<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="134"><p><milestone n="134" unit="page"/><milestone unit="section" resp="Stephanus" n="134a"/><milestone unit="para" ed="P"/>πῶς γὰρ ἄν, ἔφη, ἀπό γε ὀλίγων πόνων τὸ σῶμά τις εὖ ἔχοι;</p><p><milestone unit="para" ed="P"/>καί μοι ἔδοξεν ἤδη ἐνταῦθα κινητέος εἶναι ὁ φιλογυμναστής, ἵνα μοι βοηθήσῃ διὰ τὴν ἐμπειρίαν τῆς γυμναστικῆς· κἄπειτα ἠρόμην αὐτόν, σὺ δὲ δὴ τί σιγᾷς ἡμῖν, ὦ λῷστε, τούτου ταῦτα λέγοντος; ἢ καὶ σοὶ δοκοῦσιν οἱ ἄνθρωποι εὖ τὰ σώματα ἔχειν ἀπὸ τῶν πολλῶν πόνων, ἢ ἀπὸ τῶν μετρίων;</p><p><milestone unit="para" ed="P"/>ἐγὼ μέν, ὦ Σώκρατες, ἔφη, ᾤμην τὸ λεγόμενον δὴ τοῦτο κἂν ὗν γνῶναι ὅτι οἱ μέτριοι πόνοι εὖ ποιοῦσιν ἔχειν τὰ 
<milestone unit="section" resp="Stephanus" n="134b"/>σώματα, πόθεν δὴ οὐχὶ ἄνδρα γε ἄγρυπνόν τε καὶ ἄσιτον καὶ ἀτριβῆ τὸν τράχηλον ἔχοντα καὶ λεπτὸν ὑπὸ μεριμνῶν; καὶ αὐτοῦ ταῦτα εἰπόντος ἥσθη τὰ μειράκια καὶ ἐπεγέλασεν, ὁ δʼ ἕτερος ἠρυθρίασε.</p><p><milestone unit="para" ed="P"/>καὶ ἐγὼ εἶπον, τί οὖν; σὺ ἤδη συγχωρεῖς μήτε πολλοὺς μήτε ὀλίγους πόνους εὖ ποιεῖν ἔχειν τὰ σώματα τοὺς ἀνθρώπους, ἀλλὰ τοὺς μετρίους; ἢ διαμάχῃ δυοῖν ὄντοιν νῷν περὶ τοῦ λόγου; </p><p><milestone unit="section" resp="Stephanus" n="134c"/><milestone unit="para" ed="P"/>κἀκεῖνος, πρὸς μὲν τοῦτον, ἔφη, κἂν πάνυ ἡδέως διαγωνισαίμην, καὶ εὖ οἶδʼ ὅτι ἱκανὸς ἂν γενοίμην βοηθῆσαι τῇ ὑποθέσει ἣν ὑπεθέμην, καὶ εἰ ταύτης ἔτι φαυλοτέραν ὑπεθέμην—οὐδὲν γάρ ἐστι—πρὸς μέντοι σὲ οὐδὲν δέομαι παρὰ δόξαν φιλονικεῖν, ἀλλʼ ὁμολογῶ μὴ τὰ πολλὰ ἀλλὰ τὰ μέτρια γυμνάσια τὴν εὐεξίαν ἐμποιεῖν τοῖς ἀνθρώποις.</p><p><milestone unit="para" ed="P"/>τί δὲ τὰ σιτία; τὰ μέτρια ἢ τὰ πολλά; ἔφην ἐγώ.</p><p><milestone unit="para" ed="P"/>καὶ τὰ σιτία ὡμολόγει. </p><p><milestone unit="section" resp="Stephanus" n="134d"/><milestone unit="para" ed="P"/>ἔτι δὲ κἀγὼ προσηνάγκαζον αὐτὸν ὁμολογεῖν καὶ τἆλλα πάντα τὰ περὶ τὸ σῶμα ὠφελιμώτατα εἶναι τὰ μέτρια ἀλλὰ μὴ τὰ πολλὰ μηδὲ τὰ ὀλίγα· καί μοι ὡμολόγει τὰ μέτρια.</p><p><milestone unit="para" ed="P"/>τί δʼ, ἔφην, τὰ περὶ τὴν ψυχήν; τὰ μέτρια ὠφελεῖ ἢ τὰ ἄμετρα τῶν προσφερομένων;</p><p><milestone unit="para" ed="P"/>τὰ μέτρια, ἔφη.</p><p><milestone unit="para" ed="P"/>οὐκοῦν ἓν τῶν προσφερομένων ψυχῇ ἐστι καὶ τὰ μαθήματα;</p><p><milestone unit="para" ed="P"/>ὡμολόγει.</p><p><milestone unit="para" ed="P"/>καὶ τούτων ἄρα τὰ μέτρια ὠφελεῖ ἀλλʼ οὐ τὰ πολλά;</p><p><milestone unit="para" ed="P"/>συνέφη.</p><p><milestone unit="section" resp="Stephanus" n="134e"/><milestone unit="para" ed="P"/>τίνα οὖν ἐρόμενοι ἂν δικαίως ἐροίμεθα ὁποῖοι μέτριοι πόνοι καὶ σιτία πρὸς τὸ σῶμά ἐστιν;</p><p><milestone unit="para" ed="P"/>ὡμολογοῦμεν μὲν τρεῖς ὄντες, ὅτι ἰατρὸν ἢ παιδοτρίβην.</p><p><milestone unit="para" ed="P"/>τίνα δʼ ἂν περὶ σπερμάτων σπορᾶς ὁπόσον μέτριον;</p><p><milestone unit="para" ed="P"/>καὶ τούτου τὸν γεωργὸν ὡμολογοῦμεν.</p><p><milestone unit="para" ed="P"/>τίνα δὲ περὶ μαθημάτων εἰς ψυχὴν φυτεύσεώς τε καὶ σπορᾶς ἐρωτῶντες δικαίως ἂν ἐροίμεθα ὁπόσα καὶ ὁποῖα μέτρια;</p></div><div type="textpart" subtype="section" resp="perseus" n="135"><p><milestone n="135" unit="page"/><milestone unit="section" resp="Stephanus" n="135a"/><milestone unit="para" ed="P"/>τοὐντεῦθεν ἤδη ἀπορίας μεστοὶ ἦμεν ἅπαντες· κἀγὼ προσπαίζων αὐτοὺς ἠρόμην, βούλεσθε, ἔφην, ἐπειδὴ ἡμεῖς ἐν ἀπορίᾳ ἐσμέν, ἐρώμεθα ταυτὶ τὰ μειράκια; ἢ ἴσως αἰσχυνόμεθα, ὥσπερ ἔφη τοὺς μνηστῆρας Ὅμηρος, μὴ ἀξιούντων εἶναί τινα ἄλλον ὅστις ἐντενεῖ τὸ τόξον;</p><p><milestone unit="para" ed="P"/>ἐπειδὴ οὖν μοι ἐδόκουν ἀθυμεῖν πρὸς τὸν λόγον, ἄλλῃ ἐπειρώμην σκοπεῖν, καὶ εἶπον, ποῖα δὲ μάλιστα ἄττα τοπάζομεν εἶναι τῶν μαθημάτων ἃ δεῖ τὸν φιλοσοφοῦντα μανθάνειν, ἐπειδὴ οὐχὶ πάντα οὐδὲ πολλά;</p><p><milestone unit="section" resp="Stephanus" n="135b"/><milestone unit="para" ed="P"/>ὑπολαβὼν οὖν ὁ σοφώτερος εἶπεν ὅτι κάλλιστα ταῦτʼ εἴη τῶν μαθημάτων καὶ προσήκοντα ἀφʼ ὧν ἂν πλείστην δόξαν ἔχοι τις εἰς φιλοσοφίαν· πλείστην δʼ ἂν ἔχοι δόξαν, εἰ δοκοίη τῶν τεχνῶν ἔμπειρος εἶναι πασῶν, εἰ δὲ μή, ὡς πλείστων γε καὶ μάλιστα τῶν ἀξιολόγων, μαθὼν αὐτῶν ταῦτα ἃ προσήκει τοῖς ἐλευθέροις μαθεῖν, ὅσα συνέσεως ἔχεται, μὴ ὅσα χειρουργίας.</p><p><milestone unit="para" ed="P"/>ἆρʼ οὖν οὕτω λέγεις, ἔφην ἐγώ, ὥσπερ ἐν τῇ τεκτονικῇ; 
<milestone unit="section" resp="Stephanus" n="135c"/> καὶ γὰρ ἐκεῖ τέκτονα μὲν ἂν πρίαιο πέντε ἢ ἓξ μνῶν, ἄκρον ἀρχιτέκτονα δὲ οὐδʼ ἂν μυρίων δραχμῶν· ὀλίγοι γε μὴν κἂν ἐν πᾶσι τοῖς Ἕλλησι γίγνοιντο. ἆρα μή τι τοιοῦτον λέγεις; καὶ ὃς ἀκούσας μου συνεχώρει καὶ αὐτὸς λέγειν τοιοῦτον.</p><p><milestone unit="para" ed="P"/>ἠρόμην δʼ αὐτὸν εἰ οὐκ ἀδύνατον εἴη δύο μόνας τέχνας οὕτω μαθεῖν τὸν αὐτόν, μὴ ὅτι πολλὰς καὶ μεγάλας· ὁ δέ, μὴ οὕτως μου, ἔφη, ὑπολάβῃς, ὦ Σώκρατες, ὡς λέγοντος ὅτι δεῖ ἑκάστην τῶν τεχνῶν τὸν φιλοσοφοῦντα ἐπίστασθαι 
<milestone unit="section" resp="Stephanus" n="135d"/> ἀκριβῶς ὥσπερ αὐτὸν τὸν τὴν τέχνην ἔχοντα, ἀλλʼ ὡς εἰκὸς ἄνδρα ἐλεύθερόν τε καὶ πεπαιδευμένον, ἐπακολουθῆσαί τε τοῖς λεγομένοις ὑπὸ τοῦ δημιουργοῦ οἷόν τʼ εἶναι διαφερόντως τῶν παρόντων, καὶ αὐτὸν ξυμβάλλεσθαι γνώμην, ὥστε δοκεῖν χαριέστατον εἶναι καὶ σοφώτατον τῶν ἀεὶ παρόντων ἐν τοῖς λεγομένοις τε καὶ πραττομένοις περὶ τὰς τέχνας.</p><p><milestone unit="para" ed="P"/>κἀγώ, ἔτι γὰρ αὐτοῦ ἠμφεγνόουν τὸν λόγον ὅτι ἐβούλετο, 
<milestone unit="section" resp="Stephanus" n="135e"/> ἆρʼ ἐννοῶ, ἔφην, οἷον λέγεις τὸν φιλόσοφον ἄνδρα; δοκεῖς γάρ μοι λέγειν οἷοι ἐν τῇ ἀγωνίᾳ εἰσὶν οἱ πένταθλοι πρὸς τοὺς δρομέας ἢ τοὺς παλαιστάς. καὶ γὰρ ἐκεῖνοι τούτων μὲν λείπονται κατὰ τὰ τούτων ἆθλα καὶ δεύτεροί εἰσι πρὸς τούτους, τῶν δʼ ἄλλων ἀθλητῶν πρῶτοι καὶ νικῶσιν αὐτούς.</p></div></div></body></text></TEI>