<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg014.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="142" resp="perseus"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label>    
              ὁρᾷς δὴ καὶ τῶν ἡμετέρων πολιτῶν—ταῦτα γὰρ οὐκ ἄλλων ἀκηκόαμεν, ἀλλʼ αὐτοὶ παρόντες οἴδαμεν— 
<milestone n="142" unit="page"/><milestone unit="section" resp="Stephanus" n="142a"/>
 ὅσοι στρατηγίας ἐπιθυμήσαντες ἤδη καὶ τυχόντες αὐτῆς οἱ μὲν ἔτι καὶ νῦν φυγάδες τῆσδε τῆς πόλεώς εἰσιν, οἱ δὲ τὸν βίον ἐτελεύτησαν· οἱ δὲ ἄριστα δοκοῦντες αὐτῶν πράττειν διὰ πολλῶν κινδύνων ἐλθόντες καὶ φόβων οὐ μόνον ἐν ταύτῃ τῇ στρατηγίᾳ, ἀλλʼ ἐπεὶ εἰς τὴν ἑαυτῶν κατῆλθον, ὑπὸ τῶν συκοφαντῶν πολιορκούμενοι πολιορκίαν οὐδὲν ἐλάττω τῆς ὑπὸ τῶν πολεμίων διετέλεσαν, ὥστε ἐνίους αὐτῶν εὔχεσθαι ἀστρατηγήτους εἶναι μᾶλλον ἢ ἐστρατηγηκέναι. <milestone unit="section" resp="Stephanus" n="142b"/>  εἰ μὲν οὖν ἦσαν οἱ κίνδυνοί τε καὶ πόνοι φέροντες εἰς ὠφέλειαν, εἶχεν ἄν τινα λόγον· νῦν δὲ καὶ πολὺ τοὐναντίον. εὑρήσεις δὲ καὶ περὶ τέκνων τὸν αὐτὸν τρόπον, εὐξαμένους τινὰς ἤδη γενέσθαι καὶ γενομένων εἰς συμφοράς τε καὶ λύπας τὰς μεγίστας καταστάντας. οἱ μὲν γὰρ μοχθηρῶν διὰ τέλους ὄντων τῶν τέκνων ὅλον τὸν βίον λυπούμενοι διήγαγον· τοὺς δὲ χρηστῶν μὲν γενομένων, <milestone unit="section" resp="Stephanus" n="142c"/> συμφοραῖς δὲ χρησαμένων ὥστε στερηθῆναι, καὶ τούτους οὐδὲν εἰς ἐλάττονας δυστυχίας καθεστηκότας ἤπερ ἐκείνους καὶ βουλομένους ἂν ἀγένητα μᾶλλον εἶναι ἢ γενέσθαι. ἀλλʼ ὅμως τούτων τε καὶ ἑτέρων πολλῶν ὁμοιοτρόπων τούτοις οὕτω σφόδρα καταδήλων ὄντων, σπάνιον εὑρεῖν ὅστις ἂν ἢ διδομένων ἀπόσχοιτο ἢ μέλλων διʼ εὐχῆς τεύξεσθαι παύσαιτο ἂν εὐχόμενος· οἱ δὲ πολλοὶ οὔτε ἂν τυραννίδος διδομένης ἀπόσχοιντο ἂν οὔτε στρατηγίας οὐδʼ ἑτέρων <milestone unit="section" resp="Stephanus" n="142d"/> πολλῶν, ἃ παρόντα βλάπτει μᾶλλον ἢ ὠφελεῖ, ἀλλὰ κἂν εὔξαιντο ἂν γενέσθαι, εἴ τῳ μὴ παρόντα τυγχάνει· ὀλίγον δὲ ἐπισχόντες ἐνίοτε παλινῳδοῦσιν, ἀνευχόμενοι ἅττʼ ἂν τὸ πρῶτον εὔξωνται. ἐγὼ μὲν οὖν ἀπορῶ μὴ ὡς ἀληθῶς μάτην θεοὺς ἄνθρωποι <term>αἰτιῶνται</term>, ἐξ ἐκείνων φάμενοι <term>κακά</term> σφισιν εἶναι· <quote>οἱ δὲ καὶ αὐτοὶ σφῇσιν</quote> <bibl n="Hom. Od. 1.32">Hom. Od. 1.32</bibl> εἴτε <quote>ἀτασθαλίαισιν</quote> <bibl n="Hom. Od. 1.32">Hom. Od. 1.32</bibl> εἴτε ἀφροσύναις χρὴ εἰπεῖν, <quote>ὑπὲρ μόρον</quote> <bibl n="Hom. Od. 1.32">Hom. Od. 1.32</bibl>  <milestone unit="section" resp="Stephanus" n="142e"/> <quote rend="merge">ἄλγεʼ ἔχουσι</quote>. κινδυνεύει γοῦν, ὦ Ἀλκιβιάδη, φρόνιμός τις εἶναι ἐκεῖνος ὁ ποιητής, ὃς δοκεῖ μοι φίλοις ἀνοήτοις τισὶ χρησάμενος, ὁρῶν αὐτοὺς καὶ πράττοντας καὶ εὐχομένους ἅπερ οὐ βέλτιον ἦν, ἐκείνοις δὲ ἐδόκει, κοινῇ ὑπὲρ ἁπάντων αὐτῶν εὐχὴν ποιήσασθαι· λέγει δέ πως ὡδί— <milestone n="143" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="143a"/>
<cit><quote type="verse"><l met="u">Ζεῦ βασιλεῦ, τὰ μὲν ἐσθλά, φησί, καὶ εὐχομένοις</l><l>καὶ ἀνεύκτοις</l><l>ἄμμι δίδου, τὰ δὲ δειλὰ καὶ εὐχομένοις ἀπαλέξειν</l></quote><bibl>Anth. Pal. 10.108</bibl></cit>  κελεύει.</said></p></div><div type="textpart" subtype="section" n="143" resp="perseus"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> 
ἐμοὶ μὲν οὖν καλῶς δοκεῖ καὶ ἀσφαλῶς λέγειν ὁ ποιητής· σὺ δʼ εἴ τι ἐν νῷ ἔχεις πρὸς ταῦτα, μὴ σιώπα.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> χαλεπόν, ὦ Σώκρατες, ἐστὶν ἀντιλέγειν πρὸς τὰ καλῶς εἰρημένα· ἐκεῖνο δʼ οὖν ἐννοῶ, ὅσων κακῶν αἰτία ἡ ἄγνοια τοῖς ἀνθρώποις, ὁπότε, ὡς ἔοικε, λελήθαμεν ἡμᾶς  <milestone unit="section" resp="Stephanus" n="143b"/> αὐτοὺς διὰ ταύτην καὶ πράττοντες καὶ τό γε ἔσχατον εὐχόμενοι ἡμῖν αὐτοῖς τὰ κάκιστα. ὅπερ οὖν οὐδεὶς ἂν οἰηθείη, ἀλλὰ τοῦτό γε πᾶς ἂν οἴοιτο ἱκανὸς εἶναι, αὐτὸς αὑτῷ τὰ βέλτιστα εὔξασθαι, ἀλλʼ οὐ τὰ κάκιστα. τοῦτο μὲν γὰρ ὡς ἀληθῶς κατάρᾳ τινὶ ἀλλʼ οὐκ εὐχῇ ὅμοιον ἂν εἴη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἴσως, ὦ βέλτιστε, φαίη ἄν τις ἀνήρ, ὃς ἐμοῦ τε καὶ σοῦ σοφώτερος ὢν τυγχάνοι, οὐκ ὀρθῶς ἡμᾶς <milestone unit="section" resp="Stephanus" n="143c"/> λέγειν, οὕτως εἰκῇ ψέγοντας ἄγνοιαν, εἴ γε μὴ προσθείημεν τὴν ἔστιν ὧν τε ἄγνοιαν καὶ ἔστιν οἷς καὶ ἔχουσί πως ἀγαθόν, ὥσπερ ἐκείνοις κακόν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς λέγεις; ἔστι γὰρ ὁτιοῦν πρᾶγμα ὅτῳ δὴ ὁπωσοῦν ἔχοντι ἄμεινον ἀγνοεῖν ἢ γιγνώσκειν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔμοιγε δοκεῖ· σοὶ δʼ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ μέντοι μὰ Δία.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν οὐδὲ ἐκεῖνό σου καταγνώσομαι, ἐθέλειν ἄν σε πρὸς τὴν ἑαυτοῦ μητέρα διαπεπρᾶχθαι ἅπερ Ὀρέστην φασὶ καὶ τὸν Ἀλκμέωνα καὶ εἰ δή τινες ἄλλοι ἐκείνοις <milestone unit="section" resp="Stephanus" n="143d"/> τυγχάνουσι ταὐτὰ διαπεπραγμένοι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εὐφήμει πρὸς Διός, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔτοι τὸν λέγοντα, ὦ Ἀλκιβιάδη, ὡς οὐκ ἂν ἐθέλοις σοι ταῦτα πεπρᾶχθαι, εὐφημεῖν δεῖ σε κελεύειν, ἀλλὰ μᾶλλον πολύ, εἴ τις τὰ ἐναντία λέγοι, ἐπειδὴ οὕτω σοι δοκεῖ σφόδρα δεινὸν εἶναι τὸ πρᾶγμα, ὥστʼ οὐδὲ ῥητέον εἶναι οὕτως εἰκῇ. δοκεῖς δʼ ἂν τὸν Ὀρέστην, εἰ ἐτύγχανε φρόνιμος ὢν καὶ εἰδὼς ὅτι βέλτιστον ἦν αὐτῷ πράττειν, τολμῆσαι ἄν τι τούτων διαπράξασθαι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="143e"/><label>ΣΩ.</label> οὐδέ γε ἄλλον οἶμαι οὐδένα.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ μέντοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κακὸν ἄρα, ὡς ἔοικεν, ἐστὶν ἡ τοῦ βελτίστου ἄγνοια καὶ τὸ ἀγνοεῖν τὸ βέλτιστον.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ἐκείνῳ καὶ τοῖς ἄλλοις ἅπασιν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φημί.</said></p></div></div></body></text></TEI>