<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg014.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" n="140" resp="perseus"><p><said who="#Σωκράτης"><milestone n="140" unit="page"/><milestone unit="section" resp="Stephanus" n="140a"/><label>ΣΩ.</label> ἀλλʼ ἐὰν ἔμοιγε προσέχῃς τὸν νοῦν, σύν τε δύο σκεπτομένω τυχὸν εὑρήσομεν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλὰ προσέχω, ὦ Σώκρατες, εἰς δύναμιν τὴν ἐμήν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὡμολογήθη ἡμῖν ὀφθαλμία μὲν πᾶσα νόσος εἶναι, νόσος μέντοι οὐκ εἶναι πᾶσα ὀφθαλμία;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ὡμολογήθη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ὀρθῶς γέ μοι δοκεῖ ὁμολογηθῆναι. καὶ γὰρ οἱ πυρέττοντες πάντες νοσοῦσιν, οὐ μέντοι οἱ νοσοῦντες πάντες πυρέττουσιν οὐδὲ ποδαγρῶσιν οὐδέ γε ὀφθαλμιῶσιν, <milestone unit="section" resp="Stephanus" n="140b"/>  οἶμαι· ἀλλὰ νόσος μὲν πᾶν τὸ τοιοῦτόν ἐστι, διαφέρειν δέ φασιν οὓς δὴ καλοῦμεν ἰατροὺς τὴν ἀπεργασίαν αὐτῶν. οὐ γὰρ πᾶσιν οὔτε ὅμοιαι οὔτε ὁμοίως διαπράττονται, ἀλλὰ κατὰ τὴν αὑτῆς δύναμιν ἑκάστη· νόσοι μέντοι πᾶσαί εἰσιν. ὥσπερ δημιουργούς τινας ὑπολαμβάνομεν· ἢ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τοὺς σκυτοτόμους καὶ τέκτονας καὶ ἀνδριαντοποιοὺς καὶ ἑτέρους παμπληθεῖς, οὓς τί δεῖ καθʼ ἕκαστα λέγειν; ἔχουσι δʼ οὖν διειληφότες δημιουργίας μέρη, καὶ  <milestone unit="section" resp="Stephanus" n="140c"/> πάντες οὗτοί εἰσι δημιουργοί, οὐ μέντοι εἰσὶ τέκτονές γε οὐδὲ σκυτοτόμοι οὐδʼ ἀνδριαντοποιοί, οἳ σύμπαντές εἰσι δημιουργοί.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὕτως μὲν τοίνυν καὶ τὴν ἀφροσύνην διειληφότες εἰσί, καὶ τοὺς μὲν πλεῖστον αὐτῆς μέρος ἔχοντας μαινομένους καλοῦμεν, τοὺς δʼ ὀλίγον ἔλαττον ἠλιθίους τε καὶ ἐμβροντήτους· οἱ δὲ ἐν εὐφημοτάτοις ὀνόμασι βουλόμενοι κατονομάζειν οἱ μὲν μεγαλοψύχους, οἱ δὲ εὐήθεις, ἕτεροι δὲ <milestone unit="section" resp="Stephanus" n="140d"/>  ἀκάκους καὶ ἀπείρους καὶ ἐνεούς· εὑρήσεις δὲ καὶ ἕτερα πολλὰ ἀναζητῶν ὀνόματα. πάντα δὲ ταῦτα ἀφροσύνη ἐστίν, διαφέρει δέ, ὥσπερ τέχνη τέχνης ἡμῖν κατεφαίνετο καὶ νόσος νόσου· ἢ πῶς σοι δοκεῖ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἐμοὶ μὲν οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἀπʼ ἐκείνου πάλιν ἐπανέλθωμεν. ἦν γὰρ δήπου καὶ ἐν ἀρχῇ τοῦ λόγου, σκεπτέον εἶναι τοὺς ἄφρονάς τε καὶ φρονίμους, τίνες ποτʼ εἰσίν. ὡμολόγητο γὰρ εἶναί τινας· ἦ γὰρ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί, ὡμολόγηται. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="140e"/><label>ΣΩ.</label> ἆρʼ οὖν τούτους φρονίμους ὑπολαμβάνεις, οἳ ἂν εἰδῶσιν ἅττα δεῖ πράττειν καὶ λέγειν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄφρονας δὲ ποτέρους; ἆρά γε τοὺς μηδέτερα τούτων εἰδότας;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τούτους.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οἵ γε μὴ εἰδότες μηδέτερα τούτων λήσουσιν αὑτοὺς καὶ λέγοντες καὶ πράττοντες ἅττα μὴ δεῖ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαίνεται.</said></p></div><div type="textpart" subtype="section" n="141" resp="perseus"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτων μέντοι ἔλεγον, ὦ Ἀλκιβιάδη, καὶ τὸν 
<milestone n="141" unit="page"/><milestone unit="section" resp="Stephanus" n="141a"/> Οἰδίπουν εἶναι τῶν ἀνθρώπων· εὑρήσεις δʼ ἔτι καὶ τῶν νῦν πολλοὺς οὐκ ὀργῇ κεχρημένους, ὥσπερ ἐκεῖνον, οὐδʼ οἰομένους κακά σφισιν εὔχεσθαι, ἀλλʼ ἀγαθά. ἐκεῖνος μὲν ὥσπερ οὐδʼ ηὔχετο, οὐδʼ ᾤετο· ἕτεροι δέ τινές εἰσιν οἳ τἀναντία τούτων πεπόνθασιν. ἐγὼ μὲν γὰρ οἶμαί σε πρῶτον, εἴ σοι ἐμφανὴς γενόμενος ὁ θεὸς πρὸς ὃν τυγχάνεις πορευόμενος, ἐρωτήσειεν, πρὶν ὁτιοῦν εὔξασθαί σε, εἰ ἐξαρκέσει σοι τύραννον γενέσθαι τῆς Ἀθηναίων πόλεως· εἰ δὲ τοῦτο φαῦλον ἡγήσαιο καὶ μὴ μέγα τι, προσθείη καὶ <milestone unit="section" resp="Stephanus" n="141b"/> πάντων τῶν Ἑλλήνων· εἰ δέ σε ὁρῴη ἔτι ἔλαττον δοκοῦντα ἔχειν, εἰ μὴ καὶ πάσης Εὐρώπης, ὑποσταίη σοι καὶ τοῦτο, <add>καὶ τοῦτο</add> μὴ μόνον ὑποσταίη, <add>ἀλλʼ</add> αὐθημερόν σου βουλομένου ὡς πάντας αἰσθήσεσθαι ὅτι Ἀλκιβιάδης ὁ Κλεινίου τύραννός ἐστιν· αὐτὸν οἶμαι ἄν σε ἀπιέναι περιχαρῆ γενόμενον, ὡς τῶν μεγίστων ἀγαθῶν κεκυρηκότα.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἐγὼ μὲν οἶμαι, ὦ Σώκρατες, κἂν ἄλλον ὁντινοῦν, εἴπερ τοιαῦτα συμβαίη αὐτῷ. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="141c"/><label>ΣΩ.</label> ἀλλὰ μέντοι ἀντί γε τῆς σῆς ψυχῆς οὐδʼ ἂν τὴν πάντων Ἑλλήνων τε καὶ βαρβάρων χώραν τε καὶ τυραννίδα βουληθείης σοι γενέσθαι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐκ οἶμαι ἔγωγε. πῶς γὰρ ἄν, μηθέν γέ τι μέλλων αὐτοῖς χρήσεσθαι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ εἰ μέλλοις κακῶς τε καὶ βλαβερῶς χρῆσθαι; οὐδʼ ἂν οὕτως;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁρᾷς οὖν ὡς οὐκ ἀσφαλὲς οὔτε τὰ διδόμενα εἰκῇ δέχεσθαί τε οὔτε αὐτὸν εὔχεσθαι γενέσθαι, εἴ γέ τις  <milestone unit="section" resp="Stephanus" n="141d"/> βλάπτεσθαι μέλλοι διὰ ταῦτα ἢ τὸ παράπαν τοῦ βίου ἀπαλλαγῆναι. πολλοὺς δʼ ἂν ἔχοιμεν εἰπεῖν, ὅσοι τυραννίδος ἐπιθυμήσαντες ἤδη καὶ σπουδάσαντες τοῦτʼ αὐτοῖς παραγενέσθαι, ὡς ἀγαθόν τι πράξαντες, διὰ τὴν τυραννίδα ἐπιβουλευθέντες τὸν βίον ἀφῃρέθησαν. οἶμαι δέ σε οὐκ ἀνήκοον εἶναι ἔνιά γε <quote>χθιζά τε καὶ πρωιζὰ</quote> <bibl n="Hom. Il. 2.303">Hom. Il. 2.303</bibl> γεγενημένα, ὅτε Ἀρχέλαον τὸν Μακεδόνων τύραννον τὰ παιδικά, ἐρασθέντα τῆς τυραννίδος οὐθὲν ἧττον ἤπερ ἐκεῖνος τῶν παιδικῶν, ἀπέκτεινε τὸν ἐραστὴν ὡς τύραννός τε καὶ εὐδαίμων   <milestone unit="section" resp="Stephanus" n="141e"/> ἀνὴρ ἐσόμενος· κατασχὼν δὲ τρεῖς ἢ τέτταρας ἡμέρας τὴν τυραννίδα πάλιν αὐτὸς ἐπιβουλευθεὶς ὑφʼ ἑτέρων τινῶν ἐτελεύτησεν.</said></p></div></div></body></text></TEI>