ΣΩ. ἔτι τοίνυν καὶ τόδε ἐπισκεψώμεθα· εἴ σοι αὐτίκα μάλα παρεσταίη, οἰηθέντι βέλτιον εἶναι, Περικλέα τὸν σεαυτοῦ ἐπίτροπόν τε καὶ φίλον, ἐγχειρίδιον λαβόντα, ἐλθόντα ἐπὶ τὰς θύρας, εἰπεῖν εἰ ἔνδον ἐστί, βουλόμενον ἀποκτεῖναι αὐτὸν ἐκεῖνον, ἄλλον δὲ μηδένα· οἱ δὲ φαῖεν ἔνδον εἶναι—καὶ οὐ λέγω ἐθέλειν ἄν σε τούτων τι πράττειν· ἀλλʼ εἰ, οἶμαι, δόξει σοι, ὅπερ οὐθὲν κωλύει δήπου τῷ γε ἀγνοοῦντι τὸ βέλτιστον παραστῆναί ποτε δόξαν, ὥστε οἰηθῆναι καὶ τὸ κάκιστόν ποτε βέλτιστον εἶναι· ἢ οὐκ ἂν δοκεῖ σοι; ΑΛ. πάνυ μὲν οὖν. ΣΩ. εἰ οὖν παρελθὼν εἴσω καὶ ἰδὼν αὐτὸν ἐκεῖνον ἀγνοήσαις τε καὶ οἰηθείης ἂν ἄλλον εἶναί τινα, ἆρʼ ἔτι ἂν αὐτὸν τολμήσαις ἀποκτεῖναι; ΑΛ. οὐ μὰ τὸν Δία, οὐκ ἄν μοι δοκῶ. ΣΩ. οὐ γὰρ δήπου τὸν ἐντυχόντα, ἀλλʼ αὐτὸν ἐκεῖνον ὃν ἠβούλου. ἦ γάρ; ΑΛ. ναί. ΣΩ. οὐκοῦν καὶ εἰ πολλάκις ἐγχειροῖς, αἰεὶ δὲ ἀγνοοῖς τὸν Περικλέα, ὁπότε μέλλοις τοῦτο πράττειν, οὔποτε ἂν ἐπίθοιο αὐτῷ. ΑΛ. οὐ δῆτα. ΣΩ. τί δέ; τὸν Ὀρέστην δοκεῖς ἄν ποτε τῇ μητρὶ ἐπιθέσθαι, εἴ γε ὡσαύτως ἠγνόησεν; ΑΛ. οὐκ οἶμαι ἔγωγε. ΣΩ. οὐ γὰρ δήπου οὐδʼ ἐκεῖνος τὴν προστυχοῦσαν γυναῖκα οὐδὲ τὴν ὁτουοῦν μητέρα διενοεῖτο ἀποκτεῖναι, ἀλλὰ τὴν αὐτὸς αὑτοῦ. ΑΛ. ἔστι ταῦτα. ΣΩ. ἀγνοεῖν ἄρα τά γε τοιαῦτα βέλτιον τοῖς οὕτω διακειμένοις καὶ τοιαύτας δόξας ἔχουσιν. ΑΛ. φαίνεται. ΣΩ. ὁρᾷς οὖν ὅτι ἡ ἔστιν ὧν τε ἄγνοια καὶ ἔστιν οἷς καὶ ἔχουσί πως ἀγαθόν, ἀλλʼ οὐ κακόν, ὥσπερ ἄρτι σοι ἐδόκει; ΑΛ. ἔοικεν. ΣΩ. ἔτι τοίνυν εἰ βούλει τὸ μετὰ τοῦτο ἐπισκοπεῖν, ἄτοπον ἂν ἴσως ἄν σοι δόξειεν εἶναι. ΑΛ. τί μάλιστα, ὦ Σώκρατες; ΣΩ. ὅτι, ὡς ἔπος εἰπεῖν, κινδυνεύει τό γε τῶν ἄλλων ἐπιστημῶν κτῆμα, ἐάν τις ἄνευ τοῦ βελτίστου κεκτημένος ᾖ, ὀλιγάκις μὲν ὠφελεῖν, βλάπτειν δὲ τὰ πλείω τὸν ἔχοντα αὐτό. σκόπει δὲ ὧδε. ἆρʼ οὐκ ἀναγκαῖόν σοι δοκεῖ εἶναι, ὅταν τι μέλλωμεν ἤτοι πράττειν ἢ λέγειν, οἰηθῆναι δεῖν πρῶτον ἡμᾶς εἰδέναι ἢ τῷ ὄντι εἰδέναι τοῦθʼ ὃ ἂν προχειροτέρως μέλλωμεν ἢ λέγειν ἢ πράττειν; ΑΛ. ἔμοιγε δοκεῖ. ΣΩ. οὐκοῦν οἱ ῥήτορες αὐτίκα ἤτοι εἰδότες συμβουλεύειν ἢ οἰηθέντες εἰδέναι συμβουλεύουσιν ἡμῖν ἑκάστοτε, οἱ μὲν περὶ πολέμου τε καὶ εἰρήνης, οἱ δὲ περὶ τειχῶν οἰκοδομίας ἢ καὶ λιμένων κατασκευῆς· ἑνὶ δὲ λόγῳ, ὅσα δή ποτε ἡ πόλις πράττει πρὸς ἄλλην πόλιν ἢ αὐτὴ καθʼ αὑτήν, ἀπὸ τῆς τῶν ῥητόρων συμβουλῆς πάντα γίγνεται. ΑΛ. ἀληθῆ λέγεις. ΣΩ. ὅρα τοίνυν καὶ τὰ ἐπὶ τούτοις. ΑΛ. ἂν δυνηθῶ. ΣΩ. καλεῖς γὰρ δήπου φρονίμους τε καὶ ἄφρονας; ΑΛ. ἔγωγε. ΣΩ. οὐκοῦν τοὺς μὲν πολλοὺς ἄφρονας, τοὺς δʼ ὀλίγους φρονίμους; ΑΛ. οὕτως. ΣΩ. οὐκοῦν πρός τι ἀποβλέπων ἀμφοτέρους; ΑΛ. ναί. ΣΩ. ἆρʼ οὖν τὸν τοιοῦτον συμβουλεύειν εἰδότα, χωρὶς τοῦ πότερον βέλτιον καὶ ὅτε βέλτιον, φρόνιμον καλεῖς; ΑΛ. οὐ δῆτα. ΣΩ. οὐδέ γε οἶμαι ὅστις τὸ πολεμεῖν αὐτὸ οἶδε χωρὶς τοῦ ὁπότε βέλτιον καὶ τοσοῦτον χρόνον ὅσον βέλτιον. ἦ γάρ; ΑΛ. ναί. ΣΩ. οὐκοῦν οὐδὲ εἴ τίς τινα ἀποκτεινύναι οἶδεν οὐδὲ χρήματα ἀφαιρεῖσθαι καὶ φυγάδα ποιεῖν τῆς πατρίδος, χωρὶς τοῦ ὁπότε βέλτιον καὶ ὅντινα βέλτιον; ΑΛ. οὐ μέντοι. ΣΩ. ὅστις ἄρα τι τῶν τοιούτων οἶδεν, ἐὰν μὲν παρέπηται αὐτῷ ἡ τοῦ βελτίστου ἐπιστήμη—αὕτη δʼ ἦν ἡ αὐτὴ δήπου ἥπερ καὶ ἡ τοῦ ὠφελίμου· ἦ γάρ; — ΑΛ. ναί. ΣΩ. φρόνιμον δέ γε αὐτὸν φήσομεν καὶ ἀποχρῶντα σύμβουλον καὶ τῇ πόλει καὶ αὐτὸν αὑτῷ· τὸν δὲ μὴ τοιοῦτον τἀναντία τούτων. ἢ πῶς δοκεῖ; ΑΛ. ἐμοὶ μὲν οὕτως. ΣΩ. τί δʼ εἴ τις ἱππεύειν ἢ τοξεύειν οἶδεν, ἢ αὖ πυκτεύειν ἢ παλαίειν ἤ τι τῆς ἄλλης ἀγωνίας ἢ καὶ ἄλλο τι τῶν τοιούτων ὅσα τέχνῃ οἴδαμεν, τί καλεῖς ὃς ἂν εἰδῇ τὸ κατὰ ταύτην τὴν τέχνην βέλτιον γιγνόμενον; ἆρʼ οὐ τὸν κατὰ τὴν ἱππικὴν ἱππικόν; ΑΛ. ἔγωγε. ΣΩ. τὸν δέ γε οἶμαι κατὰ τὴν πυκτικὴν πυκτικόν, τὸν δὲ κατʼ αὐλητικὴν αὐλητικόν, καὶ τἆλλα δήπου ἀνὰ λόγον τούτοις· ἢ ἄλλως πως; ΑΛ. οὔκ, ἀλλʼ οὕτως. ΣΩ. δοκεῖ οὖν σοι ἀναγκαῖον εἶναι τὸν περὶ τούτων τι ἐπιστήμονα ὄντα ἄρα καὶ ἄνδρα φρόνιμον εἶναι, ἢ πολλοῦ φήσομεν ἐνδεῖν; ΑΛ. πολλοῦ μέντοι νὴ Δία. ΣΩ. ποίαν οὖν οἴει πολιτείαν εἶναι τοξοτῶν τε ἀγαθῶν καὶ αὐλητῶν, ἔτι δὲ καὶ ἀθλητῶν τε καὶ τῶν ἄλλων τεχνιτῶν, ἀναμεμειγμένων δʼ ἐν τούτοις οὓς ἄρτι εἰρήκαμεν τῶν τε αὐτὸ τὸ πολεμεῖν εἰδότων καὶ αὐτὸ τὸ ἀποκτεινύναι, πρὸς δὲ καὶ ἀνδρῶν ῥητορικῶν πολιτικὸν φύσημα φυσώντων, ἁπάντων δὲ τούτων ὄντων ἄνευ τῆς τοῦ βελτίστου ἐπιστήμης καὶ τοῦ εἰδότος, ὁπότε βέλτιον ἑνὶ ἑκάστῳ τούτων χρῆσθαι καὶ πρὸς τίνα; ΑΛ. φαύλην τινὰ ἔγωγε, ὦ Σώκρατες. ΣΩ. φαίης γε ἂν οἶμαι ὁπόταν ὁρῴης ἕνα ἕκαστον αὐτῶν φιλοτιμούμενόν τε καὶ νέμοντα τὸ πλεῖστον τῆς πολιτείας . . . τούτῳ μέρος, ἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν· Eur. Antiope λέγω δὲ τὸ κατʼ αὐτὴν τὴν τέχνην βέλτιστον γιγνόμενον· τοῦ δὲ τῇ πόλει τε καὶ αὐτὸν αὑτῷ βελτίστου ὄντος τὰ πολλὰ διημαρτηκότα, ἅτε οἶμαι ἄνευ νοῦ δόξῃ πεπιστευκότα. οὕτως δὲ τούτων ἐχόντων, ἆρα οὐκ ἂν ὀρθῶς λέγοιμεν φάντες πολλῆς ταραχῆς τε καὶ ἀνομίας μεστὴν εἶναι τὴν τοιαύτην πολιτείαν; ΑΛ. ὀρθῶς μέντοι νὴ Δία. ΣΩ. οὐκοῦν ἀναγκαῖον ἡμῖν ἐδόκει οἰηθῆναι δεῖν πρῶτον ἡμᾶς εἰδέναι ἢ τῷ ὄντι εἰδέναι τοῦτο ὃ ἂν προχείρως μέλλωμεν ἢ πράττειν ἢ λέγειν; ΑΛ. ἐδόκει. ΣΩ. οὐκοῦν κἂν μὲν πράττῃ ἅ τις οἶδεν ἢ δοκεῖ εἰδέναι, παρέπηται δὲ τὸ ὠφελίμως, καὶ λυσιτελούντως ἡμᾶς ἕξειν καὶ τῇ πόλει καὶ αὐτὸν αὑτῷ; ΑΛ. πῶς γὰρ οὔ; ΣΩ. ἐὰν δέ γʼ οἶμαι τἀναντία τούτων, οὔτε τῇ πόλει οὔτʼ αὐτὸν αὑτῷ; ΑΛ. οὐ δῆτα. ΣΩ. τί δέ; καὶ νῦν ἔτι ὡσαύτως σοι δοκεῖ ἢ ἄλλως πως; ΑΛ. οὔκ, ἀλλʼ οὕτως. ΣΩ. ἆρʼ οὖν ἔφησθα καλεῖν τοὺς μὲν πολλοὺς ἄφρονας, τοὺς δʼ ὀλίγους φρονίμους; ΑΛ. ἔγωγε. ΣΩ. οὐκοῦν φαμεν πάλιν τοὺς πολλοὺς διημαρτηκέναι τοῦ βελτίστου, ὡς τὰ πολλά γε οἶμαι ἄνευ νοῦ δόξῃ πεπιστευκότας. ΑΛ. φαμὲν γάρ. ΣΩ. Λυσιτελεῖ ἄρα τοῖς πολλοῖς μήτʼ εἰδέναι μηδὲν μήτʼ οἴεσθαι εἰδέναι, εἴπερ γε μᾶλλον προθυμήσονται πράττειν μὲν ταῦτα ἅττʼ ἂν εἰδῶσιν ἢ οἰηθῶσιν εἰδέναι, πράττοντες δὲ βλάπτεσθαι τὰ πλείω μᾶλλον ἢ ὠφελεῖσθαι. ΑΛ. ἀληθέστατα λέγεις. ΣΩ. ὁρᾷς οὖν, ὅτε γʼ ἔφην κινδυνεύειν τό γε τῶν ἄλλων ἐπιστημῶν κτῆμα, ἐάν τις ἄνευ τῆς τοῦ βελτίστου ἐπιστήμης κεκτημένος ᾖ, ὀλιγάκις μὲν ὠφελεῖν, βλάπτειν δὲ τὰ πλείω τὸν ἔχοντα αὐτό, ἆρʼ οὐχὶ τῷ ὄντι ὀρθῶς ἐφαινόμην λέγων; ΑΛ. καὶ εἰ μὴ τότε, ἀλλὰ νῦν μοι δοκεῖ, ὦ Σώκρατες. ΣΩ. δεῖ ἄρα καὶ πόλιν καὶ ψυχὴν τὴν μέλλουσαν ὀρθῶς βιώσεσθαι ταύτης τῆς ἐπιστήμης ἀντέχεσθαι, ἀτεχνῶς ὥσπερ ἀσθενοῦντα ἰατροῦ ἤ τινος κυβερνήτου τὸν ἀσφαλῶς μέλλοντα πλεῖν. ἄνευ γὰρ ταύτης, ὅσῳπερ ἂν λαμπρότερον ἐπουρίσῃ τὸ τῆς τύχης ἢ περὶ χρημάτων κτῆσιν ἢ σώματος ῥώμην ἢ καὶ ἄλλο τι τῶν τοιούτων, τοσούτῳ μείζω ἁμαρτήματα ἀπʼ αὐτῶν ἀναγκαῖόν ἐστιν, ὡς ἔοικε, γίγνεσθαι. ὁ δὲ δὴ τὴν καλουμένην πολυμαθίαν τε καὶ πολυτεχνίαν κεκτημένος, ὀρφανὸς δὲ ὢν ταύτης τῆς ἐπιστήμης, ἀγόμενος δὲ ὑπὸ μιᾶς ἑκάστης τῶν ἄλλων, ἆρʼ οὐχὶ τῷ ὄντι δικαίως πολλῷ χειμῶνι χρήσεται, ἅτε οἶμαι ἄνευ κυβερνήτου διατελῶν ἐν πελάγει, χρόνον οὐ μακρὸν βίου θέων; ὥστε συμβαίνειν μοι δοκεῖ καὶ ἐνταῦθα τὸ τοῦ ποιητοῦ, ὃ λέγει κατηγορῶν πού τινος, ὡς ἄρα πολλὰ Margites μὲν ἠπίστατο ἔργα, κακῶς δέ , φησίν, ἠπίστατο πάντα . ΑΛ. καὶ τί δή ποτε συμβαίνει τὸ τοῦ ποιητοῦ, ὦ Σώκρατες; ἐμοὶ μὲν γὰρ οὐδʼ ὁτιοῦν δοκεῖ πρὸς λόγον εἰρηκέναι. ΣΩ. καὶ μάλα γε πρὸς λόγον· ἀλλʼ αἰνίττεται, ὦ βέλτιστε, καὶ οὗτος καὶ ἇλλοι δὲ ποιηταὶ σχεδόν τι πάντες. ἔστιν τε γὰρ φύσει ποιητικὴ ἡ σύμπασα αἰνιγματώδης καὶ οὐ τοῦ προστυχόντος ἀνδρὸς γνωρίσαι· ἔτι τε πρὸς τῷ φύσει τοιαύτη εἶναι, ὅταν λάβηται ἀνδρὸς φθονεροῦ τε καὶ μὴ βουλομένου ἡμῖν ἐνδείκνυσθαι ἀλλʼ ἀποκρύπτεσθαι ὅτι μάλιστα τὴν αὑτοῦ σοφίαν, ὑπερφυῶς δὴ τὸ χρῆμα ὡς δύσγνωστον φαίνεται, ὅτι ποτὲ νοοῦσιν ἕκαστος αὐτῶν. οὐ γὰρ δήπου Ὅμηρόν γε τὸν θειότατόν τε καὶ σοφώτατον ποιητὴν ἀγνοεῖν δοκεῖς ὡς οὐχ οἷόν τε ἦν ἐπίστασθαι κακῶς—ἐκεῖνος γάρ ἐστιν ὁ λέγων τὸν Μαργίτην πολλὰ μὲν ἐπίστασθαι, κακῶς δέ, φησί, πάντα ἠπίστατο—ἀλλʼ αἰνίττεται οἶμαι παράγων τὸ κακῶς μὲν ἀντὶ τοῦ κακοῦ, τὸ δὲ ἠπίστατο ἀντὶ τοῦ ἐπίστασθαι· γίγνεται οὖν συντεθὲν ἔξω μὲν τοῦ μέτρου, ἔστι δʼ ὅ γε βούλεται, ὡς πολλὰ μὲν ἠπίστατο ἔργα, κακὸν δʼ ἦν ἐπίστασθαι αὐτῷ πάντα ταῦτα. δῆλον οὖν ὅτι εἴπερ ἦν αὐτῷ κακὸν τὸ πολλὰ εἰδέναι, φαῦλός τις ὢν ἐτύγχανεν, εἴπερ γε πιστεύειν δεῖ τοῖς προειρημένοις λόγοις. ΑΛ. ἀλλʼ ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες· ἦ χαλεπῶς γʼ ἂν ἄλλοις τισὶ πιστεύσαιμι λόγοις, εἴπερ μηδὲ τούτοις. ΣΩ. καὶ ὀρθῶς γέ σοι δοκεῖ. ΑΛ. πάλιν αὖ μοι δοκεῖ.