ΣΩ. ἀλλʼ ἐὰν ἔμοιγε προσέχῃς τὸν νοῦν, σύν τε δύο σκεπτομένω τυχὸν εὑρήσομεν. ΑΛ. ἀλλὰ προσέχω, ὦ Σώκρατες, εἰς δύναμιν τὴν ἐμήν. ΣΩ. οὐκοῦν ὡμολογήθη ἡμῖν ὀφθαλμία μὲν πᾶσα νόσος εἶναι, νόσος μέντοι οὐκ εἶναι πᾶσα ὀφθαλμία; ΑΛ. ὡμολογήθη. ΣΩ. καὶ ὀρθῶς γέ μοι δοκεῖ ὁμολογηθῆναι. καὶ γὰρ οἱ πυρέττοντες πάντες νοσοῦσιν, οὐ μέντοι οἱ νοσοῦντες πάντες πυρέττουσιν οὐδὲ ποδαγρῶσιν οὐδέ γε ὀφθαλμιῶσιν, οἶμαι· ἀλλὰ νόσος μὲν πᾶν τὸ τοιοῦτόν ἐστι, διαφέρειν δέ φασιν οὓς δὴ καλοῦμεν ἰατροὺς τὴν ἀπεργασίαν αὐτῶν. οὐ γὰρ πᾶσιν οὔτε ὅμοιαι οὔτε ὁμοίως διαπράττονται, ἀλλὰ κατὰ τὴν αὑτῆς δύναμιν ἑκάστη· νόσοι μέντοι πᾶσαί εἰσιν. ὥσπερ δημιουργούς τινας ὑπολαμβάνομεν· ἢ οὔ; ΑΛ. πάνυ μὲν οὖν. ΣΩ. οὐκοῦν τοὺς σκυτοτόμους καὶ τέκτονας καὶ ἀνδριαντοποιοὺς καὶ ἑτέρους παμπληθεῖς, οὓς τί δεῖ καθʼ ἕκαστα λέγειν; ἔχουσι δʼ οὖν διειληφότες δημιουργίας μέρη, καὶ πάντες οὗτοί εἰσι δημιουργοί, οὐ μέντοι εἰσὶ τέκτονές γε οὐδὲ σκυτοτόμοι οὐδʼ ἀνδριαντοποιοί, οἳ σύμπαντές εἰσι δημιουργοί. ΑΛ. οὐ δῆτα. ΣΩ. οὕτως μὲν τοίνυν καὶ τὴν ἀφροσύνην διειληφότες εἰσί, καὶ τοὺς μὲν πλεῖστον αὐτῆς μέρος ἔχοντας μαινομένους καλοῦμεν, τοὺς δʼ ὀλίγον ἔλαττον ἠλιθίους τε καὶ ἐμβροντήτους· οἱ δὲ ἐν εὐφημοτάτοις ὀνόμασι βουλόμενοι κατονομάζειν οἱ μὲν μεγαλοψύχους, οἱ δὲ εὐήθεις, ἕτεροι δὲ ἀκάκους καὶ ἀπείρους καὶ ἐνεούς· εὑρήσεις δὲ καὶ ἕτερα πολλὰ ἀναζητῶν ὀνόματα. πάντα δὲ ταῦτα ἀφροσύνη ἐστίν, διαφέρει δέ, ὥσπερ τέχνη τέχνης ἡμῖν κατεφαίνετο καὶ νόσος νόσου· ἢ πῶς σοι δοκεῖ; ΑΛ. ἐμοὶ μὲν οὕτως. ΣΩ. οὐκοῦν ἀπʼ ἐκείνου πάλιν ἐπανέλθωμεν. ἦν γὰρ δήπου καὶ ἐν ἀρχῇ τοῦ λόγου, σκεπτέον εἶναι τοὺς ἄφρονάς τε καὶ φρονίμους, τίνες ποτʼ εἰσίν. ὡμολόγητο γὰρ εἶναί τινας· ἦ γὰρ οὔ; ΑΛ. ναί, ὡμολόγηται. ΣΩ. ἆρʼ οὖν τούτους φρονίμους ὑπολαμβάνεις, οἳ ἂν εἰδῶσιν ἅττα δεῖ πράττειν καὶ λέγειν; ΑΛ. ἔγωγε. ΣΩ. ἄφρονας δὲ ποτέρους; ἆρά γε τοὺς μηδέτερα τούτων εἰδότας; ΑΛ. τούτους. ΣΩ. οὐκοῦν οἵ γε μὴ εἰδότες μηδέτερα τούτων λήσουσιν αὑτοὺς καὶ λέγοντες καὶ πράττοντες ἅττα μὴ δεῖ; ΑΛ. φαίνεται. ΣΩ. τούτων μέντοι ἔλεγον, ὦ Ἀλκιβιάδη, καὶ τὸν Οἰδίπουν εἶναι τῶν ἀνθρώπων· εὑρήσεις δʼ ἔτι καὶ τῶν νῦν πολλοὺς οὐκ ὀργῇ κεχρημένους, ὥσπερ ἐκεῖνον, οὐδʼ οἰομένους κακά σφισιν εὔχεσθαι, ἀλλʼ ἀγαθά. ἐκεῖνος μὲν ὥσπερ οὐδʼ ηὔχετο, οὐδʼ ᾤετο· ἕτεροι δέ τινές εἰσιν οἳ τἀναντία τούτων πεπόνθασιν. ἐγὼ μὲν γὰρ οἶμαί σε πρῶτον, εἴ σοι ἐμφανὴς γενόμενος ὁ θεὸς πρὸς ὃν τυγχάνεις πορευόμενος, ἐρωτήσειεν, πρὶν ὁτιοῦν εὔξασθαί σε, εἰ ἐξαρκέσει σοι τύραννον γενέσθαι τῆς Ἀθηναίων πόλεως· εἰ δὲ τοῦτο φαῦλον ἡγήσαιο καὶ μὴ μέγα τι, προσθείη καὶ πάντων τῶν Ἑλλήνων· εἰ δέ σε ὁρῴη ἔτι ἔλαττον δοκοῦντα ἔχειν, εἰ μὴ καὶ πάσης Εὐρώπης, ὑποσταίη σοι καὶ τοῦτο, καὶ τοῦτο μὴ μόνον ὑποσταίη, ἀλλʼ αὐθημερόν σου βουλομένου ὡς πάντας αἰσθήσεσθαι ὅτι Ἀλκιβιάδης ὁ Κλεινίου τύραννός ἐστιν· αὐτὸν οἶμαι ἄν σε ἀπιέναι περιχαρῆ γενόμενον, ὡς τῶν μεγίστων ἀγαθῶν κεκυρηκότα. ΑΛ. ἐγὼ μὲν οἶμαι, ὦ Σώκρατες, κἂν ἄλλον ὁντινοῦν, εἴπερ τοιαῦτα συμβαίη αὐτῷ. ΣΩ. ἀλλὰ μέντοι ἀντί γε τῆς σῆς ψυχῆς οὐδʼ ἂν τὴν πάντων Ἑλλήνων τε καὶ βαρβάρων χώραν τε καὶ τυραννίδα βουληθείης σοι γενέσθαι. ΑΛ. οὐκ οἶμαι ἔγωγε. πῶς γὰρ ἄν, μηθέν γέ τι μέλλων αὐτοῖς χρήσεσθαι; ΣΩ. τί δʼ εἰ μέλλοις κακῶς τε καὶ βλαβερῶς χρῆσθαι; οὐδʼ ἂν οὕτως; ΑΛ. οὐ δῆτα. ΣΩ. ὁρᾷς οὖν ὡς οὐκ ἀσφαλὲς οὔτε τὰ διδόμενα εἰκῇ δέχεσθαί τε οὔτε αὐτὸν εὔχεσθαι γενέσθαι, εἴ γέ τις βλάπτεσθαι μέλλοι διὰ ταῦτα ἢ τὸ παράπαν τοῦ βίου ἀπαλλαγῆναι. πολλοὺς δʼ ἂν ἔχοιμεν εἰπεῖν, ὅσοι τυραννίδος ἐπιθυμήσαντες ἤδη καὶ σπουδάσαντες τοῦτʼ αὐτοῖς παραγενέσθαι, ὡς ἀγαθόν τι πράξαντες, διὰ τὴν τυραννίδα ἐπιβουλευθέντες τὸν βίον ἀφῃρέθησαν. οἶμαι δέ σε οὐκ ἀνήκοον εἶναι ἔνιά γε χθιζά τε καὶ πρωιζὰ Hom. Il. 2.303 γεγενημένα, ὅτε Ἀρχέλαον τὸν Μακεδόνων τύραννον τὰ παιδικά, ἐρασθέντα τῆς τυραννίδος οὐθὲν ἧττον ἤπερ ἐκεῖνος τῶν παιδικῶν, ἀπέκτεινε τὸν ἐραστὴν ὡς τύραννός τε καὶ εὐδαίμων ἀνὴρ ἐσόμενος· κατασχὼν δὲ τρεῖς ἢ τέτταρας ἡμέρας τὴν τυραννίδα πάλιν αὐτὸς ἐπιβουλευθεὶς ὑφʼ ἑτέρων τινῶν ἐτελεύτησεν.