ΣΩ. τί γὰρ τὸ φιλοκερδές; τί ποτέ ἐστιν, καὶ τίνες οἱ φιλοκερδεῖς; ΕΤ. ἐμοὶ μὲν δοκοῦσιν οἳ ἂν κερδαίνειν ἀξιῶσιν ἀπὸ τῶν μηδενὸς ἀξίων. ΣΩ. πότερον οὖν σοι δοκοῦσιν γιγνώσκοντες ὅτι οὐδενός ἐστιν ἄξια, ἢ ἀγνοοῦντες; εἰ γὰρ ἀγνοοῦντες, ἀνοήτους λέγεις τοὺς φιλοκερδεῖς. ΕΤ. ἀλλʼ οὐκ ἀνοήτους λέγω, ἀλλὰ πανούργους καὶ πονηροὺς καὶ ἥττους τοῦ κέρδους, γιγνώσκοντας ὅτι οὐδενὸς ἄξιά ἐστιν ἀφʼ ὧν τολμῶσι κερδαίνειν, ὅμως τολμᾶν φιλοκερδεῖν διʼ ἀναισχυντίαν. ΣΩ. ἆρʼ οὖν τοιόνδε λέγεις τὸν φιλοκερδῆ, οἷον ἐὰν φυτεύων γεωργὸς ἀνὴρ καὶ γιγνώσκων ὅτι οὐδενὸς ἄξιον τὸ φυτόν, ἀξιοῖ ἀπὸ τούτου ἐκτραφέντος κερδαίνειν; ἆρα τοιοῦτον αὐτὸν λέγεις; ΕΤ. ἀπὸ παντὸς ὅ γε φιλοκερδής, ὦ Σώκρατες, οἴεται δεῖν κερδαίνειν. ΣΩ. μή μοι οὕτως εἰκῇ, ὥσπερ τι ἠδικημένος ὑπό τινος, ἀλλὰ προσέχων ἐμοὶ τὸν νοῦν ἀπόκριναι, ὥσπερ ἂν εἰ ἐξ ἀρχῆς πάλιν ἠρώτων· οὐχὶ ὁμολογεῖς τὸν φιλοκερδῆ ἐπιστήμονα εἶναι περὶ τῆς ἀξίας τούτου ὅθεν κερδαίνειν ἀξιοῖ; ΕΤ. ἔγωγε. ΣΩ. τίς οὖν ἐπιστήμων περὶ φυτῶν τῆς ἀξίας, ἐν ὁποίᾳ ἄξια φυτευθῆναι καὶ ὥρᾳ καὶ χώρᾳ; ἵνα τι καὶ ἡμεῖς τῶν σοφῶν ῥημάτων ἐμβάλωμεν, ὧν οἱ δεξιοὶ περὶ τὰς δίκας καλλιεποῦνται. ΕΤ. ἐγὼ μὲν οἶμαι γεωργόν. ΣΩ. τὸ οὖν ἀξιοῦν κερδαίνειν ἄλλο τι λέγεις ἢ οἴεσθαι δεῖν κερδαίνειν; ΕΤ. τοῦτο λέγω. ΣΩ. μὴ τοίνυν με ἐπιχείρει ἐξαπατᾶν, ἄνδρα πρεσβύτερον ἤδη οὕτω νέος ὤν, ἀποκρινόμενος ὥσπερ νυνδὴ ἃ οὐδʼ αὐτὸς οἴει, ἀλλʼ ὡς ἀληθῶς εἰπέ· ἆρʼ ἔστιν ὅντινα οἴει γεωργικὸν ἄνδρα γιγνόμενον, καὶ γιγνώσκοντα ὅτι οὐδενὸς ἄξιον φυτεύει τὸ φυτόν, οἴεσθαι ἀπὸ τούτου κερδαίνειν; ΕΤ. μὰ Δίʼ οὐκ ἔγωγε. ΣΩ. τί δέ; ἱππικὸν ἄνδρα γιγνώσκοντα ὅτι οὐδενὸς ἄξια σιτία τῷ ἵππῳ παρέχει, ἀγνοεῖν αὐτὸν οἴει ὅτι τὸν ἵππον διαφθείρει; ΕΤ. οὐκ ἔγωγε. ΣΩ. οὐκ ἄρα οἴεταί γε ἀπὸ τούτων κερδαίνειν τῶν σιτίων τῶν μηδενὸς ἀξίων. ΕΤ. οὐχί. ΣΩ. τί δέ; κυβερνήτην μηδενὸς ἄξια ἱστία καὶ πηδάλια τῇ νηὶ παρεσκευασμένον ἀγνοεῖν οἴει ὅτι ζημιωθήσεται καὶ κινδυνεύσει καὶ αὐτὸς ἀπολέσθαι καὶ τὴν ναῦν ἀπολέσαι καὶ ἃ ἂν ἄγῃ πάντα; ΕΤ. οὐκ ἔγωγε. ΣΩ. οὐκ ἄρα οἴεταί γε κερδαίνειν ἀπὸ τῶν σκευῶν τῶν μηδενὸς ἀξίων. ΕΤ. οὐ γάρ. ΣΩ. ἀλλὰ στρατηγὸς γιγνώσκων ὅτι ἡ στρατιὰ αὐτῷ οὐδενὸς ἄξια ὅπλα ἔχει, οἴεται ἀπὸ τούτων κερδαίνειν καὶ ἀξιοῖ κερδαίνειν; ΕΤ. οὐδαμῶς. ΣΩ. ἀλλʼ αὐλητὴς αὐλοὺς οὐδενὸς ἀξίους ἔχων ἢ κιθαριστὴς λύραν ἢ τοξότης τόξον ἢ ἄλλος ὁστισοῦν συλλήβδην τῶν δημιουργῶν ἢ τῶν ἄλλων τῶν ἐμφρόνων ἀνδρῶν μηδενὸς ἄξια ὄργανα ἢ ἄλλην παρασκευὴν ἡντιναοῦν ἔχων ἀπὸ τούτων οἴεται κερδαίνειν; ΕΤ. οὔκουν φαίνεταί γε. ΣΩ. τίνας οὖν ποτε λέγεις τοὺς φιλοκερδεῖς; οὐ γάρ που τούτους γε οὓς διεληλύθαμεν, ἀλλʼ οἵτινες γιγνώσκοντες τὰ οὐδενὸς ἄξια ἀπὸ τούτων οἴονται δεῖν κερδαίνειν· ἀλλʼ οὕτω μέν, ὦ θαυμάσιε, ὡς σὺ λέγεις, οὐκ ἔστʼ ἀνθρώπων οὐδεὶς φιλοκερδής. ΕΤ. ἀλλʼ ἐγώ, ὦ Σώκρατες, βούλομαι λέγειν τούτους φιλοκερδεῖς εἶναι, οἳ ἑκάστοτε ὑπὸ ἀπληστίας καὶ πάνυ σμικρὰ καὶ ὀλίγου ἄξια καὶ οὐδενὸς γλίχονται ὑπερφυῶς καὶ φιλοκερδοῦσιν. ΣΩ. οὐ δήπου, ὦ βέλτιστε, γιγνώσκοντες ὅτι οὐδενὸς ἄξιά ἐστιν· τοῦτο μὲν γὰρ ἤδη ἡμᾶς αὐτοὺς τῷ λόγῳ ἐξηλέγξαμεν ὅτι ἀδύνατον. ΕΤ. ἔμοιγε δοκεῖ. ΣΩ. οὐκοῦν εἰ μὴ γιγνώσκοντες, δῆλον ὅτι ἀγνοοῦντες, οἰόμενοι δὲ τὰ οὐδενὸς ἄξια πολλοῦ ἄξια εἶναι. ΕΤ. φαίνεται. ΣΩ. ἄλλο τι οὖν οἵ γε φιλοκερδεῖς φιλοῦσι τὸ κέρδος; ΕΤ. ναί. ΣΩ. κέρδος δὲ λέγεις ἐναντίον τῇ ζημίᾳ; ΕΤ. ἔγωγε. ΣΩ. ἔστιν οὖν ὅτῳ ἀγαθόν ἐστι ζημιοῦσθαι; ΕΤ. οὐδενί. ΣΩ. ἀλλὰ κακόν; ΕΤ. ναί. ΣΩ. βλάπτονται ὑπὸ τῆς ζημίας ἄρα ἄνθρωποι. ΕΤ. βλάπτονται. ΣΩ. κακὸν ἄρα ἡ ζημία. ΕΤ. ναί. ΣΩ. ἐναντίον δὲ τῇ ζημίᾳ τὸ κέρδος. ΕΤ. ἐναντίον. ΣΩ. ἀγαθὸν ἄρα τὸ κέρδος. ΕΤ. ναί. ΣΩ. τοὺς οὖν τὸ ἀγαθὸν φιλοῦντας φιλοκερδεῖς καλεῖς. ΕΤ. ἔοικεν. ΣΩ. οὐ μανικούς γε, ὦ ἑταῖρε, λέγεις τοὺς φιλοκερδεῖς. ἀλλὰ σὺ αὐτὸς πότερον φιλεῖς ὃ ἂν ἀγαθὸν ᾖ, ἢ οὐ φιλεῖς; ΕΤ. ἔγωγε. ΣΩ. ἔστι δέ τι ἀγαθόν, ὃ οὐ φιλεῖς, ἀλλὰ κακόν; ΕΤ. μὰ Δίʼ οὐκ ἔγωγε. ΣΩ. ἀλλὰ πάντα τὰ ἀγαθὰ ἴσως φιλεῖς. ΕΤ. ναί. ΣΩ. ἐροῦ δὴ καὶ ἐμὲ εἰ οὐ καὶ ἐγώ· ὁμολογήσω γὰρ καὶ ἐγώ σοι φιλεῖν τἀγαθά. ἀλλὰ πρὸς ἐμοὶ καὶ σοὶ οἱ ἄλλοι ἄνθρωποι ἅπαντες οὐ δοκοῦσί σοι τἀγαθὰ φιλεῖν, τὰ δὲ κακὰ μισεῖν; ΕΤ. ἔμοιγε φαίνεται. ΣΩ. τὸ δὲ κέρδος ἀγαθὸν ὡμολογήσαμεν; ΕΤ. ναί. ΣΩ. πάντες αὖ φιλοκερδεῖς φαίνονται τοῦτον τὸν τρόπον· ὃν δὲ τὸ πρότερον ἐλέγομεν, οὐδεὶς ἦν φιλοκερδής. ποτέρῳ οὖν ἄν τις τῷ λόγῳ χρώμενος οὐκ ἂν ἐξαμαρτάνοι; ΕΤ. εἴ τις, ὦ Σώκρατες οἶμαι ὀρθῶς λαμβάνοι τὸν φιλοκερδῆ. ὀρθῶς δʼ ἐστὶ τοῦτον ἡγεῖσθαι φιλοκερδῆ, ὃς ἂν σπουδάζῃ ἐπὶ τούτοις καὶ ἀξιοῖ κερδαίνειν ἀπʼ αὐτῶν, ἀφʼ ὧν οἱ χρηστοὶ οὐ τολμῶσι κερδαίνειν. ΣΩ. ἀλλʼ ὁρᾷς, ὦ γλυκύτατε, τὸ κερδαίνειν ἄρτι ὡμολογήσαμεν εἶναι ὠφελεῖσθαι. ΕΤ. τί οὖν δὴ τοῦτο; ΣΩ. ὅτι καὶ τόδε αὐτῷ προσωμολογήσαμεν, βούλεσθαι τὰ ἀγαθὰ πάντας καὶ ἀεί. ΕΤ. ναί. ΣΩ. οὐκοῦν καὶ οἱ ἀγαθοὶ πάντα τὰ κέρδη βούλονται ἔχειν, εἴπερ ἀγαθά γέ ἐστιν. ΕΤ. οὐκ ἀφʼ ὧν γε μέλλουσιν, ὦ Σώκρατες, βλαβήσεσθαι τῶν κερδῶν. ΣΩ. βλαβήσεσθαι δὲ λέγεις ζημιώσεσθαι ἢ ἄλλο τι; ΕΤ. οὔκ, ἀλλὰ ζημιώσεσθαι λέγω. ΣΩ. ὑπὸ τοῦ κέρδους οὖν ζημιοῦνται ἢ ὑπὸ τῆς ζημίας ἄνθρωποι; ΕΤ. ὑπὸ ἀμφοτέρων· καὶ γὰρ ὑπὸ τῆς ζημίας ζημιοῦνται καὶ ὑπὸ τοῦ κέρδους τοῦ πονηροῦ. ΣΩ. ἦ δοκεῖ οὖν τί σοι χρηστὸν καὶ ἀγαθὸν πρᾶγμα πονηρὸν εἶναι; ΕΤ. οὐκ ἔμοιγε. ΣΩ. οὐκοῦν ὡμολογήσαμεν ὀλίγον πρότερον τὸ κέρδος τῇ ζημίᾳ κακῷ ὄντι ἐναντίον εἶναι; ΕΤ. φημί. ΣΩ. ἐναντίον δὲ ὂν κακῷ ἀγαθὸν εἶναι; ΕΤ. ὡμολογήσαμεν γάρ. ΣΩ. ὁρᾷς οὖν, ἐπιχειρεῖς με ἐξαπατᾶν, ἐπίτηδες ἐναντία λέγων οἷς ἄρτι ὡμολογήσαμεν. ΕΤ. οὐ μὰ Δία, ὦ Σώκρατες, ἀλλὰ τοὐναντίον σύ με ἐξαπατᾷς καὶ οὐκ οἶδα ὅπῃ ἐν τοῖς λόγοις ἄνω καὶ κάτω στρέφεις. ΣΩ. εὐφήμει· οὐ μεντἂν καλῶς ποιοίην οὐ πειθόμενος ἀνδρὶ ἀγαθῷ καὶ σοφῷ. ΕΤ. τίνι τούτῳ; καὶ τί μάλιστα; ΣΩ. πολίτῃ μὲν ἐμῷ τε καὶ σῷ, Πεισιστράτου δὲ ὑεῖ τοῦ ἐκ Φιλαϊδῶν, Ἱππάρχῳ, ὃς τῶν Πεισιστράτου παίδων ἦν πρεσβύτατος καὶ σοφώτατος, ὃς ἄλλα τε πολλὰ καὶ καλὰ ἔργα σοφίας ἀπεδείξατο, καὶ τὰ Ὁμήρου ἔπη πρῶτος ἐκόμισεν εἰς τὴν γῆν ταυτηνί, καὶ ἠνάγκασε τοὺς ῥαψῳδοὺς Παναθηναίοις ἐξ ὑπολήψεως ἐφεξῆς αὐτὰ διιέναι, ὥσπερ νῦν ἔτι οἵδε ποιοῦσιν, καὶ ἐπʼ Ἀνακρέοντα τὸν Τήιον πεντηκόντορον στείλας ἐκόμισεν εἰς τὴν πόλιν, Σιμωνίδην δὲ τὸν Κεῖον ἀεὶ περὶ αὑτὸν εἶχεν, μεγάλοις μισθοῖς καὶ δώροις πείθων· ταῦτα δʼ ἐποίει βουλόμενος παιδεύειν τοὺς πολίτας, ἵνʼ ὡς βελτίστων ὄντων αὐτῶν ἄρχοι, οὐκ οἰόμενος δεῖν οὐδενὶ σοφίας φθονεῖν, ἅτε ὢν καλός τε κἀγαθός. ἐπειδὴ δὲ αὐτῷ οἱ περὶ τὸ ἄστυ τῶν πολιτῶν πεπαιδευμένοι ἦσαν καὶ ἐθαύμαζον αὐτὸν ἐπὶ σοφίᾳ, ἐπιβουλεύων αὖ τοὺς ἐν τοῖς ἀγροῖς παιδεῦσαι ἔστησεν αὐτοῖς Ἑρμᾶς κατὰ τὰς ὁδοὺς ἐν μέσῳ τοῦ ἄστεος καὶ τῶν δήμων ἑκάστων, κἄπειτα τῆς σοφίας τῆς αὑτοῦ, ἥν τʼ ἔμαθεν καὶ ἣν αὐτὸς ἐξηῦρεν, ἐκλεξάμενος ἃ ἡγεῖτο σοφώτατα εἶναι, ταῦτα αὐτὸς ἐντείνας εἰς ἐλεγεῖον αὑτοῦ ποιήματα καὶ ἐπιδείγματα τῆς σοφίας ἐπέγραψεν, ἵνα πρῶτον μὲν τὰ ἐν Δελφοῖς γράμματα τὰ σοφὰ ταῦτα μὴ θαυμάζοιεν οἱ πολῖται αὐτοῦ, τό τε γνῶθι σαυτόν καὶ τὸ μηδὲν ἄγαν καὶ τἆλλα τὰ τοιαῦτα, ἀλλὰ τὰ Ἱππάρχου ῥήματα μᾶλλον σοφὰ ἡγοῖντο, ἔπειτα παριόντες ἄνω καὶ κάτω καὶ ἀναγιγνώσκοντες καὶ γεῦμα λαμβάνοντες αὐτοῦ τῆς σοφίας φοιτῷεν ἐκ τῶν ἀγρῶν καὶ ἐπὶ τὰ λοιπὰ παιδευθησόμενοι. ΣΩ. ἐστὸν δὲ δύο τὠπιγράμματε· ἐν μὲν τοῖς ἐπʼ ἀριστερὰ τοῦ Ἑρμοῦ ἑκάστου ἐπιγέγραπται λέγων ὁ Ἑρμῆς ὅτι ἐν μέσῳ τοῦ ἄστεος καὶ τοῦ δήμου ἕστηκεν, ἐν δὲ τοῖς ἐπὶ δεξιά— μνῆμα τόδʼ Ἱππάρχου· στεῖχε δίκαια φρονῶν φησίν. ἔστι δὲ τῶν ποιημάτων καὶ ἄλλα ἐν ἄλλοις Ἑρμαῖς πολλὰ καὶ καλὰ ἐπιγεγραμμένα· ἔστι δὲ δὴ καὶ τοῦτο ἐπὶ τῇ Στειριακῇ ὁδῷ, ἐν ᾧ λέγει— μνῆμα τόδʼ Ἱππάρχου· μὴ φίλον ἐξαπάτα. ἐγὼ οὖν σὲ ἐμοὶ ὄντα φίλον οὐ δήπου τολμῴην ἂν ἐξαπατᾶν καὶ ἐκείνῳ τοιούτῳ ὄντι ἀπιστεῖν, οὗ καὶ ἀποθανόντος τρία ἔτη ἐτυραννεύθησαν Ἀθηναῖοι ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Ἱππίου, καὶ πάντων ἂν τῶν παλαιῶν ἤκουσας ὅτι ταῦτα μόνον τὰ ἔτη τυραννὶς ἐγένετο ἐν Ἀθήναις, τὸν δʼ ἄλλον χρόνον ἐγγύς τι ἔζων Ἀθηναῖοι ὥσπερ ἐπὶ Κρόνου βασιλεύοντος. λέγεται δὲ ὑπὸ τῶν χαριεστέρων ἀνθρώπων καὶ ὁ θάνατος αὐτοῦ γενέσθαι οὐ διʼ ἃ οἱ πολλοὶ ᾠήθησαν, διὰ τὴν τῆς ἀδελφῆς ἀτιμίαν τῆς κανηφορίας—ἐπεὶ τοῦτό γε εὔηθες—ἀλλὰ τὸν μὲν Ἁρμόδιον γεγονέναι παιδικὰ τοῦ Ἀριστογείτονος καὶ πεπαιδεῦσθαι ὑπʼ ἐκείνου, μέγα δʼ ἐφρόνει ἄρα καὶ ὁ Ἀριστογείτων ἐπὶ τῷ παιδεῦσαι ἄνθρωπον, καὶ ἀνταγωνιστὴν ἡγεῖτο εἶναι τὸν Ἵππαρχον. ἐν ἐκείνῳ δὲ τῷ χρόνῳ αὐτὸν τὸν Ἁρμόδιον τυγχάνειν ἐρῶντά τινος τῶν νέων τε καὶ καλῶν καὶ γενναίων τῶν τότε—καὶ λέγουσι τοὔνομα αὐτοῦ, ἐγὼ δὲ οὐ μέμνημαι—τὸν οὖν νεανίσκον τοῦτον τέως μὲν θαυμάζειν τόν τε Ἁρμόδιον καὶ τὸν Ἀριστογείτονα ὡς σοφούς, ἔπειτα συγγενόμενον τῷ Ἱππάρχῳ καταφρονῆσαι ἐκείνων, καὶ τοὺς περιαλγήσαντας ταύτῃ τῇ ἀτιμίᾳ οὕτως ἀποκτεῖναι τὸν Ἵππαρχον. ΕΤ. κινδυνεύεις τοίνυν, ὦ Σώκρατες, ἢ οὐ φίλον με ἡγεῖσθαι ἤ, εἰ ἡγῇ φίλον, οὐ πείθεσθαι Ἱππάρχῳ· ἐγὼ γὰρ ὅπως οὐ σὺ ἐμὲ ἐξαπατᾷς—οὐκ οἶδʼ ὅντινα μέντοι τρόπον— ἐν τοῖς λόγοις, οὐ δύναμαι πεισθῆναι. ΣΩ. ἀλλὰ μὴν καὶ ὥσπερ πεττεύων ἐθέλω σοι ἐν τοῖς λόγοις ἀναθέσθαι ὅτι βούλει τῶν εἰρημένων, ἵνα μὴ οἴῃ ἐξαπατᾶσθαι. πότερον γὰρ τοῦτό σοι ἀναθῶμαι, ὡς οὐχὶ τῶν ἀγαθῶν πάντες ἐπιθυμοῦσιν ἄνθρωποι; ΕΤ. μή μοί γε. ΣΩ. ἀλλʼ ὡς τὸ ζημιοῦσθαι καὶ ἡ ζημία οὐ κακόν; ΕΤ. μή μοί γε. ΣΩ. ἀλλʼ ὡς οὐ τῇ ζημίᾳ καὶ τῷ ζημιοῦσθαι τὸ κέρδος καὶ τὸ κερδαίνειν ἐναντίον;