰ τὰ μὲν ἔμπροσθέν σοι ἦν πρὸς τοῦτον ῥηθέντα ὥσπερ ἄνευ μαρτύρων λεγόμενα· νυνὶ δὲ ἐμὲ ποίησαι μάρτυρα, καὶ ἐναντίον ἐμοῦ κάτειπε τίς ἐστιν αὕτη ἡ σοφία ἧς ἐπιθυμεῖς. φέρε γάρ, εἰ ἐπεθύμεις ταύτης ᾗ οἱ ἄνθρωποι τὰ πλοῖα κυβερνῶσιν, καὶ ἐγώ σε ἐτύγχανον ἀνερωτῶν· ὦ Θέαγες, τίνος ἐνδεὴς ὢν σοφίας μέμφῃ τῷ πατρὶ ὅτι οὐκ ἐθέλει σε συνιστάναι παρʼ ὧν ἂν σὺ σοφὸς γένοιο; τί ἄν μοι ἀπεκρίνω; τίνα αὐτὴν εἶναι; ἆρα οὐ κυβερνητικήν; ΘΕ. ναί. ΣΩ. εἰ δὲ ἐπιθυμῶν ταύτην τὴν σοφίαν εἶναι σοφὸς ᾗ τὰ ἅρματα κυβερνῶσιν εἶτʼ ἐμέμφου τῷ πατρί, ἐμοῦ αὖ ἐρωτῶντος τίς ἐστιν αὕτη ἡ σοφία, τίνα ἂν ἀπεκρίνω αὐτὴν εἶναι; ἆρʼ οὐχὶ ἡνιοχικήν; ΘΕ. ναί. ΣΩ. ἧς δὲ δὴ νῦν τυγχάνεις ἐπιθυμῶν, πότερον ἀνώνυμός τίς ἐστιν ἢ ἔχει ὄνομα; ΘΕ. οἶμαι ἔγωγε ἔχειν. ΣΩ. πότερον οὖν αὐτὴν μὲν οἶσθα, οὐ μέντοι τό γε ὄνομα, ἢ καὶ τὸ ὄνομα; ΘΕ. καὶ τὸ ὄνομα ἔγωγε. ΣΩ. τί οὖν ἔστιν; εἰπέ. ΘΕ. τί δὲ ἄλλο, ὦ Σώκρατες, αὐτῇ ὄνομά τις φαίη ἂν εἶναι ἀλλʼ ἢ σοφίαν; ΣΩ. οὐκοῦν καὶ ἡ ἡνιοχεία σοφία ἐστίν; ἢ ἀμαθία δοκεῖ σοι εἶναι; ΘΕ. οὐκ ἔμοιγε. ΣΩ. ἀλλὰ σοφία; ΘΕ. ναί. ΣΩ. ἧι τί χρώμεθα; οὐχ ᾗ ἵππων ἐπιστάμεθα ζεύγους ἄρχειν; ΘΕ. ναί. ΣΩ. οὐκοῦν καὶ ἡ κυβερνητικὴ σοφία ἐστίν; ΘΕ. ἔμοιγε δοκεῖ. ΣΩ. ἆρʼ οὐχ αὕτη ᾗ πλοίων ἐπιστάμεθα ἄρχειν; ΘΕ. αὕτη μὲν οὖν. ΣΩ. ἧς δὲ δὴ σὺ ἐπιθυμεῖς ἡ σοφία τίς ἐστιν; ᾗ τίνος ἐπιστάμεθα ἄρχειν; ΘΕ. ἐμοὶ μὲν δοκεῖ, ᾗ τῶν ἀνθρώπων. ΣΩ. μῶν ᾗ τῶν καμνόντων; ΘΕ. οὐ δῆτα. ΣΩ. ἰατρικὴ γὰρ αὕτη ἐστίν· ἦ γάρ; ΘΕ. ναί. ΣΩ. ἀλλʼ ᾗ τῶν ᾀδόντων ἐπιστάμεθα ἐν τοῖς χοροῖς ἄρχειν; ΘΕ. οὔ. ΣΩ. μουσικὴ γὰρ αὕτη γε; ΘΕ. πάνυ γε. ΣΩ. ἀλλʼ ᾗ τῶν γυμναζομένων ἐπιστάμεθα ἄρχειν; ΘΕ. οὔ. ΣΩ. γυμναστικὴ γὰρ αὕτη γε; ΘΕ. ναί. ΣΩ. ἀλλʼ ᾗ τῶν τί ποιούντων; προθυμοῦ εἰπεῖν ὥσπερ ἐγὼ σοὶ τὰ ἔμπροσθεν. ΘΕ. ἧι τῶν ἐν τῇ πόλει, ἔμοιγε δοκεῖ. ΣΩ. οὐκοῦν ἐν τῇ πόλει εἰσὶν καὶ οἱ κάμνοντες; ΘΕ. ναί, ἀλλʼ οὐ τούτων λέγω μόνον, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἐν τῇ πόλει. ΣΩ. ἆρά γε μανθάνω ἣν λέγεις τέχνην; δοκεῖς γάρ μοι λέγειν οὐχ ᾗ τῶν θεριζόντων ἐπιστάμεθα ἄρχειν καὶ τρυγώντων καὶ τῶν φυτευόντων καὶ σπειρόντων καὶ ἁλοώντων· αὕτη μὲν γὰρ γεωργική, ᾗ τούτων ἄρχομεν. ἦ γάρ; ΘΕ. ναί. ΣΩ. οὐδέ γε οἶμαι ᾗ τῶν πριζόντων καὶ τρυπώντων καὶ ξεόντων καὶ τορνευόντων συμπάντων ἐπιστάμεθα ἄρχειν, οὐ ταύτην λέγεις· αὕτη μὲν γὰρ οὐ τεκτονική; ΘΕ. ναί. ΣΩ. ἀλλʼ ἴσως ᾗ τούτων τε πάντων καὶ αὐτῶν τῶν γεωργῶν καὶ τῶν τεκτόνων καὶ τῶν δημιουργῶν ἁπάντων καὶ τῶν ἰδιωτῶν καὶ τῶν γυναικῶν καὶ ἀνδρῶν, ταύτην ἴσως λέγεις τὴν σοφίαν. ΘΕ. ταύτην πάλαι, ὦ Σώκρατες, βούλομαι λέγειν. ΣΩ. ἔχεις οὖν εἰπεῖν, Αἴγισθος ὁ Ἀγαμέμνονα ἀποκτείνας ἐν Ἄργει ἆρα τούτων ἦρχεν ὧν σὺ λέγεις, τῶν τε δημιουργῶν καὶ ἰδιωτῶν καὶ ἀνδρῶν καὶ γυναικῶν συμπάντων, ἢ ἄλλων τινῶν; ΘΕ. οὔκ, ἀλλὰ τούτων. ΣΩ. τί δὲ δή; Πηλεὺς ὁ Αἰακοῦ ἐν Φθίᾳ οὐ τῶν αὐτῶν τούτων ἦρχεν; ΘΕ. ναί. ΣΩ. Περίανδρον δὲ τὸν Κυψέλου ἄρχοντα ἐν Κορίνθῳ ἤδη ἀκήκοας γενέσθαι; ΘΕ. ἔγωγε. ΣΩ. οὐ τῶν αὐτῶν τούτων ἄρχοντα ἐν τῇ αὑτοῦ πόλει; ΘΕ. ναί. ΣΩ. τί δὲ Ἀρχέλαον τὸν Περδίκκου, τὸν νεωστὶ τοῦτον ἄρχοντα ἐν Μακεδονίᾳ; οὐ τῶν αὐτῶν ἡγῇ τούτων ἄρχειν; ΘΕ. ἔγωγε. ΣΩ. Ἱππίαν δὲ τὸν Πεισιστράτου ἐν τῇδε τῇ πόλει ἄρξαντα τίνων οἴει ἄρξαι; οὐ τούτων; ΘΕ. πῶς γὰρ οὔ; ΣΩ. εἴποις ἂν οὖν μοι τίνα ἐπωνυμίαν ἔχει Βάκις τε καὶ Σίβυλλα καὶ ὁ ἡμεδαπὸς Ἀμφίλυτος; ΘΕ. τίνα γὰρ ἄλλην, ὦ Σώκρατες, πλήν γε χρησμῳδοί; ΣΩ. ὀρθῶς λέγεις. ἀλλὰ καὶ τούσδε μοι οὕτω πειρῶ ἀποκρίνασθαι, τίνα ἐπωνυμίαν ἔχει Ἱππίας καὶ Περίανδρος διὰ τὴν αὐτὴν ἀρχήν; ΘΕ. οἶμαι μὲν τύραννοι· τί γὰρ ἄλλο; ΣΩ. οὐκοῦν ὅστις ἐπιθυμεῖ τῶν ἀνθρώπων τῶν ἐν τῇ πόλει συμπάντων ἄρχειν, τῆς αὐτῆς ἀρχῆς τούτοις ἐπιθυμεῖ, τυραννικῆς, καὶ τύραννος εἶναι; ΘΕ. φαίνεται. ΣΩ. οὐκοῦν ταύτης ἐπιθυμεῖν σὺ φῄς; ΘΕ. ἔοικέν γε ἐξ ὧν ἐγὼ εἶπον. ΣΩ. ὦ μιαρέ, τυραννεῖν ἄρα ἡμῶν ἐπιθυμῶν πάλαι ἐμέμφου τῷ πατρὶ ὅτι σε οὐκ ἔπεμπεν εἰς διδασκάλου τυραννοδιδασκάλου τινός; καὶ σύ, ὦ Δημόδοκε, οὐκ αἰσχύνῃ πάλαι εἰδὼς οὗ ἐπιθυμεῖ οὗτος, καὶ ἔχων ὅθι πέμψας αὐτὸν δημιουργὸν ἂν ἐποίησας τῆς σοφίας ἧς ἐπιθυμεῖ, ἔπειτα φθονεῖς τε αὐτῷ καὶ οὐκ ἐθέλεις πέμπειν; ἀλλὰ νῦν—ὁρᾷς; — ἐπειδὴ ἐναντίον ἐμοῦ κατείρηκέ σου, κοινῇ βουλευώμεθα ἐγώ τε καὶ σὺ ἐς τίνος ἂν αὐτὸν πέμποιμεν καὶ διὰ τὴν τίνος συνουσίαν σοφὸς ἂν γένοιτο τύραννος; ΔΗ. ναὶ μὰ Δία, ὦ Σώκρατες, βουλευώμεθα δῆτα, ὡς δοκεῖ γέ μοι βουλῆς δεῖν περὶ τούτου οὐ φαύλης. ΣΩ. ἔασον, ὠγαθέ. διαπυθώμεθα αὐτοῦ πρῶτον ἱκανῶς. ΔΗ. πυνθάνου δή. ΣΩ. τί οὖν ἂν εἰ Εὐριπίδῃ τι προσχρησαίμεθα, ὦ Θέαγες; Εὐριπίδης γάρ πού φησιν— σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ· Soph. Fr. 14.1 εἰ οὖν ἔροιτό τις τὸν Εὐριπίδην· ὦ Εὐριπίδη, τῶν τί σοφῶν συνουσίᾳ φῂς σοφοὺς εἶναι τοὺς τυράννους; ὥσπερ ἂν εἰ εἰπόντα— σοφοὶ γεωργοὶ τῶν σοφῶν συνουσίᾳ, ἠρόμεθα τῶν τί σοφῶν; τί ἂν ἡμῖν ἀπεκρίνατο; ἆρʼ ἂν ἄλλο τι ἢ τῶν τὰ γεωργικά; ΘΕ. οὔκ, ἀλλὰ τοῦτο. ΣΩ. τί δὲ εἰ εἶπε— σοφοὶ μάγειροι τῶν σοφῶν συνουσίᾳ, εἰ ἠρόμεθα· τῶν τί σοφῶν; τί ἂν ἡμῖν ἀπεκρίνατο; οὐχ ὅτι τῶν μαγείρων; ΘΕ. ναί. ΣΩ. τί δʼ εἰ— σοφοὶ παλαισταὶ τῶν σοφῶν συνουσίᾳ εἶπεν, εἰ ἠρόμεθα· τῶν τί σοφῶν; ἆρα οὐκ ἂν τῶν παλαίειν ἔφη; ΘΕ. ναί. ΣΩ. ἐπειδὴ δὲ εἶπε— σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ, Soph. Frag. 14.1 ἡμῶν ἐρωτώντων· τῶν τί σοφῶν λέγεις, ὦ Εὐριπίδη; τί ἂν φαίη; ποῖα ἂν εἶναι ταῦτα; ΘΕ. ἀλλὰ μὰ Δίʼ οὐκ οἶδʼ ἔγωγε. ΣΩ. ἀλλὰ βούλει ἐγώ σοι εἴπω; ΘΕ. εἰ σὺ βούλει. ΣΩ. ταῦτʼ ἐστὶν ἅπερ ἔφη Ἀνακρέων τὴν Καλλικρίτην ἐπίστασθαι· ἢ οὐκ οἶσθα τὸ ᾆσμα; ΘΕ. ἔγωγε. ΣΩ. τί οὖν; τοιαύτης τινὸς καὶ σὺ συνουσίας ἐπιθυμεῖς ἀνδρὸς ὅστις τυγχάνει ὁμότεχνος ὢν Καλλικρίτῃ τῇ Κυάνης καὶ ἐπίσταται τυραννικά, ὥσπερ ἐκείνην ἔφη ὁ ποιητής, ἵνα καὶ σὺ ἡμῖν τύραννος γένῃ καὶ τῇ πόλει; ΘΕ. πάλαι, ὦ Σώκρατες, σκώπτεις καὶ παίζεις πρός με. ΣΩ. τί δέ; οὐ ταύτης φῂς τῆς σοφίας ἐπιθυμεῖν ᾗ πάντων ἂν τῶν πολιτῶν ἄρχοις; τοῦτο δὲ ποιῶν ἄλλο τι ἢ τύραννος ἂν εἴης;