ΣΩ. τί γὰρ τὸ φιλοκερδές; τί ποτέ ἐστιν, καὶ τίνες οἱ φιλοκερδεῖς; ΕΤ. ἐμοὶ μὲν δοκοῦσιν οἳ ἂν κερδαίνειν ἀξιῶσιν ἀπὸ τῶν μηδενὸς ἀξίων. ΣΩ. πότερον οὖν σοι δοκοῦσιν γιγνώσκοντες ὅτι οὐδενός ἐστιν ἄξια, ἢ ἀγνοοῦντες; εἰ γὰρ ἀγνοοῦντες, ἀνοήτους λέγεις τοὺς φιλοκερδεῖς. ΕΤ. ἀλλʼ οὐκ ἀνοήτους λέγω, ἀλλὰ πανούργους καὶ πονηροὺς καὶ ἥττους τοῦ κέρδους, γιγνώσκοντας ὅτι οὐδενὸς ἄξιά ἐστιν ἀφʼ ὧν τολμῶσι κερδαίνειν, ὅμως τολμᾶν φιλοκερδεῖν διʼ ἀναισχυντίαν. ΣΩ. ἆρʼ οὖν τοιόνδε λέγεις τὸν φιλοκερδῆ, οἷον ἐὰν φυτεύων γεωργὸς ἀνὴρ καὶ γιγνώσκων ὅτι οὐδενὸς ἄξιον τὸ φυτόν, ἀξιοῖ ἀπὸ τούτου ἐκτραφέντος κερδαίνειν; ἆρα τοιοῦτον αὐτὸν λέγεις; ΕΤ. ἀπὸ παντὸς ὅ γε φιλοκερδής, ὦ Σώκρατες, οἴεται δεῖν κερδαίνειν. ΣΩ. μή μοι οὕτως εἰκῇ, ὥσπερ τι ἠδικημένος ὑπό τινος, ἀλλὰ προσέχων ἐμοὶ τὸν νοῦν ἀπόκριναι, ὥσπερ ἂν εἰ ἐξ ἀρχῆς πάλιν ἠρώτων· οὐχὶ ὁμολογεῖς τὸν φιλοκερδῆ ἐπιστήμονα εἶναι περὶ τῆς ἀξίας τούτου ὅθεν κερδαίνειν ἀξιοῖ; ΕΤ. ἔγωγε. ΣΩ. τίς οὖν ἐπιστήμων περὶ φυτῶν τῆς ἀξίας, ἐν ὁποίᾳ ἄξια φυτευθῆναι καὶ ὥρᾳ καὶ χώρᾳ; ἵνα τι καὶ ἡμεῖς τῶν σοφῶν ῥημάτων ἐμβάλωμεν, ὧν οἱ δεξιοὶ περὶ τὰς δίκας καλλιεποῦνται. ΕΤ. ἐγὼ μὲν οἶμαι γεωργόν. ΣΩ. τὸ οὖν ἀξιοῦν κερδαίνειν ἄλλο τι λέγεις ἢ οἴεσθαι δεῖν κερδαίνειν; ΕΤ. τοῦτο λέγω. ΣΩ. μὴ τοίνυν με ἐπιχείρει ἐξαπατᾶν, ἄνδρα πρεσβύτερον ἤδη οὕτω νέος ὤν, ἀποκρινόμενος ὥσπερ νυνδὴ ἃ οὐδʼ αὐτὸς οἴει, ἀλλʼ ὡς ἀληθῶς εἰπέ· ἆρʼ ἔστιν ὅντινα οἴει γεωργικὸν ἄνδρα γιγνόμενον, καὶ γιγνώσκοντα ὅτι οὐδενὸς ἄξιον φυτεύει τὸ φυτόν, οἴεσθαι ἀπὸ τούτου κερδαίνειν; ΕΤ. μὰ Δίʼ οὐκ ἔγωγε. ΣΩ. τί δέ; ἱππικὸν ἄνδρα γιγνώσκοντα ὅτι οὐδενὸς ἄξια σιτία τῷ ἵππῳ παρέχει, ἀγνοεῖν αὐτὸν οἴει ὅτι τὸν ἵππον διαφθείρει; ΕΤ. οὐκ ἔγωγε. ΣΩ. οὐκ ἄρα οἴεταί γε ἀπὸ τούτων κερδαίνειν τῶν σιτίων τῶν μηδενὸς ἀξίων. ΕΤ. οὐχί. ΣΩ. τί δέ; κυβερνήτην μηδενὸς ἄξια ἱστία καὶ πηδάλια τῇ νηὶ παρεσκευασμένον ἀγνοεῖν οἴει ὅτι ζημιωθήσεται καὶ κινδυνεύσει καὶ αὐτὸς ἀπολέσθαι καὶ τὴν ναῦν ἀπολέσαι καὶ ἃ ἂν ἄγῃ πάντα; ΕΤ. οὐκ ἔγωγε. ΣΩ. οὐκ ἄρα οἴεταί γε κερδαίνειν ἀπὸ τῶν σκευῶν τῶν μηδενὸς ἀξίων. ΕΤ. οὐ γάρ. ΣΩ. ἀλλὰ στρατηγὸς γιγνώσκων ὅτι ἡ στρατιὰ αὐτῷ οὐδενὸς ἄξια ὅπλα ἔχει, οἴεται ἀπὸ τούτων κερδαίνειν καὶ ἀξιοῖ κερδαίνειν; ΕΤ. οὐδαμῶς. ΣΩ. ἀλλʼ αὐλητὴς αὐλοὺς οὐδενὸς ἀξίους ἔχων ἢ κιθαριστὴς λύραν ἢ τοξότης τόξον ἢ ἄλλος ὁστισοῦν συλλήβδην τῶν δημιουργῶν ἢ τῶν ἄλλων τῶν ἐμφρόνων ἀνδρῶν μηδενὸς ἄξια ὄργανα ἢ ἄλλην παρασκευὴν ἡντιναοῦν ἔχων ἀπὸ τούτων οἴεται κερδαίνειν; ΕΤ. οὔκουν φαίνεταί γε. ΣΩ. τίνας οὖν ποτε λέγεις τοὺς φιλοκερδεῖς; οὐ γάρ που τούτους γε οὓς διεληλύθαμεν, ἀλλʼ οἵτινες γιγνώσκοντες τὰ οὐδενὸς ἄξια ἀπὸ τούτων οἴονται δεῖν κερδαίνειν· ἀλλʼ οὕτω μέν, ὦ θαυμάσιε, ὡς σὺ λέγεις, οὐκ ἔστʼ ἀνθρώπων οὐδεὶς φιλοκερδής. ΕΤ. ἀλλʼ ἐγώ, ὦ Σώκρατες, βούλομαι λέγειν τούτους φιλοκερδεῖς εἶναι, οἳ ἑκάστοτε ὑπὸ ἀπληστίας καὶ πάνυ σμικρὰ καὶ ὀλίγου ἄξια καὶ οὐδενὸς γλίχονται ὑπερφυῶς καὶ φιλοκερδοῦσιν. ΣΩ. οὐ δήπου, ὦ βέλτιστε, γιγνώσκοντες ὅτι οὐδενὸς ἄξιά ἐστιν· τοῦτο μὲν γὰρ ἤδη ἡμᾶς αὐτοὺς τῷ λόγῳ ἐξηλέγξαμεν ὅτι ἀδύνατον. ΕΤ. ἔμοιγε δοκεῖ. ΣΩ. οὐκοῦν εἰ μὴ γιγνώσκοντες, δῆλον ὅτι ἀγνοοῦντες, οἰόμενοι δὲ τὰ οὐδενὸς ἄξια πολλοῦ ἄξια εἶναι. ΕΤ. φαίνεται. ΣΩ. ἄλλο τι οὖν οἵ γε φιλοκερδεῖς φιλοῦσι τὸ κέρδος; ΕΤ. ναί. ΣΩ. κέρδος δὲ λέγεις ἐναντίον τῇ ζημίᾳ;