πῶς γὰρ ἄν, ἔφη, ἀπό γε ὀλίγων πόνων τὸ σῶμά τις εὖ ἔχοι; καί μοι ἔδοξεν ἤδη ἐνταῦθα κινητέος εἶναι ὁ φιλογυμναστής, ἵνα μοι βοηθήσῃ διὰ τὴν ἐμπειρίαν τῆς γυμναστικῆς· κἄπειτα ἠρόμην αὐτόν, σὺ δὲ δὴ τί σιγᾷς ἡμῖν, ὦ λῷστε, τούτου ταῦτα λέγοντος; ἢ καὶ σοὶ δοκοῦσιν οἱ ἄνθρωποι εὖ τὰ σώματα ἔχειν ἀπὸ τῶν πολλῶν πόνων, ἢ ἀπὸ τῶν μετρίων; ἐγὼ μέν, ὦ Σώκρατες, ἔφη, ᾤμην τὸ λεγόμενον δὴ τοῦτο κἂν ὗν γνῶναι ὅτι οἱ μέτριοι πόνοι εὖ ποιοῦσιν ἔχειν τὰ σώματα, πόθεν δὴ οὐχὶ ἄνδρα γε ἄγρυπνόν τε καὶ ἄσιτον καὶ ἀτριβῆ τὸν τράχηλον ἔχοντα καὶ λεπτὸν ὑπὸ μεριμνῶν; καὶ αὐτοῦ ταῦτα εἰπόντος ἥσθη τὰ μειράκια καὶ ἐπεγέλασεν, ὁ δʼ ἕτερος ἠρυθρίασε. καὶ ἐγὼ εἶπον, τί οὖν; σὺ ἤδη συγχωρεῖς μήτε πολλοὺς μήτε ὀλίγους πόνους εὖ ποιεῖν ἔχειν τὰ σώματα τοὺς ἀνθρώπους, ἀλλὰ τοὺς μετρίους; ἢ διαμάχῃ δυοῖν ὄντοιν νῷν περὶ τοῦ λόγου; κἀκεῖνος, πρὸς μὲν τοῦτον, ἔφη, κἂν πάνυ ἡδέως διαγωνισαίμην, καὶ εὖ οἶδʼ ὅτι ἱκανὸς ἂν γενοίμην βοηθῆσαι τῇ ὑποθέσει ἣν ὑπεθέμην, καὶ εἰ ταύτης ἔτι φαυλοτέραν ὑπεθέμην—οὐδὲν γάρ ἐστι—πρὸς μέντοι σὲ οὐδὲν δέομαι παρὰ δόξαν φιλονικεῖν, ἀλλʼ ὁμολογῶ μὴ τὰ πολλὰ ἀλλὰ τὰ μέτρια γυμνάσια τὴν εὐεξίαν ἐμποιεῖν τοῖς ἀνθρώποις. τί δὲ τὰ σιτία; τὰ μέτρια ἢ τὰ πολλά; ἔφην ἐγώ. καὶ τὰ σιτία ὡμολόγει. ἔτι δὲ κἀγὼ προσηνάγκαζον αὐτὸν ὁμολογεῖν καὶ τἆλλα πάντα τὰ περὶ τὸ σῶμα ὠφελιμώτατα εἶναι τὰ μέτρια ἀλλὰ μὴ τὰ πολλὰ μηδὲ τὰ ὀλίγα· καί μοι ὡμολόγει τὰ μέτρια. τί δʼ, ἔφην, τὰ περὶ τὴν ψυχήν; τὰ μέτρια ὠφελεῖ ἢ τὰ ἄμετρα τῶν προσφερομένων; τὰ μέτρια, ἔφη. οὐκοῦν ἓν τῶν προσφερομένων ψυχῇ ἐστι καὶ τὰ μαθήματα; ὡμολόγει. καὶ τούτων ἄρα τὰ μέτρια ὠφελεῖ ἀλλʼ οὐ τὰ πολλά; συνέφη. τίνα οὖν ἐρόμενοι ἂν δικαίως ἐροίμεθα ὁποῖοι μέτριοι πόνοι καὶ σιτία πρὸς τὸ σῶμά ἐστιν; ὡμολογοῦμεν μὲν τρεῖς ὄντες, ὅτι ἰατρὸν ἢ παιδοτρίβην. τίνα δʼ ἂν περὶ σπερμάτων σπορᾶς ὁπόσον μέτριον; καὶ τούτου τὸν γεωργὸν ὡμολογοῦμεν. τίνα δὲ περὶ μαθημάτων εἰς ψυχὴν φυτεύσεώς τε καὶ σπορᾶς ἐρωτῶντες δικαίως ἂν ἐροίμεθα ὁπόσα καὶ ὁποῖα μέτρια; τοὐντεῦθεν ἤδη ἀπορίας μεστοὶ ἦμεν ἅπαντες· κἀγὼ προσπαίζων αὐτοὺς ἠρόμην, βούλεσθε, ἔφην, ἐπειδὴ ἡμεῖς ἐν ἀπορίᾳ ἐσμέν, ἐρώμεθα ταυτὶ τὰ μειράκια; ἢ ἴσως αἰσχυνόμεθα, ὥσπερ ἔφη τοὺς μνηστῆρας Ὅμηρος, μὴ ἀξιούντων εἶναί τινα ἄλλον ὅστις ἐντενεῖ τὸ τόξον; ἐπειδὴ οὖν μοι ἐδόκουν ἀθυμεῖν πρὸς τὸν λόγον, ἄλλῃ ἐπειρώμην σκοπεῖν, καὶ εἶπον, ποῖα δὲ μάλιστα ἄττα τοπάζομεν εἶναι τῶν μαθημάτων ἃ δεῖ τὸν φιλοσοφοῦντα μανθάνειν, ἐπειδὴ οὐχὶ πάντα οὐδὲ πολλά; ὑπολαβὼν οὖν ὁ σοφώτερος εἶπεν ὅτι κάλλιστα ταῦτʼ εἴη τῶν μαθημάτων καὶ προσήκοντα ἀφʼ ὧν ἂν πλείστην δόξαν ἔχοι τις εἰς φιλοσοφίαν· πλείστην δʼ ἂν ἔχοι δόξαν, εἰ δοκοίη τῶν τεχνῶν ἔμπειρος εἶναι πασῶν, εἰ δὲ μή, ὡς πλείστων γε καὶ μάλιστα τῶν ἀξιολόγων, μαθὼν αὐτῶν ταῦτα ἃ προσήκει τοῖς ἐλευθέροις μαθεῖν, ὅσα συνέσεως ἔχεται, μὴ ὅσα χειρουργίας. ἆρʼ οὖν οὕτω λέγεις, ἔφην ἐγώ, ὥσπερ ἐν τῇ τεκτονικῇ; καὶ γὰρ ἐκεῖ τέκτονα μὲν ἂν πρίαιο πέντε ἢ ἓξ μνῶν, ἄκρον ἀρχιτέκτονα δὲ οὐδʼ ἂν μυρίων δραχμῶν· ὀλίγοι γε μὴν κἂν ἐν πᾶσι τοῖς Ἕλλησι γίγνοιντο. ἆρα μή τι τοιοῦτον λέγεις; καὶ ὃς ἀκούσας μου συνεχώρει καὶ αὐτὸς λέγειν τοιοῦτον. ἠρόμην δʼ αὐτὸν εἰ οὐκ ἀδύνατον εἴη δύο μόνας τέχνας οὕτω μαθεῖν τὸν αὐτόν, μὴ ὅτι πολλὰς καὶ μεγάλας· ὁ δέ, μὴ οὕτως μου, ἔφη, ὑπολάβῃς, ὦ Σώκρατες, ὡς λέγοντος ὅτι δεῖ ἑκάστην τῶν τεχνῶν τὸν φιλοσοφοῦντα ἐπίστασθαι ἀκριβῶς ὥσπερ αὐτὸν τὸν τὴν τέχνην ἔχοντα, ἀλλʼ ὡς εἰκὸς ἄνδρα ἐλεύθερόν τε καὶ πεπαιδευμένον, ἐπακολουθῆσαί τε τοῖς λεγομένοις ὑπὸ τοῦ δημιουργοῦ οἷόν τʼ εἶναι διαφερόντως τῶν παρόντων, καὶ αὐτὸν ξυμβάλλεσθαι γνώμην, ὥστε δοκεῖν χαριέστατον εἶναι καὶ σοφώτατον τῶν ἀεὶ παρόντων ἐν τοῖς λεγομένοις τε καὶ πραττομένοις περὶ τὰς τέχνας. κἀγώ, ἔτι γὰρ αὐτοῦ ἠμφεγνόουν τὸν λόγον ὅτι ἐβούλετο, ἆρʼ ἐννοῶ, ἔφην, οἷον λέγεις τὸν φιλόσοφον ἄνδρα; δοκεῖς γάρ μοι λέγειν οἷοι ἐν τῇ ἀγωνίᾳ εἰσὶν οἱ πένταθλοι πρὸς τοὺς δρομέας ἢ τοὺς παλαιστάς. καὶ γὰρ ἐκεῖνοι τούτων μὲν λείπονται κατὰ τὰ τούτων ἆθλα καὶ δεύτεροί εἰσι πρὸς τούτους, τῶν δʼ ἄλλων ἀθλητῶν πρῶτοι καὶ νικῶσιν αὐτούς. τάχʼ ἂν ἴσως τοιοῦτόν τι λέγοις καὶ τὸ φιλοσοφεῖν ἀπεργάζεσθαι τοὺς ἐπιτηδεύοντας τοῦτο τὸ ἐπιτήδευμα· τῶν μὲν πρώτων εἰς σύνεσιν περὶ τὰς τέχνας ἐλλείπεσθαι, τὰ δευτερεῖα δʼ ἔχοντας τῶν ἄλλων περιεῖναι, καὶ οὕτως γίγνεσθαι περὶ πάντα ὕπακρόν τινα ἄνδρα τὸν πεφιλοσοφηκότα· τοιοῦτόν τινά μοι δοκεῖς ἐνδείκνυσθαι. καλῶς γέ μοι, ἔφη, ὦ Σώκρατες, φαίνῃ ὑπολαμβάνειν τὰ περὶ τοῦ φιλοσόφου, ἀπεικάσας αὐτὸν τῷ πεντάθλῳ. ἔστιν γὰρ ἀτεχνῶς τοιοῦτος οἷος μὴ δουλεύειν μηδενὶ πράγματι, μηδʼ εἰς τὴν ἀκρίβειαν μηδὲν διαπεπονηκέναι, ὥστε διὰ τὴν τοῦ ἑνὸς τούτου ἐπιμέλειαν τῶν ἄλλων ἁπάντων ἀπολελεῖφθαι, ὥσπερ οἱ δημιουργοί, ἀλλὰ πάντων μετρίως ἐφῆφθαι. μετὰ ταύτην δὴ τὴν ἀπόκρισιν ἐγὼ προθυμούμενος σαφῶς εἰδέναι ὅτι λέγοι, ἐπυνθανόμην αὐτοῦ τοὺς ἀγαθοὺς πότερον χρησίμους ἢ ἀχρήστους εἶναι ὑπολαμβάνοι. χρησίμους δήπου, ὦ Σώκρατες, ἔφη. ἆρʼ οὖν, εἴπερ οἱ ἀγαθοὶ χρήσιμοι, οἱ πονηροὶ ἄχρηστοι; ὡμολόγει. τί δέ; τοὺς φιλοσόφους ἄνδρας χρησίμους ἡγῇ ἢ οὔ; ὁ δὲ ὡμολόγει χρησίμους, καὶ πρός γε ἔφη χρησιμωτάτους εἶναι ἡγεῖσθαι. φέρε δὴ γνῶμεν, εἰ σὺ ἀληθῆ λέγεις, ποῦ καὶ χρήσιμοι ἡμῖν εἰσιν οἱ ὕπακροι οὗτοι; δῆλον γὰρ ὅτι ἑκάστου γε τῶν τὰς τέχνας ἐχόντων φαυλότερός ἐστιν ὁ φιλόσοφος. ὡμολόγει. φέρε δὴ σύ, ἦν δʼ ἐγώ, εἰ τύχοις ἢ αὐτὸς ἀσθενήσας ἢ τῶν φίλων τις τῶν σῶν περὶ ὧν σὺ σπουδὴν μεγάλην ἔχεις, πότερον ὑγείαν βουλόμενος κτήσασθαι τὸν ὕπακρον ἐκεῖνον τὸν φιλόσοφον εἰσάγοις ἂν εἰς τὴν οἰκίαν ἢ τὸν ἰατρὸν λάβοις; ἀμφοτέρους ἔγωγʼ ἄν, ἔφη. μή μοι, εἶπον ἐγώ, ἀμφοτέρους λέγε, ἀλλʼ ὁπότερον μᾶλλόν τε καὶ πρότερον. οὐδεὶς ἄν, ἔφη, τοῦτό γε ἀμφισβητήσειεν, ὡς οὐχὶ τὸν ἰατρὸν καὶ μᾶλλον καὶ πρότερον. τί δʼ; ἐν νηὶ χειμαζομένῃ ποτέρῳ ἂν μᾶλλον ἐπιτρέποις σαυτόν τε καὶ τὰ σεαυτοῦ, τῷ κυβερνήτῃ ἢ τῷ φιλοσόφῳ; τῷ κυβερνήτῃ ἔγωγε. οὐκοῦν καὶ τἆλλα πάνθʼ οὕτως, ἕως ἄν τις δημιουργὸς ᾖ, οὐ χρήσιμός ἐστιν ὁ φιλόσοφος; φαίνεται, ἔφη. οὐκοῦν νῦν ἄχρηστός τις ἡμῖν ἐστιν ὁ φιλόσοφος; εἰσὶ γὰρ ἡμῖν ἀεί που δημιουργοί· ὡμολογήσαμεν δὲ τοὺς μὲν ἀγαθοὺς χρησίμους εἶναι, τοὺς δὲ μοχθηροὺς ἀχρήστους. ἠναγκάζετο ὁμολογεῖν. τί οὖν μετὰ τοῦτο; ἔρωμαί σε ἢ ἀγροικότερόν ἐστιν ἐρέσθαι— ἐροῦ ὅτι βούλει.