<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="138"><p><milestone n="138" unit="page"/><milestone unit="section" resp="Stephanus" n="138a"/><milestone unit="para" ed="P"/>τί δʼ; ἐπειδὰν ἄνθρωπός τις ὢν ἀγνοῇ τοὺς χρηστοὺς καὶ μοχθηροὺς ἀνθρώπους, ἆρʼ οὐχ αὑτὸν ἀγνοεῖ πότερον χρηστός ἐστιν ἢ πονηρός, ἐπειδὴ καὶ αὐτὸς ἄνθρωπός ἐστιν;</p><p><milestone unit="para" ed="P"/>συνεχώρει.</p><p><milestone unit="para" ed="P"/>τὸ δὲ αὑτὸν ἀγνοεῖν σωφρονεῖν ἐστιν ἢ μὴ σωφρονεῖν;</p><p><milestone unit="para" ed="P"/>μὴ σωφρονεῖν.</p><p><milestone unit="para" ed="P"/>τὸ ἑαυτὸν ἄρα γιγνώσκειν ἐστὶ σωφρονεῖν;</p><p><milestone unit="para" ed="P"/>φημί, ἔφη.</p><p><milestone unit="para" ed="P"/>τοῦτʼ ἄρα, ὡς ἔοικε, τὸ ἐν Δελφοῖς γράμμα παρακελεύεται, σωφροσύνην ἀσκεῖν καὶ δικαιοσύνην.</p><p><milestone unit="para" ed="P"/>ἔοικεν.</p><p><milestone unit="para" ed="P"/>τῇ αὐτῇ δὲ ταύτῃ καὶ κολάζειν ὀρθῶς ἐπιστάμεθα;</p><p><milestone unit="para" ed="P"/>ναί. </p><p><milestone unit="section" resp="Stephanus" n="138b"/><milestone unit="para" ed="P"/>οὐκοῦν ᾗ μὲν κολάζειν ὀρθῶς ἐπιστάμεθα, δικαιοσύνη αὕτη ἐστίν, ᾗ δὲ διαγιγνώσκειν καὶ ἑαυτὸν καὶ ἄλλους, σωφροσύνη;</p><p><milestone unit="para" ed="P"/>ἔοικεν, ἔφη.</p><p><milestone unit="para" ed="P"/>ταὐτὸν ἄρα ἐστὶ καὶ δικαιοσύνη καὶ σωφροσύνη;</p><p><milestone unit="para" ed="P"/>φαίνεται.</p><p><milestone unit="para" ed="P"/>καὶ μὴν οὕτω γε καὶ αἱ πόλεις εὖ οἰκοῦνται, ὅταν οἱ ἀδικοῦντες δίκην διδῶσιν.</p><p><milestone unit="para" ed="P"/>ἀληθῆ λέγεις, ἔφη.</p><p><milestone unit="para" ed="P"/>καὶ πολιτικὴ ἄρα αὑτή ἐστιν.</p><p><milestone unit="para" ed="P"/>συνεδόκει.</p><p><milestone unit="para" ed="P"/>τί δὲ ὅταν εἷς ἀνὴρ ὀρθῶς πόλιν διοικῇ, ὄνομά γε τούτῳ οὐ τύραννός τε καὶ βασιλεύς;</p><p><milestone unit="para" ed="P"/>φημί.</p><p><milestone unit="para" ed="P"/>οὐκοῦν βασιλικῇ τε καὶ τυραννικῇ τέχνῃ διοικεῖ;</p><p><milestone unit="para" ed="P"/>οὕτως.</p><p><milestone unit="para" ed="P"/>καὶ αὗται ἄρʼ αἱ αὐταὶ τέχναι εἰσὶν ἐκείναις;</p><p><milestone unit="para" ed="P"/>φαίνονται.</p><p><milestone unit="section" resp="Stephanus" n="138c"/><milestone unit="para" ed="P"/>τί δʼ ὅταν εἷς ὢν ἀνὴρ οἰκίαν διοικῇ ὀρθῶς, τί ὄνομα τούτῳ ἐστίν; οὐκ οἰκονόμος τε καὶ δεσπότης;</p><p><milestone unit="para" ed="P"/>ναί.</p><p><milestone unit="para" ed="P"/>πότερον οὖν καὶ οὗτος δικαιοσύνῃ εὖ ἂν τὴν οἰκίαν διοικοῖ ἢ κἄλλῃ τινὶ τέχνῃ;</p><p><milestone unit="para" ed="P"/>δικαιοσύνῃ.</p><p><milestone unit="para" ed="P"/>ἔστιν ἄρα ταὐτόν, ὡς ἔοικε, βασιλεύς, τύραννος, πολιτικός, οἰκονόμος, δεσπότης, σώφρων, δίκαιος. καὶ μία τέχνη ἐστὶν βασιλική, τυραννική, πολιτική, δεσποτική, οἰκονομική, δικαιοσύνη, σωφροσύνη.</p><p><milestone unit="para" ed="P"/>φαίνεται, ἔφη, οὕτως. </p><p><milestone unit="section" resp="Stephanus" n="138d"/><milestone unit="para" ed="P"/>πότερον οὖν τῷ φιλοσόφῳ, ὅταν μὲν ἰατρὸς περὶ τῶν καμνόντων τι λέγῃ, αἰσχρὸν μήθʼ ἕπεσθαι τοῖς λεγομένοις δύνασθαι μήτε συμβάλλεσθαι μηδὲν περὶ τῶν λεγομένων ἢ πραττομένων, καὶ ὁπόταν ἄλλος τις τῶν δημιουργῶν, ὡσαύτως· ὅταν δὲ δικαστὴς ἢ βασιλεὺς ἢ ἄλλος τις ὧν νυνδὴ διεληλύθαμεν, οὐκ αἰσχρὸν περὶ τούτων μήτε ἕπεσθαι δύνασθαι μήτε συμβάλλεσθαι περὶ αὐτῶν;</p><p><milestone unit="para" ed="P"/>πῶς δʼ οὐκ αἰσχρόν, ὦ Σώκρατες, περί γε τοσούτων πραγμάτων μηδὲν ἔχειν συμβάλλεσθαι; </p><p><milestone unit="section" resp="Stephanus" n="138e"/><milestone unit="para" ed="P"/>πότερον οὖν καὶ περὶ ταῦτα λέγωμεν, ἔφην, πένταθλον αὐτὸν δεῖν εἶναι καὶ ὕπακρον, καὶ ταύτης μὲν τὰ δευτερεῖα ἔχοντα πάντων τὸν φιλόσοφον, καὶ ἀχρεῖον εἶναι ἕως ἂν τούτων τις ᾖ, ἢ πρῶτον μὲν τὴν αὑτοῦ οἰκίαν οὐκ ἄλλῳ ἐπιτρεπτέον οὐδὲ τὰ δευτερεῖα ἐν τούτῳ ἑκτέον, ἀλλʼ αὐτὸν κολαστέον δικάζοντα ὀρθῶς, εἰ μέλλει εὖ οἰκεῖσθαι αὐτοῦ ἡ οἰκία;</p><p><milestone unit="para" ed="P"/>συνεχώρει δή μοι.</p></div><div type="textpart" subtype="section" resp="perseus" n="139"><p><milestone unit="para" ed="P"/>ἔπειτά γε δήπου ἐάντε οἱ φίλοι αὐτῷ διαίτας ἐπιτρέπωσιν, ἐάντε ἡ πόλις τι προστάττῃ διακρίνειν ἢ δικάζειν, <milestone n="139" unit="page"/><milestone unit="section" resp="Stephanus" n="139a"/> αἰσχρὸν ἐν τούτοις, ὦ ἑταῖρε, δεύτερον φαίνεσθαι ἢ τρίτον καὶ μὴ οὐχ ἡγεῖσθαι;</p><p><milestone unit="para" ed="P"/>δοκεῖ μοι.</p><p><milestone unit="para" ed="P"/>πολλοῦ ἄρα δεῖ ἡμῖν, ὦ βέλτιστε, τὸ φιλοσοφεῖν πολυμαθία τε εἶναι καὶ ἡ περὶ τὰς τέχνας πραγματεία.</p><p><milestone unit="para" ed="P"/>εἰπόντος δʼ ἐμοῦ ταῦτα ὁ μὲν σοφὸς αἰσχυνθεὶς τοῖς προειρημένοις ἐσίγησεν, ὁ δὲ ἀμαθὴς ἔφη ἐκείνως εἶναι· καὶ οἱ ἄλλοι ἐπῄνεσαν τὰ εἰρημένα.</p></div></div></body></text></TEI>