<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg013.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="133"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐννενόηκας οὖν ὅτι τοῦ ἐμβλέποντος εἰς τὸν 
     
 <milestone n="133" unit="page"/><milestone unit="section" resp="Stephanus" n="133a"/>
             ὀφθαλμὸν τὸ πρόσωπον
                            ἐμφαίνεται ἐν τῇ τοῦ καταντικρὺ ὄψει ὥσπερ ἐν κατόπτρῳ, ὃ δὴ καὶ κόρην
                            καλοῦμεν, εἴδωλον ὄν τι τοῦ ἐμβλέποντος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀφθαλμὸς ἄρα ὀφθαλμὸν θεώμενος, καὶ ἐμβλέπων εἰς τοῦτο ὅπερ βέλτιστον
                            αὐτοῦ καὶ ᾧ ὁρᾷ, οὕτως ἂν αὑτὸν ἴδοι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δέ γʼ εἰς ἄλλο τῶν τοῦ ἀνθρώπου βλέποι ἤ τι τῶν ὄντων, πλὴν εἰς ἐκεῖνο
                            ᾧ τοῦτο τυγχάνει ὅμοιον, οὐκ ὄψεται ἑαυτόν. </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="133b"/><label>ΑΛ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀφθαλμὸς ἄρʼ εἰ μέλλει ἰδεῖν αὑτόν, εἰς ὀφθαλμὸν αὐτῷ βλεπτέον, καὶ τοῦ
                            ὄμματος εἰς ἐκεῖνον τὸν τόπον ἐν ᾧ τυγχάνει ἡ ὀφθαλμοῦ ἀρετὴ
                            ἐγγιγνομένη· ἔστι δὲ τοῦτό που ὄψις;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν, ὦ φίλε Ἀλκιβιάδη, καὶ ψυχὴ εἰ μέλλει γνώσεσθαι αὑτήν, εἰς ψυχὴν
                            αὐτῇ βλεπτέον, καὶ μάλιστʼ εἰς τοῦτον αὐτῆς τὸν τόπον ἐν ᾧ ἐγγίγνεται ἡ
                            ψυχῆς ἀρετή, σοφία, καὶ εἰς ἄλλο ᾧ τοῦτο τυγχάνει ὅμοιον ὄν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔμοιγε δοκεῖ, ὦ Σώκρατες. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="133c"/><label>ΣΩ.</label> ἔχομεν οὖν εἰπεῖν ὅτι ἐστὶ τῆς ψυχῆς θειότερον ἢ τοῦτο, περὶ ὃ τὸ εἰδέναι
                            τε καὶ φρονεῖν ἐστιν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐκ ἔχομεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῷ θεῷ ἄρα τοῦτʼ ἔοικεν αὐτῆς, καί τις εἰς τοῦτο βλέπων καὶ πᾶν τὸ θεῖον
                            γνούς, θεόν τε καὶ φρόνησιν, οὕτω καὶ ἑαυτὸν ἂν γνοίη μάλιστα.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαίνεται.</said></p><p><add><said who="#Σωκράτης"><milestone unit="para" ed="P"/><label>ΣΩ.</label> ἆρʼ οὖν, ὅθʼ ὥσπερ κάτοπτρά ἐστι σαφέστερα τοῦ ἐν τῷ ὀφθαλμῷ ἐνόπτρου καὶ καθαρώτερα καὶ λαμπρότερα, οὕτω καὶ ὁ θεὸς τοῦ ἐν τῇ ἡμετέρᾳ ψυχῇ βελτίστου καθαρώτερόν τε καὶ λαμπρότερον τυγχάνει ὄν;</said></add></p><p><add><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔοικέ γε, ὦ Σώκρατες.</said></add></p><p><add><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰς τὸν θεὸν ἄρα βλέποντες ἐκείνῳ καλλίστῳ ἐνόπτρῳ χρῴμεθʼ ἂν καὶ τῶν ἀνθρωπίνων εἰς τὴν ψυχῆς ἀρετήν, καὶ οὕτως ἂν μάλιστα ὁρῷμεν καὶ
                            γιγνώσκοιμεν ἡμᾶς αὐτούς.</said></add></p><p><add><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></add></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὲ γιγνώσκειν αὑτὸν ὡμολογοῦμεν σωφροσύνην εἶναι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν μὴ γιγνώσκοντες ἡμᾶς αὐτοὺς μηδὲ σώφρονες ὄντες δυναίμεθʼ ἂν
                            εἰδέναι τὰ ἡμέτερα αὐτῶν κακά τε καὶ ἀγαθά;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> καὶ πῶς ἂν τοῦτο γένοιτο, ὦ Σώκρατες; </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="133d"/><label>ΣΩ.</label> ἀδύνατον γὰρ ἴσως σοι φαίνεται μὴ γιγνώσκοντα Ἀλκιβιάδην τὰ Ἀλκιβιάδου
                            γιγνώσκειν ὅτι Ἀλκιβιάδου ἐστίν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀδύνατον μέντοι νὴ Δία.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ ἄρα τὰ ἡμέτερα ὅτι ἡμέτερα, εἰ μηδʼ ἡμᾶς αὐτούς;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς γάρ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δʼ ἄρα μηδὲ τὰ ἡμέτερα, οὐδὲ τὰ τῶν ἡμετέρων;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα πάνυ τι ὀρθῶς ὡμολογοῦμεν ὁμολογοῦντες ἄρτι εἶναί τινας οἳ
                            ἑαυτοὺς μὲν οὐ γιγνώσκουσιν, τὰ δʼ αὑτῶν, ἄλλους δὲ τὰ τῶν ἑαυτῶν. ἔοικε
                            γὰρ πάντα ταῦτα εἶναι          
<milestone unit="section" resp="Stephanus" n="133e"/> κατιδεῖν ἑνός
                            τε καὶ μιᾶς τέχνης, αὑτόν, τὰ αὑτοῦ, τὰ τῶν ἑαυτοῦ.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> κινδυνεύει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅστις δὲ τὰ αὑτοῦ ἀγνοεῖ, καὶ τὰ τῶν ἄλλων που ἂν ἀγνοοῖ κατὰ ταὐτά.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ τὰ τῶν ἄλλων, καὶ τὰ τῶν πόλεων ἀγνοήσει.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρʼ ἂν γένοιτο ὁ τοιοῦτος ἀνὴρ πολιτικός.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ μὴν οὐδʼ οἰκονομικός γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="134"><p><said who="#Ἀλκιβιάδης"><milestone n="134" unit="page"/><milestone unit="section" resp="Stephanus" n="134a"/><label>ΑΛ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδέ γε εἴσεται ὅτι πράττει.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ δὲ μὴ εἰδὼς οὐχ ἁμαρτήσεται;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐξαμαρτάνων δὲ οὐ κακῶς πράξει ἰδίᾳ τε καὶ δημοσίᾳ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κακῶς δὲ πράττων οὐκ ἄθλιος;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> σφόδρα γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ οἷς οὗτος πράττει;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> καὶ οὗτοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα οἷόν τε, ἐὰν μή τις σώφρων καὶ ἀγαθὸς ᾖ, εὐδαίμονα εἶναι.
                                </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="134b"/><label>ΑΛ.</label> οὐχ οἷόν τε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἱ ἄρα κακοὶ τῶν ἀνθρώπων ἄθλιοι.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> σφόδρα γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα οὐδʼ ὁ πλουτήσας ἀθλιότητος ἀπαλλάττεται, ἀλλʼ ὁ σωφρονήσας.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα τειχῶν οὐδὲ τριήρων οὐδὲ νεωρίων δέονται αἱ πόλεις, ὦ Ἀλκιβιάδη,
                            εἰ μέλλουσιν εὐδαιμονήσειν, οὐδὲ πλήθους οὐδὲ μεγέθους ἄνευ ἀρετῆς.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> οὐ μέντοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δὴ μέλλεις τὰ τῆς πόλεως πράξειν ὀρθῶς καὶ 
                            
<milestone unit="section" resp="Stephanus" n="134c"/> καλῶς, ἀρετῆς σοι μεταδοτέον τοῖς πολίταις.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δύναιτο δʼ ἄν τις μεταδιδόναι ὃ μὴ ἔχοι;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> καὶ πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> αὐτῷ ἄρα σοὶ πρῶτον κτητέον ἀρετήν, καὶ ἄλλῳ ὃς μέλλει μὴ ἰδίᾳ μόνον
                            αὑτοῦ τε καὶ τῶν αὑτοῦ ἄρξειν καὶ ἐπιμελήσεσθαι, ἀλλὰ πόλεως καὶ τῶν τῆς
                            πόλεως.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα ἐξουσίαν σοι οὐδʼ ἀρχὴν παρασκευαστέον σαυτῷ ποιεῖν ὅτι ἂν βούλῃ,
                            οὐδὲ τῇ πόλει, ἀλλὰ δικαιοσύνην καὶ σωφροσύνην.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαίνεται. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="134d"/><label>ΣΩ.</label> δικαίως μὲν γὰρ πράττοντες καὶ σωφρόνως σύ τε καὶ ἡ πόλις θεοφιλῶς
                            πράξετε.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> εἰκός γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ὅπερ γε ἐν τοῖς πρόσθεν ἐλέγομεν, εἰς τὸ θεῖον καὶ λαμπρὸν ὁρῶντες
                            πράξετε.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν ἐνταῦθά γε βλέποντες ὑμᾶς τε αὐτοὺς καὶ τὰ ὑμέτερα ἀγαθὰ
                            κατόψεσθε καὶ γνώσεσθε.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὀρθῶς τε καὶ εὖ πράξετε;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί. </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="134e"/><label>ΣΩ.</label> ἀλλὰ μὴν οὕτω γε πράττοντας ὑμᾶς ἐθέλω ἐγγυήσασθαι ἦ μὴν
                            εὐδαιμονήσειν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀσφαλὴς γὰρ εἶ ἐγγυητής.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀδίκως δέ γε πράττοντες, εἰς τὸ ἄθεον καὶ σκοτεινὸν βλέποντες, ὡς τὰ
                            εἰκότα, ὅμοια τούτοις πράξετε ἀγνοοῦντες ὑμᾶς αὐτούς.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔοικεν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="135"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὧι γὰρ <add>ἄν</add>, ὦ φίλε Ἀλκιβιάδη, ἐξουσία μὲν ᾖ ποιεῖν ὃ βούλεται, νοῦν δὲ
                            μὴ ἔχῃ, τί τὸ εἰκὸς συμβαίνειν, ἰδιώτῃ ἢ καὶ πόλει; οἷον νοσοῦντι
                            ἐξουσίας οὔσης δρᾶν ὃ 
                            
      <milestone n="135" unit="page"/><milestone unit="section" resp="Stephanus" n="135a"/>
                βούλεται, νοῦν ἰατρικὸν μὴ ἔχοντι,
                            τυραννοῦντι δὲ ὡς μηδὲν ἐπιπλήττοι τις αὐτῷ, τί τὸ συμβησόμενον; ἆρʼ
                            οὐχ, ὡς τὸ εἰκός, διαφθαρῆναι τὸ σῶμα;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ ἐν νηί, εἴ τῳ ἐξουσία εἴη ποιεῖν ὃ δοκεῖ, νοῦ τε καὶ ἀρετῆς
                            κυβερνητικῆς ἐστερημένῳ, καθορᾷς ἃ ἂν συμβαίη αὐτῷ τε καὶ τοῖς
                            συνναύταις;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἔγωγε, ὅτι γε ἀπόλοιντο πάντες ἄν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὡσαύτως ἐν πόλει τε καὶ πάσαις ἀρχαῖς καὶ 
                            
<milestone unit="section" resp="Stephanus" n="135b"/> ἐξουσίαις ἀπολειπομέναις ἀρετῆς ἕπεται τὸ
                            κακῶς πράττειν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα τυραννίδα χρή, ὦ ἄριστε Ἀλκιβιάδη, παρασκευάζεσθαι οὔθʼ αὑτῷ οὔτε
                            τῇ πόλει, εἰ μέλλετε εὐδαιμονεῖν, ἀλλʼ ἀρετήν.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρὶν δέ γε ἀρετὴν ἔχειν, τὸ ἄρχεσθαι ἄμεινον ὑπὸ τοῦ βελτίονος ἢ τὸ
                            ἄρχειν ἀνδρί, οὐ μόνον παιδί.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τό γʼ ἄμεινον καὶ κάλλιον;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὲ κάλλιον πρεπωδέστερον; </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="135c"/><label>ΑΛ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρέπει ἄρα τῷ κακῷ δουλεύειν· ἄμεινον γάρ.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δουλοπρεπὲς ἄρʼ ἡ κακία.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐλευθεροπρεπὲς δὲ ἡ ἀρετή.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν φεύγειν χρή, ὦ ἑταῖρε, τὴν δουλοπρέπειαν;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> μάλιστά γε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> αἰσθάνῃ δὲ νῦν πῶς ἔχεις; ἐλευθεροπρεπῶς ἢ οὔ;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> δοκῶ μοι καὶ μάλα σφόδρα αἰσθάνεσθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶσθʼ οὖν πῶς ἀποφεύξῃ τοῦτο τὸ περὶ σὲ νῦν; ἵνα μὴ ὀνομάζωμεν αὐτὸ ἐπὶ
                            καλῷ ἀνδρί, </said></p><p><said who="#Ἀλκιβιάδης"><milestone unit="section" resp="Stephanus" n="135d"/><label>ΑΛ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς;</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἐὰν βούλῃ σύ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ καλῶς λέγεις, ὦ Ἀλκιβιάδη.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλὰ πῶς χρὴ λέγειν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι ἐὰν θεὸς ἐθέλῃ.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> λέγω δή. καὶ πρὸς τούτοις μέντοι τόδε λέγω, ὅτι κινδυνεύσομεν μεταβαλεῖν
                            τὸ σχῆμα, ὦ Σώκρατες, τὸ μὲν σὸν ἐγώ, σὺ δὲ τοὐμόν· οὐ γὰρ ἔστιν ὅπως οὐ
                            παιδαγωγήσω σε ἀπὸ τῆσδε τῆς ἡμέρας, σὺ δʼ ὑπʼ ἐμοῦ παιδαγωγήσῃ.
                                </said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="135e"/><label>ΣΩ.</label> ὦ γενναῖε, πελαργοῦ ἄρα ὁ ἐμὸς ἔρως οὐδὲν διοίσει, εἰ παρὰ σοὶ
                            ἐννεοττεύσας ἔρωτα ὑπόπτερον ὑπὸ τούτου πάλιν θεραπεύσεται.</said></p><p><said who="#Ἀλκιβιάδης"><label>ΑΛ.</label> ἀλλὰ οὕτως ἔχει, καὶ ἄρξομαί γε ἐντεῦθεν τῆς δικαιοσύνης ἐπιμέλεσθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βουλοίμην ἄν σε καὶ διατελέσαι· ὀρρωδῶ δέ, οὔ τι τῇ σῇ φύσει ἀπιστῶν,
                            ἀλλὰ τὴν τῆς πόλεως ὁρῶν ῥώμην, μὴ ἐμοῦ τε καὶ σοῦ κρατήσῃ.</said></p></div></div></body></text></TEI>