<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg016.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="132"><p><milestone n="132" unit="page"/><milestone unit="section" resp="Stephanus" n="132a"/><milestone unit="para" ed="P"/>εἰς Διονυσίου τοῦ γραμματιστοῦ εἰσῆλθον, καὶ εἶδον αὐτόθι τῶν τε νέων τοὺς ἐπιεικεστάτους δοκοῦντας εἶναι τὴν ἰδέαν καὶ πατέρων εὐδοκίμων, καὶ τούτων ἐραστάς. ἐτυγχανέτην οὖν δύο τῶν μειρακίων ἐρίζοντε, περὶ ὅτου δέ, οὐ σφόδρα κατήκουον. ἐφαινέσθην μέντοι ἢ περὶ Ἀναξαγόρου 
<milestone unit="section" resp="Stephanus" n="132b"/> ἢ περὶ Οἰνοπίδου ἐρίζειν· κύκλους γοῦν γράφειν ἐφαινέσθην καὶ ἐγκλίσεις τινὰς ἐμιμοῦντο τοῖν χεροῖν ἐπικλίνοντε καὶ μάλʼ ἐσπουδακότε. κἀγώ—καθήμην γὰρ παρὰ τὸν ἐραστὴν τοῦ ἑτέρου αὐτοῖν—κινήσας οὖν αὐτὸν τῷ ἀγκῶνι ἠρόμην ὅτι ποτὲ οὕτως ἐσπουδακότε τὼ μειρακίω εἴτην, καὶ εἶπον· ἦ που μέγα τι καὶ καλόν ἐστι περὶ ὃ τοσαύτην σπουδὴν πεποιημένω ἐστόν;</p><p><milestone unit="para" ed="P"/>ὁ δʼ εἶπε, ποῖον, ἔφη, μέγα καὶ καλόν; ἀδολεσχοῦσι μὲν οὖν οὗτοί γε περὶ τῶν μετεώρων καὶ φλυαροῦσι φιλοσοφοῦντες.</p><p><milestone unit="section" resp="Stephanus" n="132c"/><milestone unit="para" ed="P"/>καὶ ἐγὼ θαυμάσας αὐτοῦ τὴν ἀπόκρισιν εἶπον· ὦ νεανία, αἰσχρὸν δοκεῖ σοι εἶναι τὸ φιλοσοφεῖν; ἢ τί οὕτως χαλεπῶς λέγεις;</p><p><milestone unit="para" ed="P"/>καὶ ὁ ἕτερος—πλησίον γὰρ καθήμενος ἐτύγχανεν αὐτοῦ, ἀντεραστὴς ὤν—ἀκούσας ἐμοῦ τε ἐρομένου κἀκείνου ἀποκρινομένου, οὐ πρὸς σοῦ γε, ἔφη, ὦ Σώκρατες, ποιεῖς τὸ καὶ ἀνερέσθαι τοῦτον εἰ αἰσχρὸν ἡγεῖται φιλοσοφίαν εἶναι. ἢ οὐκ οἶσθα τοῦτον ὅτι τραχηλιζόμενος καὶ ἐμπιμπλάμενος καὶ καθεύδων πάντα τὸν βίον διατετέλεκεν; ὥστε σὺ τί αὐτὸν ᾤου ἀποκρινεῖσθαι ἀλλʼ ἢ ὅτι αἰσχρόν ἐστι φιλοσοφία; </p><p><milestone unit="section" resp="Stephanus" n="132d"/><milestone unit="para" ed="P"/>ἦν δὲ οὗτος μὲν τοῖν ἐρασταῖν περὶ μουσικὴν διατετριφώς, ὁ δʼ ἕτερος, ὃν ἐλοιδόρει, περὶ γυμναστικήν. καί μοι ἔδοξε χρῆναι τὸν μὲν ἕτερον ἀφιέναι, τὸν ἐρωτώμενον, ὅτι οὐδʼ αὐτὸς προσεποιεῖτο περὶ λόγων ἔμπειρος εἶναι ἀλλὰ περὶ ἔργων, τὸν δὲ σοφώτερον προσποιούμενον εἶναι διερωτῆσαι, ἵνα καὶ εἴ τι δυναίμην παρʼ αὐτοῦ ὠφεληθείην. εἶπον οὖν ὅτι εἰς κοινὸν μὲν τὸ ἐρώτημα ἠρόμην· εἰ δὲ σὺ οἴει τοῦδε κάλλιον ἂν ἀποκρίνασθαι, σὲ ἐρωτῶ τὸ αὐτὸ ὅπερ καὶ τοῦτον, εἰ δοκεῖ σοι τὸ φιλοσοφεῖν καλὸν εἶναι ἢ οὔ.</p></div><div type="textpart" subtype="section" resp="perseus" n="133"><p><milestone n="133" unit="page"/><milestone unit="section" resp="Stephanus" n="133a"/><milestone unit="para" ed="P"/>σχεδὸν οὖν ταῦτα λεγόντων ἡμῶν ἐπακούσαντε τὼ μειρακίω ἐσιγησάτην, καὶ αὐτὼ παυσαμένω τῆς ἔριδος ἡμῶν ἀκροαταὶ ἐγενέσθην. καὶ ὅτι μὲν οἱ ἐρασταὶ ἔπαθον οὐκ οἶδα, αὐτὸς δʼ οὖν ἐξεπλάγην· ἀεὶ γάρ ποτε ὑπὸ τῶν νέων τε καὶ καλῶν ἐκπλήττομαι. ἐδόκει μέντοι μοι καὶ ὁ ἕτερος οὐχ ἧττον ἐμοῦ ἀγωνιᾶν· οὐ μὴν ἀλλʼ ἀπεκρίνατό γέ μοι καὶ μάλα φιλοτίμως. ὁπότε γάρ τοι, ἔφη, ὦ Σώκρατες, 
<milestone unit="section" resp="Stephanus" n="133b"/> τὸ φιλοσοφεῖν αἰσχρὸν ἡγησαίμην εἶναι, οὐδʼ ἂν ἄνθρωπον νομίσαιμι ἐμαυτὸν εἶναι, οὐδʼ ἄλλον τὸν οὕτω διακείμενον, ἐνδεικνύμενος εἰς τὸν ἀντεραστήν, καὶ λέγων μεγάλῃ τῇ φωνῇ, ἵνʼ αὐτοῦ κατακούοι τὰ παιδικά.</p><p><milestone unit="para" ed="P"/>καὶ ἐγὼ εἶπον, καλὸν ἄρα δοκεῖ σοι τὸ φιλοσοφεῖν; </p><p><milestone unit="para" ed="P"/>πάνυ μὲν οὖν, ἔφη.</p><p><milestone unit="para" ed="P"/>τί οὖν, ἐγὼ ἔφην· ἦ δοκεῖ σοι οἷόν τʼ εἶναι εἰδέναι πρᾶγμα ὁτιοῦν εἴτε καλὸν εἴτε αἰσχρόν ἐστιν, ὃ μὴ εἰδείη τις τὴν ἀρχὴν ὅτι ἔστιν;</p><p><milestone unit="para" ed="P"/>οὐκ ἔφη.</p><p><milestone unit="section" resp="Stephanus" n="133c"/><milestone unit="para" ed="P"/>οἶσθʼ ἄρα, ἦν δʼ ἐγώ, ὅτι ἔστιν τὸ φιλοσοφεῖν;</p><p><milestone unit="para" ed="P"/>πάνυ γε, ἔφη.</p><p><milestone unit="para" ed="P"/>τί οὖν ἔστιν; ἔφην ἐγώ.</p><p><milestone unit="para" ed="P"/>τί δʼ ἄλλο γε ἢ κατὰ τὸ Σόλωνος; Σόλων γάρ που εἶπε—<quote type="verse"><l met="elegiac">γηράσκω δʼ αἰεὶ πολλὰ διδασκόμενος·</l></quote><bibl>Solon Fr. 18</bibl>καὶ ἐμοὶ δοκεῖ οὕτως ἀεὶ χρῆναι ἕν γέ τι μανθάνειν τὸν μέλλοντα φιλοσοφήσειν, καὶ νεώτερον ὄντα καὶ πρεσβύτερον, ἵνʼ ὡς πλεῖστα ἐν τῷ βίῳ μάθῃ. καί μοι τὸ μὲν πρῶτον ἔδοξε τὶ εἰπεῖν, ἔπειτά πως ἐννοήσας ἠρόμην αὐτὸν εἰ τὴν φιλοσοφίαν πολυμαθίαν ἡγοῖτο.</p><p><milestone unit="section" resp="Stephanus" n="133d"/><milestone unit="para" ed="P"/>κἀκεῖνος, πάνυ, ἔφη.</p><p><milestone unit="para" ed="P"/>ἡγῇ δὲ δὴ καλὸν εἶναι μόνον τὴν φιλοσοφίαν ἢ καὶ ἀγαθόν; ἦν δʼ ἐγώ.</p><p><milestone unit="para" ed="P"/>καὶ ἀγαθόν, ἔφη, πάνυ.</p><p><milestone unit="para" ed="P"/>πότερον οὖν ἐν φιλοσοφίᾳ τι τοῦτο ἴδιον ἐνορᾷς, ἢ καὶ ἐν τοῖς ἄλλοις οὕτω σοι δοκεῖ ἔχειν; οἷον φιλογυμναστίαν οὐ μόνον ἡγῇ καλὸν εἶναι, ἀλλὰ καὶ ἀγαθόν; ἢ οὔ;</p><p><milestone unit="para" ed="P"/>ὁ δὲ καὶ μάλα εἰρωνικῶς εἶπε δύο· πρὸς μὲν τόνδε μοι εἰρήσθω ὅτι οὐδέτερα· πρὸς μέντοι σέ, ὦ Σώκρατες, 
<milestone unit="section" resp="Stephanus" n="133e"/>ὁμολογῶ καὶ καλὸν εἶναι καὶ ἀγαθόν· ἡγοῦμαι γὰρ ὀρθῶς.</p><p><milestone unit="para" ed="P"/>ἠρώτησα οὖν ἐγώ, ἆρʼ οὖν καὶ ἐν τοῖς γυμνασίοις τὴν πολυπονίαν φιλογυμναστίαν ἡγῇ εἶναι;</p><p><milestone unit="para" ed="P"/>κἀκεῖνος ἔφη, πάνυ γε, ὥσπερ γε καὶ ἐν τῷ φιλοσοφεῖν τὴν πολυμαθίαν φιλοσοφίαν ἡγοῦμαι εἶναι.</p><p><milestone unit="para" ed="P"/>κἀγὼ εἶπον, ἡγῇ δὲ δὴ τοὺς φιλογυμναστοῦντας ἄλλου του ἐπιθυμεῖν ἢ τούτου, ὅτι ποιήσει αὐτοὺς εὖ ἔχειν τὸ σῶμα;</p><p><milestone unit="para" ed="P"/>τούτου, ἔφη.</p><p><milestone unit="para" ed="P"/>ἦ οὖν οἱ πολλοὶ πόνοι τὸ σῶμα, ἦν δʼ ἐγώ, ποιοῦσιν εὖ ἔχειν;</p></div></div></body></text></TEI>