<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="137"><p><milestone unit="para" ed="P"/>οὐδὲν δή, ἔφην ἐγώ, ζητῶ ἄλλο ἢ ἀνομολογήσασθαι τὰ 
<milestone n="137" unit="page"/><milestone unit="section" resp="Stephanus" n="137a"/> εἰρημένα. ἔχει δέ πως ὡδί. ὡμολογήσαμεν καλὸν εἶναι τὴν φιλοσοφίαν καὶ αὐτοὶ φιλόσοφοι εἶναι, τοὺς δὲ φιλοσόφους ἀγαθούς, τοὺς δὲ ἀγαθοὺς χρησίμους, τοὺς δὲ πονηροὺς ἀχρήστους· αὖθις δʼ αὖ τοὺς φιλοσόφους ὡμολογήσαμεν, ἕως ἂν οἱ δημιουργοὶ ὦσιν, ἀχρήστους εἶναι, δημιουργοὺς δὲ ἀεὶ εἶναι. οὐ γὰρ ταῦτα ὡμολόγηται;</p><p><milestone unit="para" ed="P"/>πάνυ γε, ἦ δʼ ὅς.</p><p><milestone unit="para" ed="P"/>ὡμολογοῦμεν ἄρα, ὡς ἔοικε, κατά γε τὸν σὸν λόγον, εἴπερ τὸ φιλοσοφεῖν ἐστι περὶ τὰς τέχνας ἐπιστήμονας εἶναι ὃν σὺ λέγεις τὸν τρόπον, πονηροὺς αὐτοὺς εἶναι καὶ 
<milestone unit="section" resp="Stephanus" n="137b"/> ἀχρήστους, ἕως ἂν ἐν ἀνθρώποις τέχναι ὦσιν. ἀλλὰ μὴ οὐχ οὕτως, ὦ φίλε, ἔχωσι, μηδʼ ᾖ τοῦτο φιλοσοφεῖν, περὶ τὰς τέχνας ἐσπουδακέναι, οὐδὲ πολυπραγμονοῦντα κυπτάζοντα ζῆν οὐδὲ πολυμαθοῦντα, ἀλλʼ ἄλλο τι, ἐπεὶ ἐγὼ ᾤμην καὶ ὄνειδος εἶναι τοῦτο καὶ βαναύσους καλεῖσθαι τοὺς περὶ τὰς τέχνας ἐσπουδακότας. ὧδε δὲ σαφέστερον εἰσόμεθα εἰ ἄρα ἀληθῆ λέγω, ἐὰν τοῦτο ἀποκρίνῃ· τίνες ἵππους ἐπίστανται 
<milestone unit="section" resp="Stephanus" n="137c"/> κολάζειν ὀρθῶς; πότερον οἵπερ βελτίστους ποιοῦσιν ἢ ἄλλοι;</p><p><milestone unit="para" ed="P"/>οἵπερ βελτίστους.</p><p><milestone unit="para" ed="P"/>τί δέ; κύνας οὐχ οἳ βελτίστους ἐπίστανται ποιεῖν, οὗτοι καὶ κολάζειν ὀρθῶς ἐπίστανται;</p><p><milestone unit="para" ed="P"/>ναί.</p><p><milestone unit="para" ed="P"/>ἡ αὐτὴ ἄρα τέχνη βελτίστους τε ποιεῖ καὶ κολάζει ὀρθῶς;</p><p><milestone unit="para" ed="P"/>φαίνεταί μοι, ἦ δʼ ὅς.</p><p><milestone unit="para" ed="P"/>τί δέ; πότερον ἥπερ βελτίστους τε ποιεῖ καὶ κολάζει ὀρθῶς, ἡ αὐτὴ δὲ καὶ γιγνώσκει τοὺς χρηστοὺς καὶ τοὺς μοχθηρούς, ἢ ἑτέρα τις;</p><p><milestone unit="para" ed="P"/>ἡ αὐτή, ἔφη.</p><p><milestone unit="para" ed="P"/>ἐθελήσεις οὖν καὶ κατʼ ἀνθρώπους τοῦτο ὁμολογεῖν, 
<milestone unit="section" resp="Stephanus" n="137d"/> ἥπερ βελτίστους ἀνθρώπους ποιεῖ, ταύτην εἶναι καὶ τὴν κολάζουσαν ὀρθῶς καὶ διαγιγνώσκουσαν τοὺς χρηστούς τε καὶ μοχθηρούς;</p><p><milestone unit="para" ed="P"/>πάνυ γʼ, ἔφη.</p><p><milestone unit="para" ed="P"/>οὐκοῦν καὶ ἥτις ἕνα, καὶ πολλούς, καὶ ἥτις πολλούς, καὶ ἕνα;</p><p><milestone unit="para" ed="P"/>ναί.</p><p><milestone unit="para" ed="P"/>καὶ καθʼ ἵππων δὴ καὶ τῶν ἄλλων ἁπάντων οὕτως;</p><p><milestone unit="para" ed="P"/>φημί.</p><p><milestone unit="para" ed="P"/>τίς οὖν ἐστιν ἡ ἐπιστήμη, ἥτις τοὺς ἐν ταῖς πόλεσιν ἀκολασταίνοντας καὶ παρανομοῦντας ὀρθῶς κολάζει; οὐχ ἡ δικαστική;</p><p><milestone unit="para" ed="P"/>ναί.</p><p><milestone unit="para" ed="P"/>ἦ ἄλλην οὖν τινα καλεῖς καὶ δικαιοσύνην ἢ ταύτην;</p><p><milestone unit="para" ed="P"/>οὐκ, ἀλλὰ ταύτην. </p><p><milestone unit="section" resp="Stephanus" n="137e"/><milestone unit="para" ed="P"/>οὐκοῦν ᾗπερ κολάζουσιν ὀρθῶς, ταύτῃ καὶ γιγνώσκουσι τοὺς χρηστοὺς καὶ μοχθηρούς;</p><p><milestone unit="para" ed="P"/>ταύτῃ.</p><p><milestone unit="para" ed="P"/>ὅστις δὲ ἕνα γιγνώσκει, καὶ πολλοὺς γνώσεται;</p><p><milestone unit="para" ed="P"/>ναί.</p><p><milestone unit="para" ed="P"/>καὶ ὅστις γε πολλοὺς ἀγνοεῖ, καὶ ἕνα;</p><p><milestone unit="para" ed="P"/>φημί.</p><p><milestone unit="para" ed="P"/>εἰ ἄρα ἵππος ὢν ἀγνοοῖ τοὺς χρηστοὺς καὶ πονηροὺς ἵππους, κἂν ἑαυτὸν ἀγνοοῖ ποῖός τίς ἐστιν;</p><p><milestone unit="para" ed="P"/>φημί.</p><p><milestone unit="para" ed="P"/>καὶ εἰ βοῦς ὢν ἀγνοοῖ τοὺς πονηροὺς καὶ χρηστοὺς <add>βοῦς</add>, κἂν αὑτὸν ἀγνοοῖ ποῖός τίς ἐστιν;</p><p><milestone unit="para" ed="P"/>ναί, ἔφη.</p><p><milestone unit="para" ed="P"/>οὕτω δὴ καὶ εἰ κύων;</p><p><milestone unit="para" ed="P"/>ὡμολόγει.</p></div><div type="textpart" subtype="section" resp="perseus" n="138"><p><milestone n="138" unit="page"/><milestone unit="section" resp="Stephanus" n="138a"/><milestone unit="para" ed="P"/>τί δʼ; ἐπειδὰν ἄνθρωπός τις ὢν ἀγνοῇ τοὺς χρηστοὺς καὶ μοχθηροὺς ἀνθρώπους, ἆρʼ οὐχ αὑτὸν ἀγνοεῖ πότερον χρηστός ἐστιν ἢ πονηρός, ἐπειδὴ καὶ αὐτὸς ἄνθρωπός ἐστιν;</p><p><milestone unit="para" ed="P"/>συνεχώρει.</p><p><milestone unit="para" ed="P"/>τὸ δὲ αὑτὸν ἀγνοεῖν σωφρονεῖν ἐστιν ἢ μὴ σωφρονεῖν;</p><p><milestone unit="para" ed="P"/>μὴ σωφρονεῖν.</p><p><milestone unit="para" ed="P"/>τὸ ἑαυτὸν ἄρα γιγνώσκειν ἐστὶ σωφρονεῖν;</p><p><milestone unit="para" ed="P"/>φημί, ἔφη.</p><p><milestone unit="para" ed="P"/>τοῦτʼ ἄρα, ὡς ἔοικε, τὸ ἐν Δελφοῖς γράμμα παρακελεύεται, σωφροσύνην ἀσκεῖν καὶ δικαιοσύνην.</p><p><milestone unit="para" ed="P"/>ἔοικεν.</p><p><milestone unit="para" ed="P"/>τῇ αὐτῇ δὲ ταύτῃ καὶ κολάζειν ὀρθῶς ἐπιστάμεθα;</p><p><milestone unit="para" ed="P"/>ναί. </p><p><milestone unit="section" resp="Stephanus" n="138b"/><milestone unit="para" ed="P"/>οὐκοῦν ᾗ μὲν κολάζειν ὀρθῶς ἐπιστάμεθα, δικαιοσύνη αὕτη ἐστίν, ᾗ δὲ διαγιγνώσκειν καὶ ἑαυτὸν καὶ ἄλλους, σωφροσύνη;</p><p><milestone unit="para" ed="P"/>ἔοικεν, ἔφη.</p><p><milestone unit="para" ed="P"/>ταὐτὸν ἄρα ἐστὶ καὶ δικαιοσύνη καὶ σωφροσύνη;</p><p><milestone unit="para" ed="P"/>φαίνεται.</p><p><milestone unit="para" ed="P"/>καὶ μὴν οὕτω γε καὶ αἱ πόλεις εὖ οἰκοῦνται, ὅταν οἱ ἀδικοῦντες δίκην διδῶσιν.</p><p><milestone unit="para" ed="P"/>ἀληθῆ λέγεις, ἔφη.</p><p><milestone unit="para" ed="P"/>καὶ πολιτικὴ ἄρα αὑτή ἐστιν.</p><p><milestone unit="para" ed="P"/>συνεδόκει.</p><p><milestone unit="para" ed="P"/>τί δὲ ὅταν εἷς ἀνὴρ ὀρθῶς πόλιν διοικῇ, ὄνομά γε τούτῳ οὐ τύραννός τε καὶ βασιλεύς;</p><p><milestone unit="para" ed="P"/>φημί.</p><p><milestone unit="para" ed="P"/>οὐκοῦν βασιλικῇ τε καὶ τυραννικῇ τέχνῃ διοικεῖ;</p><p><milestone unit="para" ed="P"/>οὕτως.</p><p><milestone unit="para" ed="P"/>καὶ αὗται ἄρʼ αἱ αὐταὶ τέχναι εἰσὶν ἐκείναις;</p><p><milestone unit="para" ed="P"/>φαίνονται.</p><p><milestone unit="section" resp="Stephanus" n="138c"/><milestone unit="para" ed="P"/>τί δʼ ὅταν εἷς ὢν ἀνὴρ οἰκίαν διοικῇ ὀρθῶς, τί ὄνομα τούτῳ ἐστίν; οὐκ οἰκονόμος τε καὶ δεσπότης;</p><p><milestone unit="para" ed="P"/>ναί.</p><p><milestone unit="para" ed="P"/>πότερον οὖν καὶ οὗτος δικαιοσύνῃ εὖ ἂν τὴν οἰκίαν διοικοῖ ἢ κἄλλῃ τινὶ τέχνῃ;</p><p><milestone unit="para" ed="P"/>δικαιοσύνῃ.</p><p><milestone unit="para" ed="P"/>ἔστιν ἄρα ταὐτόν, ὡς ἔοικε, βασιλεύς, τύραννος, πολιτικός, οἰκονόμος, δεσπότης, σώφρων, δίκαιος. καὶ μία τέχνη ἐστὶν βασιλική, τυραννική, πολιτική, δεσποτική, οἰκονομική, δικαιοσύνη, σωφροσύνη.</p><p><milestone unit="para" ed="P"/>φαίνεται, ἔφη, οὕτως. </p><p><milestone unit="section" resp="Stephanus" n="138d"/><milestone unit="para" ed="P"/>πότερον οὖν τῷ φιλοσόφῳ, ὅταν μὲν ἰατρὸς περὶ τῶν καμνόντων τι λέγῃ, αἰσχρὸν μήθʼ ἕπεσθαι τοῖς λεγομένοις δύνασθαι μήτε συμβάλλεσθαι μηδὲν περὶ τῶν λεγομένων ἢ πραττομένων, καὶ ὁπόταν ἄλλος τις τῶν δημιουργῶν, ὡσαύτως· ὅταν δὲ δικαστὴς ἢ βασιλεὺς ἢ ἄλλος τις ὧν νυνδὴ διεληλύθαμεν, οὐκ αἰσχρὸν περὶ τούτων μήτε ἕπεσθαι δύνασθαι μήτε συμβάλλεσθαι περὶ αὐτῶν;</p><p><milestone unit="para" ed="P"/>πῶς δʼ οὐκ αἰσχρόν, ὦ Σώκρατες, περί γε τοσούτων πραγμάτων μηδὲν ἔχειν συμβάλλεσθαι; </p><p><milestone unit="section" resp="Stephanus" n="138e"/><milestone unit="para" ed="P"/>πότερον οὖν καὶ περὶ ταῦτα λέγωμεν, ἔφην, πένταθλον αὐτὸν δεῖν εἶναι καὶ ὕπακρον, καὶ ταύτης μὲν τὰ δευτερεῖα ἔχοντα πάντων τὸν φιλόσοφον, καὶ ἀχρεῖον εἶναι ἕως ἂν τούτων τις ᾖ, ἢ πρῶτον μὲν τὴν αὑτοῦ οἰκίαν οὐκ ἄλλῳ ἐπιτρεπτέον οὐδὲ τὰ δευτερεῖα ἐν τούτῳ ἑκτέον, ἀλλʼ αὐτὸν κολαστέον δικάζοντα ὀρθῶς, εἰ μέλλει εὖ οἰκεῖσθαι αὐτοῦ ἡ οἰκία;</p><p><milestone unit="para" ed="P"/>συνεχώρει δή μοι.</p></div><div type="textpart" subtype="section" resp="perseus" n="139"><p><milestone unit="para" ed="P"/>ἔπειτά γε δήπου ἐάντε οἱ φίλοι αὐτῷ διαίτας ἐπιτρέπωσιν, ἐάντε ἡ πόλις τι προστάττῃ διακρίνειν ἢ δικάζειν, <milestone n="139" unit="page"/><milestone unit="section" resp="Stephanus" n="139a"/> αἰσχρὸν ἐν τούτοις, ὦ ἑταῖρε, δεύτερον φαίνεσθαι ἢ τρίτον καὶ μὴ οὐχ ἡγεῖσθαι;</p><p><milestone unit="para" ed="P"/>δοκεῖ μοι.</p><p><milestone unit="para" ed="P"/>πολλοῦ ἄρα δεῖ ἡμῖν, ὦ βέλτιστε, τὸ φιλοσοφεῖν πολυμαθία τε εἶναι καὶ ἡ περὶ τὰς τέχνας πραγματεία.</p><p><milestone unit="para" ed="P"/>εἰπόντος δʼ ἐμοῦ ταῦτα ὁ μὲν σοφὸς αἰσχυνθεὶς τοῖς προειρημένοις ἐσίγησεν, ὁ δὲ ἀμαθὴς ἔφη ἐκείνως εἶναι· καὶ οἱ ἄλλοι ἐπῄνεσαν τὰ εἰρημένα.</p></div></div></body></text></TEI>