<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="136"><p rend="merge">τάχʼ ἂν ἴσως τοιοῦτόν τι λέγοις καὶ τὸ φιλοσοφεῖν ἀπεργάζεσθαι τοὺς ἐπιτηδεύοντας τοῦτο τὸ ἐπιτήδευμα· τῶν μὲν 
<milestone n="136" unit="page"/><milestone unit="section" resp="Stephanus" n="136a"/> πρώτων εἰς σύνεσιν περὶ τὰς τέχνας ἐλλείπεσθαι, τὰ δευτερεῖα δʼ ἔχοντας τῶν ἄλλων περιεῖναι, καὶ οὕτως γίγνεσθαι περὶ πάντα ὕπακρόν τινα ἄνδρα τὸν πεφιλοσοφηκότα· τοιοῦτόν τινά μοι δοκεῖς ἐνδείκνυσθαι.</p><p><milestone unit="para" ed="P"/>καλῶς γέ μοι, ἔφη, ὦ Σώκρατες, φαίνῃ ὑπολαμβάνειν τὰ περὶ τοῦ φιλοσόφου, ἀπεικάσας αὐτὸν τῷ πεντάθλῳ. ἔστιν γὰρ ἀτεχνῶς τοιοῦτος οἷος μὴ δουλεύειν μηδενὶ πράγματι, μηδʼ εἰς τὴν ἀκρίβειαν μηδὲν διαπεπονηκέναι, ὥστε διὰ τὴν τοῦ ἑνὸς τούτου ἐπιμέλειαν τῶν ἄλλων ἁπάντων 
<milestone unit="section" resp="Stephanus" n="136b"/> ἀπολελεῖφθαι, ὥσπερ οἱ δημιουργοί, ἀλλὰ πάντων μετρίως ἐφῆφθαι.</p><p><milestone unit="para" ed="P"/>μετὰ ταύτην δὴ τὴν ἀπόκρισιν ἐγὼ προθυμούμενος σαφῶς εἰδέναι ὅτι λέγοι, ἐπυνθανόμην αὐτοῦ τοὺς ἀγαθοὺς πότερον χρησίμους ἢ ἀχρήστους εἶναι ὑπολαμβάνοι.</p><p><milestone unit="para" ed="P"/>χρησίμους δήπου, ὦ Σώκρατες, ἔφη.</p><p><milestone unit="para" ed="P"/>ἆρʼ οὖν, εἴπερ οἱ ἀγαθοὶ χρήσιμοι, οἱ πονηροὶ ἄχρηστοι;</p><p><milestone unit="para" ed="P"/>ὡμολόγει.</p><p><milestone unit="para" ed="P"/>τί δέ; τοὺς φιλοσόφους ἄνδρας χρησίμους ἡγῇ ἢ οὔ;</p><p><milestone unit="section" resp="Stephanus" n="136c"/><milestone unit="para" ed="P"/>ὁ δὲ ὡμολόγει χρησίμους, καὶ πρός γε ἔφη χρησιμωτάτους εἶναι ἡγεῖσθαι.</p><p><milestone unit="para" ed="P"/>φέρε δὴ γνῶμεν, εἰ σὺ ἀληθῆ λέγεις, ποῦ καὶ χρήσιμοι ἡμῖν εἰσιν οἱ ὕπακροι οὗτοι; δῆλον γὰρ ὅτι ἑκάστου γε τῶν τὰς τέχνας ἐχόντων φαυλότερός ἐστιν ὁ φιλόσοφος.</p><p><milestone unit="para" ed="P"/>ὡμολόγει.</p><p><milestone unit="para" ed="P"/>φέρε δὴ σύ, ἦν δʼ ἐγώ, εἰ τύχοις ἢ αὐτὸς ἀσθενήσας ἢ τῶν φίλων τις τῶν σῶν περὶ ὧν σὺ σπουδὴν μεγάλην ἔχεις, πότερον ὑγείαν βουλόμενος κτήσασθαι τὸν ὕπακρον ἐκεῖνον <del>τὸν φιλόσοφον</del> εἰσάγοις ἂν εἰς τὴν οἰκίαν ἢ τὸν ἰατρὸν λάβοις;</p><p><milestone unit="section" resp="Stephanus" n="136d"/><milestone unit="para" ed="P"/>ἀμφοτέρους ἔγωγʼ ἄν, ἔφη.</p><p><milestone unit="para" ed="P"/>μή μοι, εἶπον ἐγώ, ἀμφοτέρους λέγε, ἀλλʼ ὁπότερον μᾶλλόν τε καὶ πρότερον.</p><p><milestone unit="para" ed="P"/>οὐδεὶς ἄν, ἔφη, τοῦτό γε ἀμφισβητήσειεν, ὡς οὐχὶ τὸν ἰατρὸν καὶ μᾶλλον καὶ πρότερον.</p><p><milestone unit="para" ed="P"/>τί δʼ; ἐν νηὶ χειμαζομένῃ ποτέρῳ ἂν μᾶλλον ἐπιτρέποις σαυτόν τε καὶ τὰ σεαυτοῦ, τῷ κυβερνήτῃ ἢ τῷ φιλοσόφῳ;</p><p><milestone unit="para" ed="P"/>τῷ κυβερνήτῃ ἔγωγε.</p><p><milestone unit="para" ed="P"/>οὐκοῦν καὶ τἆλλα πάνθʼ οὕτως, ἕως ἄν τις δημιουργὸς ᾖ, οὐ χρήσιμός ἐστιν ὁ φιλόσοφος;</p><p><milestone unit="para" ed="P"/>φαίνεται, ἔφη.</p><p><milestone unit="section" resp="Stephanus" n="136e"/><milestone unit="para" ed="P"/>οὐκοῦν νῦν ἄχρηστός τις ἡμῖν ἐστιν ὁ φιλόσοφος; εἰσὶ γὰρ ἡμῖν ἀεί που δημιουργοί· ὡμολογήσαμεν δὲ τοὺς μὲν ἀγαθοὺς χρησίμους εἶναι, τοὺς δὲ μοχθηροὺς ἀχρήστους.</p><p><milestone unit="para" ed="P"/>ἠναγκάζετο ὁμολογεῖν.</p><p><milestone unit="para" ed="P"/>τί οὖν μετὰ τοῦτο; ἔρωμαί σε ἢ ἀγροικότερόν ἐστιν ἐρέσθαι—</p><p><milestone unit="para" ed="P"/>ἐροῦ ὅτι βούλει.</p></div><div type="textpart" subtype="section" resp="perseus" n="137"><p><milestone unit="para" ed="P"/>οὐδὲν δή, ἔφην ἐγώ, ζητῶ ἄλλο ἢ ἀνομολογήσασθαι τὰ 
<milestone n="137" unit="page"/><milestone unit="section" resp="Stephanus" n="137a"/> εἰρημένα. ἔχει δέ πως ὡδί. ὡμολογήσαμεν καλὸν εἶναι τὴν φιλοσοφίαν καὶ αὐτοὶ φιλόσοφοι εἶναι, τοὺς δὲ φιλοσόφους ἀγαθούς, τοὺς δὲ ἀγαθοὺς χρησίμους, τοὺς δὲ πονηροὺς ἀχρήστους· αὖθις δʼ αὖ τοὺς φιλοσόφους ὡμολογήσαμεν, ἕως ἂν οἱ δημιουργοὶ ὦσιν, ἀχρήστους εἶναι, δημιουργοὺς δὲ ἀεὶ εἶναι. οὐ γὰρ ταῦτα ὡμολόγηται;</p><p><milestone unit="para" ed="P"/>πάνυ γε, ἦ δʼ ὅς.</p><p><milestone unit="para" ed="P"/>ὡμολογοῦμεν ἄρα, ὡς ἔοικε, κατά γε τὸν σὸν λόγον, εἴπερ τὸ φιλοσοφεῖν ἐστι περὶ τὰς τέχνας ἐπιστήμονας εἶναι ὃν σὺ λέγεις τὸν τρόπον, πονηροὺς αὐτοὺς εἶναι καὶ 
<milestone unit="section" resp="Stephanus" n="137b"/> ἀχρήστους, ἕως ἂν ἐν ἀνθρώποις τέχναι ὦσιν. ἀλλὰ μὴ οὐχ οὕτως, ὦ φίλε, ἔχωσι, μηδʼ ᾖ τοῦτο φιλοσοφεῖν, περὶ τὰς τέχνας ἐσπουδακέναι, οὐδὲ πολυπραγμονοῦντα κυπτάζοντα ζῆν οὐδὲ πολυμαθοῦντα, ἀλλʼ ἄλλο τι, ἐπεὶ ἐγὼ ᾤμην καὶ ὄνειδος εἶναι τοῦτο καὶ βαναύσους καλεῖσθαι τοὺς περὶ τὰς τέχνας ἐσπουδακότας. ὧδε δὲ σαφέστερον εἰσόμεθα εἰ ἄρα ἀληθῆ λέγω, ἐὰν τοῦτο ἀποκρίνῃ· τίνες ἵππους ἐπίστανται 
<milestone unit="section" resp="Stephanus" n="137c"/> κολάζειν ὀρθῶς; πότερον οἵπερ βελτίστους ποιοῦσιν ἢ ἄλλοι;</p><p><milestone unit="para" ed="P"/>οἵπερ βελτίστους.</p><p><milestone unit="para" ed="P"/>τί δέ; κύνας οὐχ οἳ βελτίστους ἐπίστανται ποιεῖν, οὗτοι καὶ κολάζειν ὀρθῶς ἐπίστανται;</p><p><milestone unit="para" ed="P"/>ναί.</p><p><milestone unit="para" ed="P"/>ἡ αὐτὴ ἄρα τέχνη βελτίστους τε ποιεῖ καὶ κολάζει ὀρθῶς;</p><p><milestone unit="para" ed="P"/>φαίνεταί μοι, ἦ δʼ ὅς.</p><p><milestone unit="para" ed="P"/>τί δέ; πότερον ἥπερ βελτίστους τε ποιεῖ καὶ κολάζει ὀρθῶς, ἡ αὐτὴ δὲ καὶ γιγνώσκει τοὺς χρηστοὺς καὶ τοὺς μοχθηρούς, ἢ ἑτέρα τις;</p><p><milestone unit="para" ed="P"/>ἡ αὐτή, ἔφη.</p><p><milestone unit="para" ed="P"/>ἐθελήσεις οὖν καὶ κατʼ ἀνθρώπους τοῦτο ὁμολογεῖν, 
<milestone unit="section" resp="Stephanus" n="137d"/> ἥπερ βελτίστους ἀνθρώπους ποιεῖ, ταύτην εἶναι καὶ τὴν κολάζουσαν ὀρθῶς καὶ διαγιγνώσκουσαν τοὺς χρηστούς τε καὶ μοχθηρούς;</p><p><milestone unit="para" ed="P"/>πάνυ γʼ, ἔφη.</p><p><milestone unit="para" ed="P"/>οὐκοῦν καὶ ἥτις ἕνα, καὶ πολλούς, καὶ ἥτις πολλούς, καὶ ἕνα;</p><p><milestone unit="para" ed="P"/>ναί.</p><p><milestone unit="para" ed="P"/>καὶ καθʼ ἵππων δὴ καὶ τῶν ἄλλων ἁπάντων οὕτως;</p><p><milestone unit="para" ed="P"/>φημί.</p><p><milestone unit="para" ed="P"/>τίς οὖν ἐστιν ἡ ἐπιστήμη, ἥτις τοὺς ἐν ταῖς πόλεσιν ἀκολασταίνοντας καὶ παρανομοῦντας ὀρθῶς κολάζει; οὐχ ἡ δικαστική;</p><p><milestone unit="para" ed="P"/>ναί.</p><p><milestone unit="para" ed="P"/>ἦ ἄλλην οὖν τινα καλεῖς καὶ δικαιοσύνην ἢ ταύτην;</p><p><milestone unit="para" ed="P"/>οὐκ, ἀλλὰ ταύτην. </p><p><milestone unit="section" resp="Stephanus" n="137e"/><milestone unit="para" ed="P"/>οὐκοῦν ᾗπερ κολάζουσιν ὀρθῶς, ταύτῃ καὶ γιγνώσκουσι τοὺς χρηστοὺς καὶ μοχθηρούς;</p><p><milestone unit="para" ed="P"/>ταύτῃ.</p><p><milestone unit="para" ed="P"/>ὅστις δὲ ἕνα γιγνώσκει, καὶ πολλοὺς γνώσεται;</p><p><milestone unit="para" ed="P"/>ναί.</p><p><milestone unit="para" ed="P"/>καὶ ὅστις γε πολλοὺς ἀγνοεῖ, καὶ ἕνα;</p><p><milestone unit="para" ed="P"/>φημί.</p><p><milestone unit="para" ed="P"/>εἰ ἄρα ἵππος ὢν ἀγνοοῖ τοὺς χρηστοὺς καὶ πονηροὺς ἵππους, κἂν ἑαυτὸν ἀγνοοῖ ποῖός τίς ἐστιν;</p><p><milestone unit="para" ed="P"/>φημί.</p><p><milestone unit="para" ed="P"/>καὶ εἰ βοῦς ὢν ἀγνοοῖ τοὺς πονηροὺς καὶ χρηστοὺς <add>βοῦς</add>, κἂν αὑτὸν ἀγνοοῖ ποῖός τίς ἐστιν;</p><p><milestone unit="para" ed="P"/>ναί, ἔφη.</p><p><milestone unit="para" ed="P"/>οὕτω δὴ καὶ εἰ κύων;</p><p><milestone unit="para" ed="P"/>ὡμολόγει.</p></div></div></body></text></TEI>