<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg015.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="231"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ περὶ ποτοῦ οὖν ὁ αὐτὸς ἂν τρόπος εἴη τῆς ἀποκρίσεως, ὅτι τῇ τοῦ σώματος ὑγρᾷ τροφῇ, ἐάντε χρηστὴ <milestone n="231" unit="page"/><milestone unit="section" resp="Stephanus" n="231a"/> ἐάντε πονηρὰ ᾖ, τοῦτο τὸ ὄνομά ἐστι, ποτόν· καὶ τοῖς ἄλλοις ὡσαύτως. πειρῶ οὖν καὶ σὺ ἐμὲ μιμεῖσθαι οὕτως ἀποκρινόμενον. τὸ χρηστὸν κέρδος καὶ τὸ πονηρὸν κέρδος κέρδος φῂς ἀμφότερον εἶναι τί τὸ αὐτὸ ἐν αὐτοῖς ὁρῶν, ὅτι δὴ καὶ τοῦτο κέρδος ἐστίν; εἰ δʼ αὖ μὴ αὐτὸς ἔχεις ἀποκρίνασθαι, ἀλλʼ ἐμοῦ λέγοντος σκόπει· ἆρα κέρδος λέγεις πᾶν κτῆμα ὃ ἄν τις κτήσηται ἢ μηδὲν ἀναλώσας, ἢ ἔλαττον ἀναλώσας πλέον λάβῃ;</said></p><p><said who="#Ἑταῖρος"><milestone unit="section" resp="Stephanus" n="231b"/><label>ΕΤ.</label> ἔμοιγε δοκῶ τοῦτο καλεῖν κέρδος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα καὶ τὰ τοιάδε λέγεις, ἐάν τις ἑστιαθείς, μηδὲν ἀναλώσας ἀλλʼ εὐωχηθείς, νόσον κτήσηται;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> μὰ Δίʼ οὐκ ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Ὑγίειαν δὲ κτησάμενος ἀπὸ ἑστιάσεως κέρδος ἂν κτήσαιτο ἢ ζημίαν;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> κέρδος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα τοῦτό γέ ἐστι κέρδος, τὸ ὁτιοῦν κτῆμα κτήσασθαι.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> οὐ μέντοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὔκ, ἐὰν κακόν; ἢ οὐδʼ ἂν ἀγαθὸν ὁτιοῦν κτήσηται, οὐ κέρδος κτήσεται;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> φαίνεται, ἐάν γε ἀγαθόν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="231c"/><label>ΣΩ.</label> ἐὰν δὲ κακόν, οὐ ζημίαν κτήσεται;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁρᾷς οὖν ὡς πάλιν αὖ περιτρέχεις εἰς τὸ αὐτό; τὸ μὲν κέρδος ἀγαθὸν φαίνεται, ἡ δὲ ζημία κακόν.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ἀπορῶ ἔγωγε ὅτι εἴπω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἀδίκως γε σὺ ἀπορῶν. ἔτι γὰρ καὶ τόδε ἀπόκριναι· ἐάν τις ἔλαττον ἀναλώσας πλέον κτήσηται, φῂς κέρδος εἶναι;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> οὔτι κακόν γε λέγω, ἀλλʼ ἐὰν χρυσίον ἢ ἀργύριον ἔλαττον ἀναλώσας πλέον λάβῃ.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="231d"/><label>ΣΩ.</label> καὶ ἐγὼ μέλλω τοῦτο ἐρήσεσθαι. φέρε γάρ, ἐάν τις χρυσίου σταθμὸν ἥμισυν ἀναλώσας διπλάσιον λάβῃ ἀργυρίου, κέρδος ἢ ζημίαν εἴληφεν;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ζημίαν δήπου, ὦ Σώκρατες· ἀντὶ δωδεκαστασίου γὰρ διστάσιον αὐτῷ καθίσταται τὸ χρυσίον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν πλέον γʼ εἴληφεν· ἢ οὐ πλέον ἐστὶ τὸ διπλάσιον τοῦ ἡμίσεος;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> οὔτι τῇ ἀξίᾳ γε ἀργύριον χρυσίου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δεῖ ἄρα, ὡς ἔοικε, τῷ κέρδει τοῦτο προσεῖναι, τὴν ἀξίαν. νῦν γοῦν τὸ μὲν ἀργύριον πλέον ὂν τοῦ χρυσίου οὐ φῂς ἄξιον εἶναι, τὸ δὲ χρυσίον ἔλαττον ὂν ἄξιον φῂς εἶναι.</said></p><p><said who="#Ἑταῖρος"><milestone unit="section" resp="Stephanus" n="231e"/><label>ΕΤ.</label> σφόδρα· ἔχει γὰρ οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ μὲν ἄξιον ἄρα κερδαλέον ἐστίν, ἐάντε σμικρὸν ᾖ ἐάντε μέγα, τὸ δὲ ἀνάξιον ἀκερδές.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὲ ἄξιον λέγεις ἄξιον εἶναι ἄλλο τι ἢ κεκτῆσθαι;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ναί, κεκτῆσθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὲ ἄξιον αὖ λέγεις κεκτῆσθαι τὸ ἀνωφελὲς ἢ τὸ ὠφέλιμον;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> τὸ ὠφέλιμον δήπου.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="232"><p><said who="#Σωκράτης"><milestone n="232" unit="page"/><milestone unit="section" resp="Stephanus" n="232a"/><label>ΣΩ.</label> οὐκοῦν τὸ ὠφέλιμον ἀγαθόν ἐστιν;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν, ὦ ἀνδρειότατε πάντων, οὐ τὸ κερδαλέον ἀγαθὸν αὖ πάλιν τρίτον ἢ τέταρτον ἥκει ἡμῖν ὁμολογούμενον;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μνημονεύεις οὖν ὅθεν ἡμῖν οὗτος ὁ λόγος γέγονεν;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> οἶμαί γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δὲ μή, ἐγώ σε ὑπομνήσω. ἠμφεσβήτησάς μοι τοὺς ἀγαθοὺς μὴ πάντα τὰ κέρδη βούλεσθαι κερδαίνειν, ἀλλὰ τῶν κερδῶν τἀγαθά, τὰ δὲ πονηρὰ μή.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ναίχι.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="232b"/><label>ΣΩ.</label> οὐκοῦν νῦν πάντα τὰ κέρδη ὁ λόγος ἡμᾶς ἠνάγκακε καὶ σμικρὰ καὶ μεγάλα ὁμολογεῖν ἀγαθὰ εἶναι;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ἠνάγκακε γάρ, ὦ Σώκρατες, μᾶλλον ἐμέ γε ἢ πέπεικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἴσως μετὰ τοῦτο καὶ πείσειεν ἄν· νῦν δʼ οὖν, εἴτε πέπεισαι εἴτε ὁπωσδὴ ἔχεις, σύμφῃς γοῦν ἡμῖν πάντα τὰ κέρδη ἀγαθὰ εἶναι, καὶ σμικρὰ καὶ μεγάλα.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ὁμολογῶ γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοὺς δὲ χρηστοὺς ἀνθρώπους βούλεσθαι τἀγαθὰ ὁμολογεῖς ἅπαντα ἅπαντας· ἢ οὔ;</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> ὁμολογῶ.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="232c"/><label>ΣΩ.</label> ἀλλὰ μὲν δὴ τούς γε πονηροὺς αὐτὸς εἶπες ὅτι καὶ σμικρὰ καὶ μεγάλα κέρδη φιλοῦσιν.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> εἶπον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν κατὰ τὸν σὸν λόγον πάντες ἄνθρωποι φιλοκερδεῖς ἂν εἶεν, καὶ οἱ χρηστοὶ καὶ οἱ πονηροί.</said></p><p><said who="#Ἑταῖρος"><label>ΕΤ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα ὀρθῶς ὀνειδίζει, εἴ τίς τῳ ὀνειδίζει φιλοκερδεῖ εἶναι· τυγχάνει γὰρ καὶ ὁ ταῦτα ὀνειδίζων αὐτὸς τοιοῦτος ὤν.</said></p></div></div></body></text></TEI>