<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg014.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="143" resp="perseus"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> 
ἐμοὶ μὲν οὖν καλῶς δοκεῖ καὶ ἀσφαλῶς λέγειν ὁ ποιητής· σὺ δʼ εἴ τι ἐν νῷ ἔχεις πρὸς ταῦτα, μὴ σιώπα.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> χαλεπόν, ὦ Σώκρατες, ἐστὶν ἀντιλέγειν πρὸς τὰ καλῶς εἰρημένα· ἐκεῖνο δʼ οὖν ἐννοῶ, ὅσων κακῶν αἰτία ἡ ἄγνοια τοῖς ἀνθρώποις, ὁπότε, ὡς ἔοικε, λελήθαμεν ἡμᾶς  <milestone unit="section" resp="Stephanus" n="143b"/> αὐτοὺς διὰ ταύτην καὶ πράττοντες καὶ τό γε ἔσχατον εὐχόμενοι ἡμῖν αὐτοῖς τὰ κάκιστα. ὅπερ οὖν οὐδεὶς ἂν οἰηθείη, ἀλλὰ τοῦτό γε πᾶς ἂν οἴοιτο ἱκανὸς εἶναι, αὐτὸς αὑτῷ τὰ βέλτιστα εὔξασθαι, ἀλλʼ οὐ τὰ κάκιστα. τοῦτο μὲν γὰρ ὡς ἀληθῶς κατάρᾳ τινὶ ἀλλʼ οὐκ εὐχῇ ὅμοιον ἂν εἴη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἴσως, ὦ βέλτιστε, φαίη ἄν τις ἀνήρ, ὃς ἐμοῦ τε καὶ σοῦ σοφώτερος ὢν τυγχάνοι, οὐκ ὀρθῶς ἡμᾶς <milestone unit="section" resp="Stephanus" n="143c"/> λέγειν, οὕτως εἰκῇ ψέγοντας ἄγνοιαν, εἴ γε μὴ προσθείημεν τὴν ἔστιν ὧν τε ἄγνοιαν καὶ ἔστιν οἷς καὶ ἔχουσί πως ἀγαθόν, ὥσπερ ἐκείνοις κακόν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς λέγεις; ἔστι γὰρ ὁτιοῦν πρᾶγμα ὅτῳ δὴ ὁπωσοῦν ἔχοντι ἄμεινον ἀγνοεῖν ἢ γιγνώσκειν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔμοιγε δοκεῖ· σοὶ δʼ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ μέντοι μὰ Δία.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν οὐδὲ ἐκεῖνό σου καταγνώσομαι, ἐθέλειν ἄν σε πρὸς τὴν ἑαυτοῦ μητέρα διαπεπρᾶχθαι ἅπερ Ὀρέστην φασὶ καὶ τὸν Ἀλκμέωνα καὶ εἰ δή τινες ἄλλοι ἐκείνοις <milestone unit="section" resp="Stephanus" n="143d"/> τυγχάνουσι ταὐτὰ διαπεπραγμένοι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εὐφήμει πρὸς Διός, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔτοι τὸν λέγοντα, ὦ Ἀλκιβιάδη, ὡς οὐκ ἂν ἐθέλοις σοι ταῦτα πεπρᾶχθαι, εὐφημεῖν δεῖ σε κελεύειν, ἀλλὰ μᾶλλον πολύ, εἴ τις τὰ ἐναντία λέγοι, ἐπειδὴ οὕτω σοι δοκεῖ σφόδρα δεινὸν εἶναι τὸ πρᾶγμα, ὥστʼ οὐδὲ ῥητέον εἶναι οὕτως εἰκῇ. δοκεῖς δʼ ἂν τὸν Ὀρέστην, εἰ ἐτύγχανε φρόνιμος ὢν καὶ εἰδὼς ὅτι βέλτιστον ἦν αὐτῷ πράττειν, τολμῆσαι ἄν τι τούτων διαπράξασθαι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="143e"/><label>ΣΩ.</label> οὐδέ γε ἄλλον οἶμαι οὐδένα.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ μέντοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κακὸν ἄρα, ὡς ἔοικεν, ἐστὶν ἡ τοῦ βελτίστου ἄγνοια καὶ τὸ ἀγνοεῖν τὸ βέλτιστον.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ἐκείνῳ καὶ τοῖς ἄλλοις ἅπασιν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φημί.</said></p></div><div type="textpart" subtype="section" n="144" resp="perseus"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔτι τοίνυν καὶ τόδε ἐπισκεψώμεθα· εἴ σοι αὐτίκα μάλα παρεσταίη, οἰηθέντι βέλτιον εἶναι, Περικλέα τὸν σεαυτοῦ ἐπίτροπόν τε καὶ φίλον, ἐγχειρίδιον λαβόντα, 
<milestone n="144" unit="page"/><milestone unit="section" resp="Stephanus" n="144a"/> ἐλθόντα ἐπὶ τὰς θύρας, εἰπεῖν εἰ ἔνδον ἐστί, βουλόμενον ἀποκτεῖναι αὐτὸν ἐκεῖνον, ἄλλον δὲ μηδένα· οἱ δὲ φαῖεν ἔνδον εἶναι—καὶ οὐ λέγω ἐθέλειν ἄν σε τούτων τι πράττειν· ἀλλʼ εἰ, οἶμαι, δόξει σοι, ὅπερ οὐθὲν κωλύει δήπου τῷ γε ἀγνοοῦντι τὸ βέλτιστον παραστῆναί ποτε δόξαν, ὥστε οἰηθῆναι καὶ τὸ κάκιστόν ποτε βέλτιστον εἶναι· ἢ οὐκ ἂν δοκεῖ σοι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ οὖν παρελθὼν εἴσω καὶ ἰδὼν αὐτὸν ἐκεῖνον <milestone unit="section" resp="Stephanus" n="144b"/>  ἀγνοήσαις τε καὶ οἰηθείης ἂν ἄλλον εἶναί τινα, ἆρʼ ἔτι ἂν αὐτὸν τολμήσαις ἀποκτεῖναι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ μὰ τὸν Δία, οὐκ ἄν μοι δοκῶ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ γὰρ δήπου τὸν ἐντυχόντα, ἀλλʼ αὐτὸν ἐκεῖνον ὃν ἠβούλου. ἦ γάρ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ εἰ πολλάκις ἐγχειροῖς, αἰεὶ δὲ ἀγνοοῖς τὸν Περικλέα, ὁπότε μέλλοις τοῦτο πράττειν, οὔποτε ἂν ἐπίθοιο αὐτῷ.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; τὸν Ὀρέστην δοκεῖς ἄν ποτε τῇ μητρὶ ἐπιθέσθαι, εἴ γε ὡσαύτως ἠγνόησεν; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="144c"/><label>ΑΛ.</label> οὐκ οἶμαι ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ γὰρ δήπου οὐδʼ ἐκεῖνος τὴν προστυχοῦσαν γυναῖκα οὐδὲ τὴν ὁτουοῦν μητέρα διενοεῖτο ἀποκτεῖναι, ἀλλὰ τὴν αὐτὸς αὑτοῦ.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀγνοεῖν ἄρα τά γε τοιαῦτα βέλτιον τοῖς οὕτω διακειμένοις καὶ τοιαύτας δόξας ἔχουσιν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁρᾷς οὖν ὅτι ἡ ἔστιν ὧν τε ἄγνοια καὶ ἔστιν οἷς καὶ ἔχουσί πως ἀγαθόν, ἀλλʼ οὐ κακόν, ὥσπερ ἄρτι σοι ἐδόκει;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔοικεν. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="144d"/><label>ΣΩ.</label> ἔτι τοίνυν εἰ βούλει τὸ μετὰ τοῦτο ἐπισκοπεῖν, ἄτοπον ἂν ἴσως ἄν σοι δόξειεν εἶναι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί μάλιστα, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι, ὡς ἔπος εἰπεῖν, κινδυνεύει τό γε τῶν ἄλλων ἐπιστημῶν κτῆμα, ἐάν τις ἄνευ τοῦ βελτίστου κεκτημένος ᾖ, ὀλιγάκις μὲν ὠφελεῖν, βλάπτειν δὲ τὰ πλείω τὸν ἔχοντα αὐτό. σκόπει δὲ ὧδε. ἆρʼ οὐκ ἀναγκαῖόν σοι δοκεῖ εἶναι, ὅταν τι μέλλωμεν ἤτοι πράττειν ἢ λέγειν, οἰηθῆναι δεῖν πρῶτον ἡμᾶς εἰδέναι ἢ τῷ ὄντι εἰδέναι τοῦθʼ ὃ ἂν προχειροτέρως <milestone unit="section" resp="Stephanus" n="144e"/>
μέλλωμεν ἢ λέγειν ἢ πράττειν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔμοιγε δοκεῖ.</said></p></div><div type="textpart" subtype="section" n="145" resp="perseus"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οἱ ῥήτορες αὐτίκα ἤτοι εἰδότες συμβουλεύειν ἢ οἰηθέντες εἰδέναι συμβουλεύουσιν ἡμῖν ἑκάστοτε, οἱ μὲν περὶ πολέμου τε καὶ εἰρήνης, οἱ δὲ περὶ τειχῶν οἰκοδομίας ἢ καὶ λιμένων κατασκευῆς· ἑνὶ δὲ λόγῳ, ὅσα δή ποτε ἡ 
<milestone n="145" unit="page"/><milestone unit="section" resp="Stephanus" n="145a"/> πόλις πράττει πρὸς ἄλλην πόλιν ἢ αὐτὴ καθʼ αὑτήν, ἀπὸ τῆς τῶν ῥητόρων συμβουλῆς πάντα γίγνεται.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅρα τοίνυν καὶ τὰ ἐπὶ τούτοις.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἂν δυνηθῶ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλεῖς γὰρ δήπου φρονίμους τε καὶ ἄφρονας;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τοὺς μὲν πολλοὺς ἄφρονας, τοὺς δʼ ὀλίγους φρονίμους;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν πρός τι ἀποβλέπων ἀμφοτέρους;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="145b"/><label>ΣΩ.</label> ἆρʼ οὖν τὸν τοιοῦτον συμβουλεύειν εἰδότα, χωρὶς τοῦ πότερον βέλτιον καὶ ὅτε βέλτιον, φρόνιμον καλεῖς;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδέ γε οἶμαι ὅστις τὸ πολεμεῖν αὐτὸ οἶδε χωρὶς τοῦ ὁπότε βέλτιον καὶ τοσοῦτον χρόνον ὅσον βέλτιον. ἦ γάρ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὐδὲ εἴ τίς τινα ἀποκτεινύναι οἶδεν οὐδὲ χρήματα ἀφαιρεῖσθαι καὶ φυγάδα ποιεῖν τῆς πατρίδος, χωρὶς τοῦ ὁπότε βέλτιον καὶ ὅντινα βέλτιον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ μέντοι. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="145c"/><label>ΣΩ.</label> ὅστις ἄρα τι τῶν τοιούτων οἶδεν, ἐὰν μὲν παρέπηται αὐτῷ ἡ τοῦ βελτίστου ἐπιστήμη—αὕτη δʼ ἦν ἡ αὐτὴ δήπου ἥπερ καὶ ἡ τοῦ ὠφελίμου· ἦ γάρ; —</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φρόνιμον δέ γε αὐτὸν φήσομεν καὶ ἀποχρῶντα σύμβουλον καὶ τῇ πόλει καὶ αὐτὸν αὑτῷ· τὸν δὲ μὴ τοιοῦτον τἀναντία τούτων. ἢ πῶς δοκεῖ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἐμοὶ μὲν οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ εἴ τις ἱππεύειν ἢ τοξεύειν οἶδεν, ἢ αὖ πυκτεύειν ἢ παλαίειν ἤ τι τῆς ἄλλης ἀγωνίας ἢ καὶ ἄλλο τι <milestone unit="section" resp="Stephanus" n="145d"/> τῶν τοιούτων ὅσα τέχνῃ οἴδαμεν, τί καλεῖς ὃς ἂν εἰδῇ τὸ κατὰ ταύτην τὴν τέχνην βέλτιον γιγνόμενον; ἆρʼ οὐ τὸν κατὰ τὴν ἱππικὴν ἱππικόν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸν δέ γε οἶμαι κατὰ τὴν πυκτικὴν πυκτικόν, τὸν δὲ κατʼ αὐλητικὴν αὐλητικόν, καὶ τἆλλα δήπου ἀνὰ λόγον τούτοις· ἢ ἄλλως πως;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὔκ, ἀλλʼ οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δοκεῖ οὖν σοι ἀναγκαῖον εἶναι τὸν περὶ τούτων τι ἐπιστήμονα ὄντα ἄρα καὶ ἄνδρα φρόνιμον εἶναι, ἢ πολλοῦ <milestone unit="section" resp="Stephanus" n="145e"/> φήσομεν ἐνδεῖν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πολλοῦ μέντοι νὴ Δία.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ποίαν οὖν οἴει πολιτείαν εἶναι τοξοτῶν τε ἀγαθῶν καὶ αὐλητῶν, ἔτι δὲ καὶ ἀθλητῶν τε καὶ τῶν ἄλλων τεχνιτῶν, ἀναμεμειγμένων δʼ ἐν τούτοις οὓς ἄρτι εἰρήκαμεν τῶν τε αὐτὸ τὸ πολεμεῖν εἰδότων καὶ αὐτὸ τὸ ἀποκτεινύναι, πρὸς δὲ καὶ ἀνδρῶν ῥητορικῶν πολιτικὸν φύσημα φυσώντων, ἁπάντων δὲ τούτων ὄντων ἄνευ τῆς τοῦ βελτίστου ἐπιστήμης καὶ τοῦ εἰδότος, ὁπότε βέλτιον ἑνὶ ἑκάστῳ τούτων 
<milestone n="146" unit="page"/><milestone unit="section" resp="Stephanus" n="146a"/> χρῆσθαι καὶ πρὸς τίνα;</said></p></div><div type="textpart" subtype="section" n="146" resp="perseus"><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαύλην τινὰ ἔγωγε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φαίης γε ἂν οἶμαι ὁπόταν ὁρῴης ἕνα ἕκαστον αὐτῶν φιλοτιμούμενόν τε καὶ νέμοντα τὸ πλεῖστον τῆς πολιτείας<quote type="verse"><l met="iambic">. . . τούτῳ μέρος,</l><l>ἵνʼ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν·</l></quote> <bibl>Eur. Antiope</bibl> λέγω δὲ τὸ κατʼ αὐτὴν τὴν τέχνην βέλτιστον γιγνόμενον· τοῦ δὲ τῇ πόλει τε καὶ αὐτὸν αὑτῷ βελτίστου ὄντος τὰ πολλὰ διημαρτηκότα, ἅτε οἶμαι ἄνευ νοῦ δόξῃ πεπιστευκότα. <milestone unit="section" resp="Stephanus" n="146b"/> οὕτως δὲ τούτων ἐχόντων, ἆρα οὐκ ἂν ὀρθῶς λέγοιμεν φάντες πολλῆς ταραχῆς τε καὶ ἀνομίας μεστὴν εἶναι τὴν τοιαύτην πολιτείαν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὀρθῶς μέντοι νὴ Δία.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἀναγκαῖον ἡμῖν ἐδόκει οἰηθῆναι δεῖν πρῶτον ἡμᾶς εἰδέναι ἢ τῷ ὄντι εἰδέναι τοῦτο ὃ ἂν προχείρως μέλλωμεν ἢ πράττειν ἢ λέγειν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἐδόκει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν κἂν μὲν πράττῃ ἅ τις οἶδεν ἢ δοκεῖ εἰδέναι, παρέπηται δὲ τὸ ὠφελίμως, καὶ λυσιτελούντως ἡμᾶς ἕξειν <milestone unit="section" resp="Stephanus" n="146c"/> καὶ τῇ πόλει καὶ αὐτὸν αὑτῷ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐὰν δέ γʼ οἶμαι τἀναντία τούτων, οὔτε τῇ πόλει οὔτʼ αὐτὸν αὑτῷ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; καὶ νῦν ἔτι ὡσαύτως σοι δοκεῖ ἢ ἄλλως πως;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὔκ, ἀλλʼ οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἔφησθα καλεῖν τοὺς μὲν πολλοὺς ἄφρονας, τοὺς δʼ ὀλίγους φρονίμους;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν φαμεν πάλιν τοὺς πολλοὺς διημαρτηκέναι τοῦ βελτίστου, ὡς τὰ πολλά γε οἶμαι ἄνευ νοῦ δόξῃ πεπιστευκότας. </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="146d"/><label>ΑΛ.</label> φαμὲν γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Λυσιτελεῖ ἄρα τοῖς πολλοῖς μήτʼ εἰδέναι μηδὲν μήτʼ οἴεσθαι εἰδέναι, εἴπερ γε μᾶλλον προθυμήσονται πράττειν μὲν ταῦτα ἅττʼ ἂν εἰδῶσιν ἢ οἰηθῶσιν εἰδέναι, πράττοντες δὲ βλάπτεσθαι τὰ πλείω μᾶλλον ἢ ὠφελεῖσθαι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁρᾷς οὖν, ὅτε γʼ ἔφην κινδυνεύειν τό γε τῶν ἄλλων  <milestone unit="section" resp="Stephanus" n="146e"/> ἐπιστημῶν κτῆμα, ἐάν τις ἄνευ τῆς τοῦ βελτίστου ἐπιστήμης κεκτημένος ᾖ, ὀλιγάκις μὲν ὠφελεῖν, βλάπτειν δὲ τὰ πλείω τὸν ἔχοντα αὐτό, ἆρʼ οὐχὶ τῷ ὄντι ὀρθῶς ἐφαινόμην λέγων;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> καὶ εἰ μὴ τότε, ἀλλὰ νῦν μοι δοκεῖ, ὦ Σώκρατες.</said></p></div><div type="textpart" subtype="section" n="147" resp="perseus"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δεῖ ἄρα καὶ πόλιν καὶ ψυχὴν τὴν μέλλουσαν ὀρθῶς βιώσεσθαι ταύτης τῆς ἐπιστήμης ἀντέχεσθαι, ἀτεχνῶς ὥσπερ ἀσθενοῦντα ἰατροῦ ἤ τινος κυβερνήτου τὸν ἀσφαλῶς 
    <milestone n="147" unit="page"/><milestone unit="section" resp="Stephanus" n="147a"/> μέλλοντα πλεῖν. ἄνευ γὰρ ταύτης, ὅσῳπερ ἂν λαμπρότερον ἐπουρίσῃ τὸ τῆς τύχης ἢ περὶ χρημάτων κτῆσιν ἢ σώματος ῥώμην ἢ καὶ ἄλλο τι τῶν τοιούτων, τοσούτῳ μείζω ἁμαρτήματα ἀπʼ αὐτῶν ἀναγκαῖόν ἐστιν, ὡς ἔοικε, γίγνεσθαι. ὁ δὲ δὴ τὴν καλουμένην πολυμαθίαν τε καὶ πολυτεχνίαν κεκτημένος, ὀρφανὸς δὲ ὢν ταύτης τῆς ἐπιστήμης, ἀγόμενος δὲ ὑπὸ μιᾶς ἑκάστης τῶν ἄλλων, ἆρʼ οὐχὶ τῷ ὄντι δικαίως πολλῷ χειμῶνι χρήσεται, ἅτε οἶμαι ἄνευ κυβερνήτου <milestone unit="section" resp="Stephanus" n="147b"/> διατελῶν ἐν πελάγει, χρόνον οὐ μακρὸν βίου θέων; ὥστε συμβαίνειν μοι δοκεῖ καὶ ἐνταῦθα τὸ τοῦ ποιητοῦ, ὃ λέγει κατηγορῶν πού τινος, ὡς ἄρα <quote>πολλὰ</quote> <bibl>Margites</bibl> <quote rend="merge">μὲν ἠπίστατο ἔργα, κακῶς δέ</quote>, φησίν, <quote>ἠπίστατο πάντα</quote>.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> καὶ τί δή ποτε συμβαίνει τὸ τοῦ ποιητοῦ, ὦ Σώκρατες; ἐμοὶ μὲν γὰρ οὐδʼ ὁτιοῦν δοκεῖ πρὸς λόγον εἰρηκέναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μάλα γε πρὸς λόγον· ἀλλʼ αἰνίττεται, ὦ βέλτιστε, καὶ οὗτος καὶ ἇλλοι δὲ ποιηταὶ σχεδόν τι πάντες. ἔστιν τε γὰρ φύσει ποιητικὴ ἡ σύμπασα αἰνιγματώδης καὶ  <milestone unit="section" resp="Stephanus" n="147c"/> οὐ τοῦ προστυχόντος ἀνδρὸς γνωρίσαι· ἔτι τε πρὸς τῷ φύσει τοιαύτη εἶναι, ὅταν λάβηται ἀνδρὸς φθονεροῦ τε καὶ μὴ βουλομένου ἡμῖν ἐνδείκνυσθαι ἀλλʼ ἀποκρύπτεσθαι ὅτι μάλιστα τὴν αὑτοῦ σοφίαν, ὑπερφυῶς δὴ τὸ χρῆμα ὡς δύσγνωστον φαίνεται, ὅτι ποτὲ νοοῦσιν ἕκαστος αὐτῶν. οὐ γὰρ δήπου Ὅμηρόν γε τὸν θειότατόν τε καὶ σοφώτατον ποιητὴν ἀγνοεῖν δοκεῖς ὡς οὐχ οἷόν τε ἦν ἐπίστασθαι κακῶς—ἐκεῖνος γάρ ἐστιν ὁ λέγων τὸν Μαργίτην πολλὰ <milestone unit="section" resp="Stephanus" n="147d"/> μὲν ἐπίστασθαι, κακῶς δέ, φησί, πάντα ἠπίστατο—ἀλλʼ αἰνίττεται οἶμαι παράγων τὸ κακῶς μὲν ἀντὶ τοῦ κακοῦ, τὸ δὲ ἠπίστατο ἀντὶ τοῦ ἐπίστασθαι· γίγνεται οὖν συντεθὲν ἔξω μὲν τοῦ μέτρου, ἔστι δʼ ὅ γε βούλεται, ὡς πολλὰ μὲν ἠπίστατο ἔργα, κακὸν δʼ ἦν ἐπίστασθαι αὐτῷ πάντα ταῦτα. δῆλον οὖν ὅτι εἴπερ ἦν αὐτῷ κακὸν τὸ πολλὰ εἰδέναι, φαῦλός τις ὢν ἐτύγχανεν, εἴπερ γε πιστεύειν δεῖ τοῖς προειρημένοις λόγοις. </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="147e"/><label>ΑΛ.</label> ἀλλʼ ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες· ἦ χαλεπῶς γʼ ἂν ἄλλοις τισὶ πιστεύσαιμι λόγοις, εἴπερ μηδὲ τούτοις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ὀρθῶς γέ σοι δοκεῖ.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάλιν αὖ μοι δοκεῖ.</said></p></div></div></body></text></TEI>