ΣΩ. ἔτι τοίνυν καὶ τόδε ἐπισκεψώμεθα· εἴ σοι αὐτίκα μάλα παρεσταίη, οἰηθέντι βέλτιον εἶναι, Περικλέα τὸν σεαυτοῦ ἐπίτροπόν τε καὶ φίλον, ἐγχειρίδιον λαβόντα, ἐλθόντα ἐπὶ τὰς θύρας, εἰπεῖν εἰ ἔνδον ἐστί, βουλόμενον ἀποκτεῖναι αὐτὸν ἐκεῖνον, ἄλλον δὲ μηδένα· οἱ δὲ φαῖεν ἔνδον εἶναι—καὶ οὐ λέγω ἐθέλειν ἄν σε τούτων τι πράττειν· ἀλλʼ εἰ, οἶμαι, δόξει σοι, ὅπερ οὐθὲν κωλύει δήπου τῷ γε ἀγνοοῦντι τὸ βέλτιστον παραστῆναί ποτε δόξαν, ὥστε οἰηθῆναι καὶ τὸ κάκιστόν ποτε βέλτιστον εἶναι· ἢ οὐκ ἂν δοκεῖ σοι; ΑΛ. πάνυ μὲν οὖν. ΣΩ. εἰ οὖν παρελθὼν εἴσω καὶ ἰδὼν αὐτὸν ἐκεῖνον ἀγνοήσαις τε καὶ οἰηθείης ἂν ἄλλον εἶναί τινα, ἆρʼ ἔτι ἂν αὐτὸν τολμήσαις ἀποκτεῖναι; ΑΛ. οὐ μὰ τὸν Δία, οὐκ ἄν μοι δοκῶ. ΣΩ. οὐ γὰρ δήπου τὸν ἐντυχόντα, ἀλλʼ αὐτὸν ἐκεῖνον ὃν ἠβούλου. ἦ γάρ; ΑΛ. ναί. ΣΩ. οὐκοῦν καὶ εἰ πολλάκις ἐγχειροῖς, αἰεὶ δὲ ἀγνοοῖς τὸν Περικλέα, ὁπότε μέλλοις τοῦτο πράττειν, οὔποτε ἂν ἐπίθοιο αὐτῷ. ΑΛ. οὐ δῆτα. ΣΩ. τί δέ; τὸν Ὀρέστην δοκεῖς ἄν ποτε τῇ μητρὶ ἐπιθέσθαι, εἴ γε ὡσαύτως ἠγνόησεν; ΑΛ. οὐκ οἶμαι ἔγωγε. ΣΩ. οὐ γὰρ δήπου οὐδʼ ἐκεῖνος τὴν προστυχοῦσαν γυναῖκα οὐδὲ τὴν ὁτουοῦν μητέρα διενοεῖτο ἀποκτεῖναι, ἀλλὰ τὴν αὐτὸς αὑτοῦ. ΑΛ. ἔστι ταῦτα. ΣΩ. ἀγνοεῖν ἄρα τά γε τοιαῦτα βέλτιον τοῖς οὕτω διακειμένοις καὶ τοιαύτας δόξας ἔχουσιν. ΑΛ. φαίνεται. ΣΩ. ὁρᾷς οὖν ὅτι ἡ ἔστιν ὧν τε ἄγνοια καὶ ἔστιν οἷς καὶ ἔχουσί πως ἀγαθόν, ἀλλʼ οὐ κακόν, ὥσπερ ἄρτι σοι ἐδόκει; ΑΛ. ἔοικεν. ΣΩ. ἔτι τοίνυν εἰ βούλει τὸ μετὰ τοῦτο ἐπισκοπεῖν, ἄτοπον ἂν ἴσως ἄν σοι δόξειεν εἶναι. ΑΛ. τί μάλιστα, ὦ Σώκρατες; ΣΩ. ὅτι, ὡς ἔπος εἰπεῖν, κινδυνεύει τό γε τῶν ἄλλων ἐπιστημῶν κτῆμα, ἐάν τις ἄνευ τοῦ βελτίστου κεκτημένος ᾖ, ὀλιγάκις μὲν ὠφελεῖν, βλάπτειν δὲ τὰ πλείω τὸν ἔχοντα αὐτό. σκόπει δὲ ὧδε. ἆρʼ οὐκ ἀναγκαῖόν σοι δοκεῖ εἶναι, ὅταν τι μέλλωμεν ἤτοι πράττειν ἢ λέγειν, οἰηθῆναι δεῖν πρῶτον ἡμᾶς εἰδέναι ἢ τῷ ὄντι εἰδέναι τοῦθʼ ὃ ἂν προχειροτέρως μέλλωμεν ἢ λέγειν ἢ πράττειν; ΑΛ. ἔμοιγε δοκεῖ. ΣΩ. οὐκοῦν οἱ ῥήτορες αὐτίκα ἤτοι εἰδότες συμβουλεύειν ἢ οἰηθέντες εἰδέναι συμβουλεύουσιν ἡμῖν ἑκάστοτε, οἱ μὲν περὶ πολέμου τε καὶ εἰρήνης, οἱ δὲ περὶ τειχῶν οἰκοδομίας ἢ καὶ λιμένων κατασκευῆς· ἑνὶ δὲ λόγῳ, ὅσα δή ποτε ἡ πόλις πράττει πρὸς ἄλλην πόλιν ἢ αὐτὴ καθʼ αὑτήν, ἀπὸ τῆς τῶν ῥητόρων συμβουλῆς πάντα γίγνεται. ΑΛ. ἀληθῆ λέγεις. ΣΩ. ὅρα τοίνυν καὶ τὰ ἐπὶ τούτοις. ΑΛ. ἂν δυνηθῶ. ΣΩ. καλεῖς γὰρ δήπου φρονίμους τε καὶ ἄφρονας; ΑΛ. ἔγωγε. ΣΩ. οὐκοῦν τοὺς μὲν πολλοὺς ἄφρονας, τοὺς δʼ ὀλίγους φρονίμους; ΑΛ. οὕτως. ΣΩ. οὐκοῦν πρός τι ἀποβλέπων ἀμφοτέρους; ΑΛ. ναί. ΣΩ. ἆρʼ οὖν τὸν τοιοῦτον συμβουλεύειν εἰδότα, χωρὶς τοῦ πότερον βέλτιον καὶ ὅτε βέλτιον, φρόνιμον καλεῖς; ΑΛ. οὐ δῆτα. ΣΩ. οὐδέ γε οἶμαι ὅστις τὸ πολεμεῖν αὐτὸ οἶδε χωρὶς τοῦ ὁπότε βέλτιον καὶ τοσοῦτον χρόνον ὅσον βέλτιον. ἦ γάρ; ΑΛ. ναί. ΣΩ. οὐκοῦν οὐδὲ εἴ τίς τινα ἀποκτεινύναι οἶδεν οὐδὲ χρήματα ἀφαιρεῖσθαι καὶ φυγάδα ποιεῖν τῆς πατρίδος, χωρὶς τοῦ ὁπότε βέλτιον καὶ ὅντινα βέλτιον; ΑΛ. οὐ μέντοι. ΣΩ. ὅστις ἄρα τι τῶν τοιούτων οἶδεν, ἐὰν μὲν παρέπηται αὐτῷ ἡ τοῦ βελτίστου ἐπιστήμη—αὕτη δʼ ἦν ἡ αὐτὴ δήπου ἥπερ καὶ ἡ τοῦ ὠφελίμου· ἦ γάρ; — ΑΛ. ναί. ΣΩ. φρόνιμον δέ γε αὐτὸν φήσομεν καὶ ἀποχρῶντα σύμβουλον καὶ τῇ πόλει καὶ αὐτὸν αὑτῷ· τὸν δὲ μὴ τοιοῦτον τἀναντία τούτων. ἢ πῶς δοκεῖ; ΑΛ. ἐμοὶ μὲν οὕτως. ΣΩ. τί δʼ εἴ τις ἱππεύειν ἢ τοξεύειν οἶδεν, ἢ αὖ πυκτεύειν ἢ παλαίειν ἤ τι τῆς ἄλλης ἀγωνίας ἢ καὶ ἄλλο τι τῶν τοιούτων ὅσα τέχνῃ οἴδαμεν, τί καλεῖς ὃς ἂν εἰδῇ τὸ κατὰ ταύτην τὴν τέχνην βέλτιον γιγνόμενον; ἆρʼ οὐ τὸν κατὰ τὴν ἱππικὴν ἱππικόν; ΑΛ. ἔγωγε. ΣΩ. τὸν δέ γε οἶμαι κατὰ τὴν πυκτικὴν πυκτικόν, τὸν δὲ κατʼ αὐλητικὴν αὐλητικόν, καὶ τἆλλα δήπου ἀνὰ λόγον τούτοις· ἢ ἄλλως πως; ΑΛ. οὔκ, ἀλλʼ οὕτως. ΣΩ. δοκεῖ οὖν σοι ἀναγκαῖον εἶναι τὸν περὶ τούτων τι ἐπιστήμονα ὄντα ἄρα καὶ ἄνδρα φρόνιμον εἶναι, ἢ πολλοῦ φήσομεν ἐνδεῖν; ΑΛ. πολλοῦ μέντοι νὴ Δία. ΣΩ. ποίαν οὖν οἴει πολιτείαν εἶναι τοξοτῶν τε ἀγαθῶν καὶ αὐλητῶν, ἔτι δὲ καὶ ἀθλητῶν τε καὶ τῶν ἄλλων τεχνιτῶν, ἀναμεμειγμένων δʼ ἐν τούτοις οὓς ἄρτι εἰρήκαμεν τῶν τε αὐτὸ τὸ πολεμεῖν εἰδότων καὶ αὐτὸ τὸ ἀποκτεινύναι, πρὸς δὲ καὶ ἀνδρῶν ῥητορικῶν πολιτικὸν φύσημα φυσώντων, ἁπάντων δὲ τούτων ὄντων ἄνευ τῆς τοῦ βελτίστου ἐπιστήμης καὶ τοῦ εἰδότος, ὁπότε βέλτιον ἑνὶ ἑκάστῳ τούτων χρῆσθαι καὶ πρὸς τίνα;